# De fato et providentia (orationes 1-6) ΠΕΡΙ ΕΙΜΑΡΜΕΝΗΣ Λόγος ϛʹ.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De fato et providentia (orationes 1-6), ΠΕΡΙ ΕΙΜΑΡΜΕΝΗΣ Λόγος ϛʹ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/de-fato-et-providentia-orationes-1-6/%CE%A0%CE%95%CE%A1%CE%99%20%CE%95%CE%99%CE%9C%CE%91%CE%A1%CE%9C%CE%95%CE%9D%CE%97%CE%A3%20%CE%9B%CF%8C%CE%B3%CE%BF%CF%82%20%CF%9B%CA%B9.1

Φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνήσκομεν, ἐπὶ τῶν προφητῶν ἦσαν πολλοὶ παρὰ Ἰουδαίοις λέγοντες. Ἀλλὰ τὸ μὲν Ἰουδαίους ταῦτα λέγειν, Ὧν ὁ θεὸς ἡ κοιλία, καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν, θαυμαστὸν οὐδέν· τὸ δὲ μετὰ τὴν χάριν, καὶ τὴν τῶν παρόντων ὑπεροψίαν πραγμάτων, καὶ τὴν τοσαύτην τελειότητα καὶ ἀκρίβειαν, εἶναί τινας ἔτι καὶ νῦν, εἰ καὶ μὴ τοῖς ῥήμασι λέγοντας, διὰ δὲ τῶν ἔργων τὸ αὐτὸ τοῦτο βοῶντας, πόσης ἂν εἴη κατηγορίας ἄξιον; Καὶ γάρ εἰσιν, εἰσὶν ὄντως, οἱ διὰ τοῦτο νομίζοντες εἰς τόνδε παρῆχθαι τὸν βίον, ἵνα τρυφήσαντες, καὶ τὴν γαστέρα διαῤῥήξαντες, καὶ τὸ σῶμα πιάναντες, οὕτως ἀπέλθωσι, δαψιλεστέραν τῷ σκώληκι παρασκευάζοντες τράπεζαν τὴν ἐξ οἰκείων σαρκῶν. Καὶ εἴθε τοῦτο μόνον ἦν τὸ δεινὸν, ὅτι μάτην καὶ εἰκῇ καὶ εἰς οὐδὲν δέον τὰ παρόντα ἀνήλισκον· καίτοι καὶ τοῦτο χωρὶς ἐγκλημάτων οὐκ ἔστιν, οὐδὲ κατηγορίας. Ὅταν γὰρ τὰ πρὸς τροφὴν σώματος παρὰ τοῦ Θεοῦ δοθέντα ἡμῖν χρήματα, καὶ εἰς ἐπικουρίαν τῶν δεομένων, εἰς ἀκολασίαν καὶ ὕβριν καὶ τὴν ἐσχάτην ῥᾳθυμίαν καταναλώσωμεν, οὐκ ἀνεύθυνος ἡμῖν ἔσται ἡ κακίστη αὕτη δαπάνη, ἀλλὰ πάντως δώσομεν λόγον, καὶ τὸ περὶ τῶν πέντε ταλάντων, καὶ δύο, καὶ ἑνὸς εἰρημένον, καὶ ἐπὶ χρημάτων, καὶ τῶν ἄλλων ἁπάντων ἐστὶν εἰπεῖν. Ὅπερ οὖν ἔλεγον, ὅτι μάλιστα μὲν, εἰ καὶ εἰκῇ καὶ μάτην παραγεγόναμεν, οὐδὲ οὕτως ἀνεύθυνος ἡμῖν ἦν ἡ τοιαύτη πρᾶξις· νῦν δὲ χωρὶς τούτου καὶ ἑτέρα κείσεται δίκη. Τὸν γὰρ τρυφῇ συζῶντα. καὶ μελετῶντα μέθην, καὶ παρασίτους τρέφοντα καὶ κόλακας, κρεωφαγίᾳ τε καὶ οἰνοποσίᾳ διαῤῥηγνύμενον, πολλάκις καὶ ἄκοντα καὶ ἑκόντα ἀνάγκη ἁμαρτάνειν, καὶ παρὰ τὸν τοῦ παρόντος τόπου καιρὸν, καὶ μετὰ τὴν ἐκεῖθεν ἀναχώρησιν. Καθάπερ γὰρ πλοῖον μεῖζον τῆς οἰκείας συμμετρίας τὸ πλῆθος τῶν ἀγωγίμων δεξάμενον, τῷ μεγέθει τοῦ φόρτου βαρυνόμενον ὑποβρύχιον γίνεται, οὕτω καὶ ἡ ψυχὴ, καὶ τοῦ σώματος ἡμῶν ἡ φύσις, πλείονα τῆς οἰκείας δυνάμεως δεξαμένη τὰ σιτία, ὑπέραντλος γίνεται, καὶ τὸ βάρος οὐ στέγουσα τῶν ἐπιβληθέντων, εἰς τὸ τῆς ἀπωλείας καταποντίζεται πέλαγος, καὶ κυβερνήτην, καὶ ναύτας καὶ πρωρέα καὶ ἐπιβάτας, καὶ αὐτὸν τὸν φόρτον μετὰ πάντων προσαπολλύει. Καθάπερ οὖν ἐπὶ τῶν οὕτω διακειμένων πλοίων, οὐ γαλήνη θαλάσσης, οὐκ ἐπιστήμη κυβερνήτου, οὐ ναυτῶν πλῆθος, οὐ κατασκευῆς ἐπιτηδειότης, οὐχ ὥρα ἔτους εὔκαιρος, οὐκ ἄλλο οὐδὲν τὴν οὕτω χειμαζομένην ὀνίνησι ναῦν· οὕτω δὴ καὶ ἐπὶ τῶν τρυφώντων γίνεται· οὐ λογισμῶν πλῆθος, οὐ διδασκαλία καὶ παραίνεσις, οὐ νουθεσίαι καὶ συμβουλίαι, οὐκ ἄλλο οὐδὲν, οὐ φόρος τῶν μελλόντων, οὐκ αἰδὼς, οὐ κατηγορία τῶν παρόντων, οὐκ ἄλλο οὐδὲν διασῶσαι δύναται τὴν οὕτω χειμαζομένην ψυχήν· ἀλλ' ἐπικρατεῖ πάντων ἡ ἀμετρία, καὶ ἄκοντα καὶ ἑκόντα λοιπὸν ὑποβρύχιον τὸν τὰ τοιαῦτα νοσοῦντα καταφέρουσα, καὶ ναυάγιον ἐργαζομένη χαλεπὸν, ὅθεν οὐδὲ ἀνενεγκεῖν ῥᾴδιον. Καὶ οὐδὲ πρὸς τὰ μέλλοντα καὶ τὰς εὐθύνας τὰς ἐκεῖ, ἀλλὰ καὶ πρὸς τὴν παροῦσαν ζωὴν ὁ τοιοῦτος ἄχρηστος γίνεται, καὶ πρὸς οὐδὲν ἐπιτήδειος, ἀλλὰ πανταχοῦ καταγέλαστος, ἔν τε πολιτικοῖς, ἔν τε ἰδιωτικοῖς πράγμασι· κἂν δέοι τι πραχθῆναι τῶν κατεπειγόντων, οὐδὲν προνοητικὸν, οὐδὲν οἰκονομικὸν ἔχων εὑρεθήσεται, πᾶσιν εὐχείρωτος ὢν τοῖς ἐχθροῖς, πᾶσιν ἄχρηστος τοῖς φίλοις καὶ τοῖς προσήκουσιν. Οὐκ ἐν κινδύνοις καὶ περιστάσεσιν εὐεπηρέαστος μόνον ὁ τοιοῦτος, οὐκ ἐν γαλήνῃ καὶ ἀδείᾳ ἀφόρητος, ἀλλὰ καὶ ἐν ταῖς δυσκολίαις ὑπὸ τῆς ἀμετρίας ἑκάστῳ τῶν προσπιπτόντων ἔσται ἄχρηστος. Ἐκεῖ μὲν γὰρ αὐτὸν, ἐν ταῖς δυσημερίαις λέγω, δειλία, καὶ ἀνανδρία, καὶ φόβος ἄμετρος, καὶ ἀβουλία πολλὴ καθέξει· ἐνταῦθα δὲ θράσος, καὶ ῥᾳθυμία, καὶ ἀκολασία, ἀμετρία καὶ τῦφος, καὶ ἀλαζονεία, τῶν προτέρων μᾶλλον δυσχερέστερον παρὰ πᾶσι ποιεῖ. Οὐ γὰρ δὴ μόνον τὰ σώματα τῶν οὕτω διακειμένων καὶ ἀειδῆ, καὶ πλαδαρὰ, καὶ διάβροχα, καὶ δυσωδίας ἀφορήτου πάντοθεν ἔμπλεα γίγνεται, ἀλλὰ καὶ ἡ ψυχὴ πολὺ τοῦ σώματός ἐστιν ἀειδεστέρα, πολλῷ μείζονα ἐκείνου νοσήματα δεξαμένη παρὰ τῆς τρυφῆς. Καθάπερ γὰρ τὸ σῶμα οὐ τὰ κατὰ φύσιν περιττώματα προΐεται μόνον, ἀλλὰ πολλῷ πλεῖον καὶ πανταχόθεν· καὶ γὰρ ὀφθαλμοὶ, καὶ ῥῖνες, καὶ στόματα, τῶν ἔνδον ὑπὸ τῆς γενομένης πλημμύρας βαρυνομένων, ἰκμάδος φαυλοτάτης καὶ διαφθορᾶς ἀναπίμπλαται, καὶ αὐτὴ τῆς σαρκὸς ἡ φύσις χαυνοτέρα γενομένη τῆς φυσικῆς συμμετρίας, καθάπερ βορβόρων καὶ ἀκαθάρτων τελμάτων πλησθεῖσα, δυσώδης τε ἅμα καὶ ἄχρηστος γίγνεται, καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἀδόκιμος. Καὶ γὰρ καὶ αὐτὴ ἡ γῆ ὅταν ὑπὸ τῆς τοιαύτης πλεονεξίας τυραννηθεῖσα τὴν οἰκείαν καὶ ἔμφυτον ἀπολέσῃ θερμότητα, συναπόλλυσιν αὐτῆς καὶ τὴν ἰσχὺν, καὶ οὔτε πρὸς ἐργασίαν, οὔτε πρὸς τὴν οἰκείαν γονήν ἐστιν ἐπιτήδειος. Ἐντεῦθεν δὲ χαλεποῖς καὶ ἀνιάτοις ἁλίσκονται νοσήμασιν οἱ τρυφῇ συζῶντες διηνεκεῖ· καὶ γὰρ τρόμοις, καὶ παρέσει, καὶ φθόῃ, καὶ κορύζαις, καὶ ποδαλγίαις, καὶ χειραλγίαις, καὶ ἑτέροις πλείοσιν, ὅπερ ἰατρῶν λέγουσι παῖδες, ἁλώσιμοι γίνονται. Οὕτως εἰ καὶ μὴ γέεννα ἦν, μηδὲ κόλασις, μηδὲ κατάγνωσις ἐσχάτη παρὰ Θεοῦ, μηδὲ παρὰ ἀνθρώποις μέμψις, μηδὲ ἡ ἄκαιρος δαπάνη, μηδὲ ἕτερα μυρία τὰ ἀπὸ τῆς τρυφῆς ἐγγινόμενα, τοῦτο δὲ μόνον προσῆν, οὐχ ἱκανὸν ἅπαντας ἀποτρέψαι; Δηλητηρίων γὰρ φαρμάκων οὐδὲν ἄμεινον αἱ τοιαῦται διακείσονται τράπεζαι, μᾶλλον δὲ, εἰ δεῖ τὸ ἀληθὲς εἰπεῖν, καὶ πολλῷ χεῖρον. Τὰ μὲν γὰρ εὐθέως ἀπήνεγκε τὸν λαβόντα, καὶ τὴν τελευτὴν ἀναισθήτως ἐπήγαγεν, ὡς μηδὲ αὐτῷ τούτῳ λυπῆσαι τὸν ἀποθανόντα· αὗται δὲ ζωὴν μυρίων θανάτων χαλεπωτέραν ἐπάγουσι τοῖς αὐτὰς περὶ πολλοῦ ποιουμένοις, ζωὴν ἔφην, οὐκ ἐλεεινὴν μόνον, ἀλλὰ καὶ αἰσχρὰν καὶ καταγέλαστον. Τὰ μὲν γὰρ ἄλλα πάθη πολλοὺς ἔχει τοὺς συναλγοῦντας, ὅσα δὲ ἀπὸ τρυφῆς καὶ μέθης γέγονεν, οὐδὲ βουλομένους τοὺς ὁρῶντας ἀφίησι συναλγῆσαι τοῖς ὑπ' αὐτῶν χειρωθεῖσιν· ἀλλ' ἡ μὲν ὑπερβολὴ τοῦ κακοῦ πρὸς ἔλεον ἐπικάμπτει, ἡ δὲ ὑπόθεσις τοῦ νοσήματος παροξύνει τὸν εἰδότα. Διότι μέσον τι πάθος πάθοιμεν ἂν, οὔτε ἐλεοῦντες αὐτούς· οὐ γὰρ ἀφίησιν αὐτοὺς ἡ αἰτία τῶν δεινῶν· οὔτε ὀργιζόμεθα· οὐ γὰρ ἐπιτρέπει τὸ μέγεθος τῶν δεινῶν, ἀλλὰ μεταξὺ κατηγορίας καὶ συγγνώμης ἡ στάσις. Οὐ γὰρ ὑπὸ τῆς φύσεως ἐπηρεάσθησαν καθάπερ κἀκεῖνοι, οὐδὲ ὑπὸ τῶν ἀνθρώπων ἐπεβουλεύθησαν, ἀλλ' αὐτοὶ δημιουργοὶ τῶν νοσημάτων ἑαυτοῖς τούτων ἐγένοντο, ἑκόντες ἑαυτοὺς ῥιπτοῦντες εἰς τὸ τῶν κακῶν βάραθρον. Ὥσπερ οὖν τοὺς βρόχους ἀνάπτοντας, καὶ τοὺς κατὰ κρημνῶν ἀφιέντας ἑαυτοὺς, καὶ τοὺς διὰ μέσων ξιφῶν ἑαυτοὺς ἀναιροῦντας οὐ σφόδρα οἰκτείρομεν, οὕτως οὐδὲ τούτους. Καίτοι εἰ δεῖ συγγνώμης τυχεῖν, μᾶλλον ἐκεῖνοι τούτων ἂν τύχοιεν, εἰ καὶ αὐτοὶ σφόδρα ἂν εἶεν ἀσύγγνωστοι. Ἐκεῖνοι μὲν γὰρ ἢ συκοφαντίαις, ἢ ζημίαις χρημάτων, ἢ προσδοκώμενον κίνδυνον, ἢ πληγὰς ἐλπίσαντες, ἢ ἕτερόν τινα καραδοκήσαντες φόβον, καὶ μειζόνων, ἑαυτοὺς κακῶν ἐξαρπάζοντες, ἐπὶ τὴν τῆς τελευτῆς παραμυθίαν καταφεύγουσιν, ὥσπερ εἰς ἄσυλόν τι χωρίον τὸν θάνατον κατατρέχοντες, ἢ ὥσπερ εἰς λιμένα τινὰ εὔδιον ἀπὸ τῶν προσδοκωμένων χειμώνων σπεύδοντες καὶ ἐπειγόμενοι· οὗτοι δὲ οὐδὲν τοιοῦτον ἔχοντες εἰπεῖν, μυρίων βιαίων θανάτων ζωῇ χαλεπωτέρᾳ παραδιδόασιν ἑαυτούς. Εὔκαιρον οὖν νῦν εἰπεῖν ἐκεῖνο τὸ τοῦ σοφοῦ· Τίς ἐλεήσει ἐπαοιδὸν ὀφιόδηκτον, καὶ πάντας τοὺς προσάγοντας θηρίοις ἑαυτούς; Θηρίον γάρ ἐστιν ἡ τρυφὴ, θηρίον χαλεπὸν καὶ ἀτίθασσον, καὶ οὐχ οὕτω σκορπίος ἢ ὄφις τοῖς σπλάγχνοις ἡμῶν ἐγκαθήμενος λυμαίνεται πανταχόσε, ὡς ἡ τῆς τρυφῆς ἐπιθυμία πάντα ἀνατρέπει καὶ ἀπόλλυσι. Τοῖς μὲν γὰρ θηρίοις ἐκείνοις μέχρι τοῦ σώματος ἡ ἐπιβουλή· αὕτη δὲ, ὅταν ἐγκαθεσθῇ, μετὰ τοῦ σώματος καὶ τὴν ψυχὴν προσαπόλλυσι. Διόπερ φύγωμεν ἀπ' αὐτῆς, ὡς φρονίμοις λέγω. Εἰ μὲν ἔχει τι χρηστὸν, μὴ ἀνασχώμεθα, μὴ πεισθῶμεν· εἰ δὲ ἀληθῆ τὰ εἰρημένα, καὶ λύμη πάντων ἐστὶ τὸ πρᾶγμα, καὶ κατάγελως ἔσχατος, ὑμῶν αὐτῶν φείσασθε τῆς τοῦ σώματος ῥώσεως, τῆς κατὰ ψυχὴν ὑγιείας. Οὐ λέγω πρὸς σκληραγωγίαν ἑαυτοὺς ἀγαγεῖν, ἂν μὴ βουληθείης· τὸ περιττὸν ἀνέλωμεν, τὸ τῆς χρείας ἔξω περικόψωμεν. Ποίαν γὰρ συγγνώμην ἔχομεν, ὅταν ἕτεροι μὲν μηδὲ τῆς χρείας ἀπολαύωσι κύριοι ὄντες, ἡμεῖς δὲ καὶ ὑπὲρ τὴν χρείαν ὁδεύωμεν; Ὅρος ἡμῖν ἔστω τροφῆς τὸ μὴ βλάπτον, τὸ παῦσαι πεινῶντας χωρὶς βλάβης δυνάμενον, περαιτέρω δὲ μηδὲν ἐπιζητῶμεν· μᾶλλον δὲ εἰ χρή τι θαυμαστὸν εἰπεῖν, καὶ παρὰ τὴν τῶν πολλῶν ὑπόληψιν, ἀληθὲς δὲ, εἰ καὶ ἡδονὴν ἐπιζητοῦμεν, ἐν αὐταρκείᾳ ταύτην μᾶλλον ἢ ἐν τρυφῇ οὖσαν εὑρήσομεν. Ἄκουσον πῶς αὕτη μείζων ἐκείνης ἐστὶν ἡ ἡδονὴ καὶ εὐπορωτέρα. Ἡ μὲν γὰρ οὐδὲ συστῆναι δύναται λοιπὸν, οὐδὲ εὑρίσκει φύσιν βρωμάτων ἐπιτηδείαν αὐτῇ· ἡ δὲ καὶ ἐξ ἐναντίων συνίστασθαι δύναται. Τίς τοῦτό φησιν; Ὁ μάλιστα πάντων αὐτῆς ἀπολελαυκώς. Ψυχῇ γὰρ, φησὶν, ἐνδεεῖ καὶ τὰ πικρὰ γλυκέα φαίνεται· ψυχὴ ἐμπεπλησμένη κηρίοις ἐμπαίζει. Ὁρᾷς πῶς ἐκείνην μὲν καὶ ἐξ ὀλίγων καὶ ἐκ πάντων συστῆναι ῥᾴδιον, ταύτην δὲ οὐδαμῶς; Εἰ γὰρ τὰ κηρία μὴ προσιέμεθα, τί γένοιτο ἂν ἡμῖν ἡδὺ λοιπόν; εἰ τὸ πάντων γλυκύτατον οὐκ ἂν δύναιτο παρέχειν ἡδονὴν, ποῖον ἔσται τὸ δυνάμενον ποιῆσαι ἐν ἡδονῇ; Ὥστε εἰ ἡδονὴν ἐπιζητοῦμεν, ἐνταῦθα μᾶλλον εὑρήσομεν. Πῶς οὖν οὐκ ἐσχάτης ἀνοίας τὴν μὲν ἡδονὴν, καὶ ὑγίειαν, καὶ πάντα ἔχουσαν τὰ ἀγαθὰ καὶ θεοφιλῆ φεύγειν τράπεζαν, ἑτέραν δὲ κατασκευάζειν μυρίων γέμουσαν συμφορῶν, ἀηδῆ τε καὶ λυπηρὰν, καὶ ἐπίνοσον, καὶ, τὸ πάντων χαλεπώτατον, παροξύνουσαν ἡμῶν τὸν Θεόν; Εἰ γὰρ Ἡ χήρα ἡ σπαταλῶσα ζῶσα τέθνηκε, τί ἂν εἴποιμεν περὶ τῶν ἀνδρῶν; εἰ ἐν τῇ Παλαιᾷ τοῦτο ἀπηγόρευται μετὰ πολλῆς τῆς ἀκριβείας, καὶ πολλῇ κέχρηται κατὰ τῶν τρυφώντων καταφορᾷ ὁ προφήτης· καίτοι γε εἶδος τέθεικε τρυφῆς οὐ σφόδρα δαπανηρὸν, οὐδὲ ὄντως ἁβρόν· Οἱ δὲ ἐσθίοντες ἐρίφια ἐκ ποιμνίων καὶ μοσχάρια γαλαθηνὰ, οἱ πίνοντες τὸν διυλισμένον οἶνον, καὶ τὰ πρῶτα μύρα χριόμενοι, οἱ καθεύδοντες ἐπὶ κλινῶν ἐλεφαντίνων, καὶ κατασπαταλῶντες ἐπὶ ταῖς στρωμναῖς αὐτῶν· εἰ ταῦτα κατηγορίας ἄξια, ὅτε πάντα ἦν σαρκικὰ, καὶ τοῦ οὐρανοῦ λόγος οὐδεὶς, ὅτε παιδαγωγία ἦν τὰ Ἰουδαϊκὰ, τί ἂν εἴποιμεν πρὸς τὴν βλακείαν τὴν νῦν; Εἰ γὰρ ἐρίφια καὶ μοσχάρια γαλαθηνὰ ἐσθίειν ὡς ὑγρόν τινα καὶ περιττὸν τοὺς ζῶντας διαβάλλει βίον, τί ἂν εἴποιμεν περὶ τῶν τοὺς μυχοὺς τῆς θαλάσσης διερευνώντων, καὶ τὰς ἐσχατιὰς τῆς γῆς, καὶ παντοδαποὺς ὀρνίθων καὶ ἰχθύων θηρευτὰς πανταχόθεν συλλεγόντων ἑαυτοῖς; Εἰ τὸν διυλισμένον οἶνον οἱ πίνοντες ἐν μέμψει, τί ἂν εἴποις πρὸς τοὺς ἀποδημίας διαποντίους στελλομένους ὑπὲρ οἴνου, καὶ πάντα κινοῦντας, ὥστε μηδὲν γένος διαλαθεῖν ἀμπέλου, καθάπερ μέλλοντας εὐθύνας διδόναι, ἢ ἐπὶ τοῖς ἐσχάτοις καταγινώσκεσθαι, εἰ μὴ παντὸς γένους ἐμφορηθεῖεν οἴνου; Εἰ ἐλέφαντος κλίνῃ κεχρῆσθαι κατηγορίας ἄξιον, οἱ πολὺν αὐταῖς περιβάλλοντες ἄργυρον, μᾶλλον δὲ ἐξ ἀργύρου μόνου χαλκεύοντες, οὐ κλίνας, ἀλλ' ἤδη καὶ ὑπόβαθρα, καὶ λέβητας, καὶ κεράμια, καὶ ἀμίδας, ποίας ἂν τύχοιεν συγγνώμης; Τί μικρὸν ἢ μέγα εἰπεῖν εἰς τὰς εὐθύνας ἐκείνας δυνήσονται; Ἐγὼ δὲ τούτοις προστίθημι τὸ πάντων χαλεπώτατον, ὅτι καὶ ἐξ ἀλλοτρίων συμφορῶν ταῦτα συνείλεκται. Καίτοι γε ὁ προφήτης τοῦτο οὐ τέθεικεν, ἀλλὰ μόνον διέβαλε τὴν τρυφήν. Ὅταν δὲ καὶ αἰτία προσῇ χαλεπωτέρα τῆς τρυφῆς, τίς ἐξαιρήσεται τοὺς τὰ τοιαῦτα ποιοῦντας τῆς ἐσχάτης κολάσεως; ποῖος Νῶε παραστήσεται, ποῖος Ἰὼβ, ποῖος Δανιήλ; Οὐκ ἔστιν οὐδείς. Ἀλλ' ἐπὶ τούτων ἔστιν εἰπεῖν· Ἐκκαυθήσεται ὁ θυμός μου ὡσεὶ καπνός. Οὐ γάρ ἐστι, παρακαλῶ, θυμοῦ καὶ ὀργῆς ὄντως ἐμπλησθῆναι ἐσχάτης, καὶ διαῤῥαγῆναι, ὅταν ἕτερος μὲν μηδὲ ἀναγκαίας ἀπολαύῃ τροφῆς, σὺ δὲ τοσοῦτον εἰκῆ καὶ μάτην χαλκεύῃς ἄργυρον εἰς οὐδὲν δέον, ἀλλ' οὐδὲ πρὸς ἐπίδειξιν; Οὐδὲ γὰρ πρὸς αὐτὸ τοῦτο χρήσιμον ἔσται σοι, ἀλλ' εἰς τοὐναντίον περιτραπήσεται. Σὺ μὲν γὰρ ὥστε ἐπιφανὴς καὶ ἐπίσημος γενέσθαι τοῦτο ποιεῖς, συμβαίνει δὲ τοὐναντίον. Οὐ γὰρ εἶ τις ἐπιφανὴς καὶ ἐπίσημος, ἀλλ' ἐπὶ ὠμότητι καὶ πλεονεξίᾳ, καὶ τοῖς ἐσχάτοις κακοῖς ἅπαντές σε διαβάλλουσι. Πόσος γὰρ ὁ φθόνος, πόση ἡ βασκανία, πόσον τὸ μῖσος παρὰ πάντων, πόση ἡ μεταβολῆς ἐπιθυμία πᾶσι. Τὰς γὰρ εἰς τὸν Θεὸν βλασφημίας ἀφίημι, ἃς οἱ τοιοῦτοι πλοῦτοι τίκτουσι· καίτοι τοῦτο πάντων χαλεπώτερον· καὶ τὸ πρὸ τούτου, καὶ ὅπερ ἂν εἴπῃς, θάτερον θατέρου χεῖρον εὑρήσεις. Ἀλλ' οὐχὶ τὴν σύμμετρον καὶ μετρίαν οὖσαν ἡμῖν, ἣν οὐ προφήτης σκώπτει, οὐκ ἄνθρωπος μέμφεται, οὐ Θεὸς αἰτιᾶται, οὐ πῦρ κολάζει, οὐκ ἀποστρέφεταί τις, οὐ μισεῖ, οὐ βασκαίνει, ἀλλ' ἀποδέχεται μὲν Θεὸς, κοινωνοῦσι δὲ ἄγγελοι, ἐπαινοῦσι δὲ ἄνθρωποι, καὶ δέχεται οὐρανός. Αὗται αἱ τράπεζαι ἀγγέλους ἐδέξαντο· ταύταις ὁ Χριστὸς παραγίνεται, οὐκ ἐν ἐκείναις. Τοιαῦται αἱ τῶν προφητῶν ἦσαν, τοιαῦται αἱ τῶν ἀποστόλων, τοιαῦται αἱ τῶν δικαίων. Αἱ δὲ τῶν τυράννων καὶ τῶν ἐπὶ γῆς κακῶς πλουτούντων, ἔχουσαι ὀρχηστὰς, καὶ τοὺς ἄλλους τῶν ἐπὶ λύμῃ τοῦ βίου ζώντων, καὶ λῃστῶν, καὶ γοήτων, καὶ τυμβωρύχων, ἐκεῖναι. Ὅταν τοιαύτην παραθῇς τράπεζαν, ἄγγελος μὲν ἀποπηδᾷ, παροξύνεται δὲ Θεὸς, χαίρει δὲ ὁ τῶν δαιμόνων ἀρχηγὸς, ἀποστρέφονται δὲ, καὶ μισοῦσι, καὶ τήκονται, οὐχ οἱ ἐχθροὶ μόνον, ἀλλὰ καὶ αὐτοὶ οἱ δοκοῦντες ἔχειν ἐπιτηδείως ἄνθρωποι, φθόνῳ μᾶλλον ἐσθιόμενοι, ἢ τῶν παρόντων ἀπολαύοντες. Ὅταν δὲ ἐκείνην τις παραθῇ, τὴν σώφρονα, καὶ σύμμετρον, καὶ οὐδεμίαν ἔχουσαν φλεγμονὴν, καὶ ἡδίστη καὶ προσηνὴς ᾖ πᾶσι τοῖς φίλοις, καὶ Θεῷ, καὶ ἀγγέλοις, καὶ ἀνθρώποις· παραγίνεται οὖν ὁ τοῦ Θεοῦ Μονογενής. Ὥσπερ γὰρ φεύγει τὸν τῦφον, καὶ τὸν ὑψηλόφρονα ἅπαντα, καὶ τὸν θόρυβον· οὕτω τῷ ταπεινῷ φίλος ἐστὶ, καὶ σύνεστιν ἀεὶ, καὶ πάντα περιφράττει, καὶ τειχίζει πανταχόθεν. Τοῦ δὲ Χριστοῦ παραγινομένου, οὐδὲν ἕτερον ἐπιζητεῖν χρή. Ταῦτ' οὖν εἰδότες, ἀγαπητοὶ, φεύγωμεν ἐκεῖνα, διώκωμεν ταῦτα, ἵνα καὶ τῶν παρόντων καὶ τῶν μελλόντων τύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα, τιμὴ, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De fato et providentia (orationes 1-6). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg060.local001/.
