# De fato et providentia (orationes 1-6) ΠΕΡΙ ΠΡΟΝΟΙΑΣ ΚΑΙ ΕΙΜΑΡΜΕΝΗΣ Λόγος δʹ.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De fato et providentia (orationes 1-6), ΠΕΡΙ ΠΡΟΝΟΙΑΣ ΚΑΙ ΕΙΜΑΡΜΕΝΗΣ Λόγος δʹ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/de-fato-et-providentia-orationes-1-6/%CE%A0%CE%95%CE%A1%CE%99%20%CE%A0%CE%A1%CE%9F%CE%9D%CE%9F%CE%99%CE%91%CE%A3%20%CE%9A%CE%91%CE%99%20%CE%95%CE%99%CE%9C%CE%91%CE%A1%CE%9C%CE%95%CE%9D%CE%97%CE%A3%20%CE%9B%CF%8C%CE%B3%CE%BF%CF%82%20%CE%B4%CA%B9.1

Τὰ αὐτὰ λέγειν ἐμοὶ μὲν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές. Εἰ δὲ Παύλῳ συνεχοῦς ἔδει διδασκαλίας πρὸς τοὺς μαθητὰς, Παύλῳ τῷ μετὰ τῆς τοῦ Πνεύματος διδάσκοντι χάριτος, καὶ μετὰ ἐπιτάγματος ἐλαύνοντι τοὺς ἐχθροὺς, καὶ πάντων ἀναιροῦντι τὰ παθήματα, Παύλῳ τῷ τιμωμένῳ, οὗ πάντες ἤκουον ὡς ἐξ οὐρανῶν ἀγγέλου καταβάντος, μᾶλλον δὲ ὡς αὐτοῦ τοῦ Χριστοῦ· εἰ τοίνυν ἐκείνῳ χρεία ἦν τοῦ συνεχῶς τὰ αὐτὰ λέγειν, πολλῷ μᾶλλον ἡμῖν τοῖς οὐδενὸς ἀξίοις λόγου. Καὶ γὰρ ὄντως ἀσφαλὲς τὸ πολλάκις ὑμῖν περὶ τῶν αὐτῶν ἀκούειν, καὶ οὐ μόνον τὸ περὶ τῶν αὐτῶν, ἀλλὰ καὶ τὸ τὰ αὐτὰ περὶ τῶν αὐτῶν. Μὴ δὴ δυσχεραινέτω τις, μηδὲ ἐνοχλεῖσθαι νομιζέτω παρ' ἡμῶν, εἰ περὶ τῆς αὐτῆς ὑποθέσεως μέλλοιμεν τὰ αὐτὰ λέγειν πάλιν. Εἰ μὲν γὰρ ἦν θαρσῆσαι, ὅτι ἅπαξ ἀκούσαντες ἀποτίθεσθε τὸ νόσημα τῆς ψυχῆς, μάλιστα μὲν οὐδὲ οὕτως ἀποστῆναι ἐχρῆν, ἀλλ' ἔτι περὶ τῶν αὐτῶν λέγειν ἐχρῆν, ὥστε μόνιμον ὑμῖν καὶ βεβαίαν ποιῆσαι τὴν ὑγίειαν, καὶ δυσχειρώτους πρὸς τὸ τοῖς αὐτοῖς μὴ περιπεσεῖν πάλιν ἔργοις. Ἐπειδὴ δὲ ὑποπτεύομεν εἶναι ἔτι λείψανά τινα τοῦ κακοῦ παρὰ τοῖς ἀκροαταῖς, ἀναγκαία καὶ κατὰ λόγον ἡμῖν ἡ συνεχὴς ὑπὲρ τούτων ἐστὶ παραίνεσις. Τήμερον γὰρ ἀναγκαῖόν ἐστιν εἰπεῖν πῶς ἂν ἐκφύγοιμεν. Πῶς οὖν ἐκφύγοιμεν ἄν; Πρῶτον μὲν ταῖς εὐχαῖς, καὶ τῇ πρὸς τὸν Θεὸν ὁμιλίᾳ, δεύτερον δὲ, λογισμοῖς εὐσεβέσιν. Ἂν γὰρ ἴδῃς τίνα μὲν τὰ μέλλοντα, τίνα δὲ τὰ παρόντα, καὶ τὴν ὀρθὴν περὶ ἑκατέρων ψῆφον ἐνέγκῃς, οὐδέποτέ σου τῆς ψυχῆς ἅψεται τοῦτο τὸ κακόν. Ὅταν οὖν ἴδῃς πλουτοῦντά τινα παρ' ἀξίαν, μὴ μακαρίσῃς, μὴ ζηλωτὸν νομίσῃς, μὴ καταγνῷς τῆς τοῦ Θεοῦ προνοίας, μὴ μάτην φέρεσθαι καὶ εἰκῇ τὰ παρόντα νόμιζε, ἐπειδὴ ὁ δεῖνα πλουτεῖ παρ' ἀξίαν. Ἀναμνήσθητι τοῦ Λαζάρου καὶ τοῦ πλουσίου, πῶς ὁ μὲν πρὸς ἄκρον εὐπορίας ἐληλάκει καὶ τρυφῆς, ὠμὸς ὢν καὶ ἀπηνὴς καὶ ἀπάνθρωπος καὶ κυνῶν αὐτῶν ἀγριώτερος· εἴ γε οἱ μὲν τὸν πένητα ἠλέουν καὶ ἐθεράπευον, οὐκ ὀκνοῦντες τῇ γλώττῃ ἅψασθαι τῶν ἑλκῶν τῶν κατὰ παντὸς τοῦ σώματος, ὁ δὲ οὐδὲ ψιχίων αὐτῷ μετεδίδου. Ἐννόησον οὖν πῶς αὐτὸς μὲν πρὸς ἄκρον εὐπορίας ἐληλάκει, ὁ δὲ πένης ἐκεῖνος ὁ ὄντως πλούσιος, ὁ ὄντως εὔπορος, εἰς αὐτὸ τῆς πενίας τὸ ἔσχατον κατέπεσε, καὶ αὐτῆς τῆς ἀναγκαίας ἠπόρει τροφῆς, καὶ νόσῳ καὶ λιμῷ διηνεκεῖ παλαίων. Καὶ ὁ μὲν ἥττω τῆς χρείας εἶχεν, ὁ δὲ οὐδὲ τῆς συμμετρίας ἀπήλαυεν. Ἀλλ' ὅμως οὐκ ἐδυσχέραινεν, οὐκ ἐφθέγξατο ῥῆμα ἀσεβὲς, οὐ κατηγόρησε τοῦ Θεοῦ, οὐκ ἐμέμψατο τὴν πρόνοιαν, οὐκ ἀνέθηκεν εἱμαρμένῃ τὰ γεγενημένα, οὐκ εἶπε πρός τινα, ἀλλ' οὐδὲ πρὸς ἑαυτόν· ἐγὼ μὲν οὐδὲν ποιήσας κακὸν εἰδικῶς, τοσαύτην τίνω δίκην, καὶ τὴν ἐσχάτην ὑπομένω τιμωρίαν, λιμῷ τηκόμενος, δαπανώμενος νόσῳ χαλεπωτάτῃ, κατὰ μικρὸν ἀναλισκόμενος καὶ ἀσχημονῶν· οὗτος δὲ πλουτεῖ, καὶ τρυφᾷ ταῖς ἀλλοτρίαις ἐνδιαιτώμενος συμφοραῖς, ὁ τοῖς ἐμοῖς ἐμπαροινῶν κακοῖς· καὶ τὸν μὲν ἀπάνθρωπον, καὶ ἀνηλεῆ, καὶ ὠμὸν καὶ λίθινον τοσούτων ἐποίησε χρημάτων κύριον ὁ Θεὸς, ἐμὲ δὲ τὸν οὐδὲ μέχρι ῥημάτων ψιλῶν παροξύναντα ἀφῆκε κατατείνεσθαι πόνοις τοσούτοις. Ποῦ ταῦτα δικαιοκρισίας ἄξια; ποῦ ταῦτα προνοίας καὶ κηδεμονίας τῆς ὑπὲρ ἡμῶν; Οὐδὲν τούτων οὐκ εἶπεν ἐκεῖνος. Πῶς οὖν οὐκ ἄτοπον, ὅταν αὐτοὶ μὲν οἱ πάσχοντες κακῶς οὕτω τὸν Δεσπότην εὐλογῶσιν ἐν πᾶσι, σὺ δὲ ὁ τῶν παλαισμάτων ἑστηκὼς ἔξω, ὑπὲρ τούτων βλασφημῇς τὸν Θεὸν, ὑπὲρ ὧν εὐχαρίστως ἕτεροι ἔχουσιν; Ὁ μὲν πάσχων δεινῶς, κἂν εἴπῃ τι ῥῆμα φορτικὸν καὶ ἐπαχθὲς, εἰ καὶ μὴ τοσαύτης ὅσης ἕτερος, ἀλλ' ὅμως γε καὶ ἐλάττονος μετέχει συγγνώμης· ὁ δὲ ἔξω τῶν δεινῶν ἑστὼς, καὶ ὑπὲρ ἑτέρων τὴν ἑαυτοῦ ψυχὴν ἀπολλὺς, ποίας ἂν εἴη συγγνώμης ἄξιος, ὑπὲρ τούτων βλασφημῶν τὸν Θεὸν, ὑπὲρ ὧν ὁ παθὼν κακῶς εὐχαριστεῖ, καὶ διὰ παντὸς αὐτὸν ἀνυμνῶν οὐκ ἀφίσταται; Ὅταν ἴδῃς δίκαιον πάσχοντα κακῶς, ἀναμνήσθητι τούτου τοῦ παραδείγματος· οὔτε γὰρ ἂν δικαιότερον ἐκείνου τινὰ ἔχοις μοι νῦν εἰπεῖν· καὶ γὰρ δῆλον ἀπὸ τῆς ὑπομονῆς, δῆλον ἀπὸ τῶν ἐπάθλων· τὸν γὰρ πρῶτον εἴληχε τῆς ἀναπαύσεως τόπον, μετὰ τοῦ πατριάρχου τιμώμενος Ἀβραάμ· οὔτε μείζονα παθόντα κακὰ, οὔτε οὕτως ὑπεροφθέντα. Τί γὰρ ἂν ἔχοις εἰπεῖν, ὅταν μηδὲ τῶν ἀποπιπτόντων ψιχίων ἐμφορεῖσθαι ἔχῃ; Ὅταν οὖν ἴδῃς ἄκραν κακίαν· τί γὰρ ὠμότερον τοῦ τὸν ἐν συμφορᾷ τοσαύτῃ παρατρέχοντος; κακίαν εἰπεῖν μὴ αὐτὴ συνεζευγμένη· τί τοίνυν εὐπορώτερον γένοιτο ἂν τῆς τραπέζης ἐκείνης, καὶ τῆς ἀμφιάσεως ἄκραν τρυφὴν, καὶ εὐπραγίαν; πάλιν ὅταν ἴδῃς ἄκραν δικαιοσύνην· τί γὰρ ἂν γένοιτο θεοφιλέστερον ψυχῆς τοιαῦτα πασχούσης, καὶ φερούσης γενναίως ἄκραν ταλαιπωρίαν; τί γὰρ ἂν γένοιτο ἀθλιώτερον λιμοῦ καὶ νοσήματος οὕτως ἀνιάτου; ποίαν ἔχεις, εἰπέ μοι, συγγνώμην, ἐν τοῖς ἄλλοις σκανδαλιζόμενος; μὴ γὰρ μέχρι τοῦ παρόντος βίου τὰ πράγματα ἕστηκεν; Ἀνάμεινον τὸ τέλος, καὶ τότε ὄψει τὸ κατ' ἀξίαν τῆς ἑκάστου ζωῆς· μὴ πρὸ τῶν βραβείων, μὴ πρὸ τῶν στεφάνων θορυβοῦ. Ὅταν οὖν ἴδῃς εἰς τὸ δικαστήριον ἀμφοτέρους εἰσελθόντας, καὶ τῆς ψήφου τυχόντας, τότε καὶ αὐτὸς τὴν περὶ ἑκάστου κρίσιν ἐξένεγκε. Πόσοι νῦν ταῖς ὁδοῖς ἐφεδρεύουσι, πόσοι διορύττουσι τοίχους, πόσοι θήκας τῶν κατοιχομένων ἀναῤῥήσσουσι, πόσοι γάμοις ἐπεβούλευσαν ἀλλοτρίοις, πόσοι δηλητηρίοις φαρμάκοις πολλοὺς ἀπώλεσαν; ἆρ' οὖν ὑπὲρ τούτων ἐγκαλοῦμεν τῷ δικαστῇ; Οὐδαμῶς. Ἂν μὲν γὰρ λαβὼν αὐτοὺς ὑποψήφους ἀφῇ, καὶ τὸν μὲν παθόντα κακῶς κολάσῃ, τὸν δὲ ποιήσαντα τιμήσῃ, καὶ στεφανώσας ἐκπέμψῃ, κατηγορίας ὄντως ἄξιος, καὶ ἐγκλημάτων ἐσχάτων· ὅταν δὲ μηδέπω ὦσι παραδοθέντες, μηδὲ ὁ καιρὸς ἐπιστῇ τῆς ψήφου, μήπω δὲ αὐτὸς τὰς εὐθύνας ἀπαιτῇ, προλαβὼν προκαταγινώσκεις; Ἀλλ' ἔδει, φησὶν, ἐντεῦθεν ἤδη δοῦναι δίκην τῶν ἡμαρτημένων. Ἐννόησον τὰ σαυτῷ βεβιωμένα, ἄνθρωπε, εἰς τὸ σὸν εἴσελθε συνειδὸς, καὶ μεταθήσῃ τὴν γνώμην· οὐκ ἐπαινέσεις ταύτην τὴν ψῆφον, ἀλλ' ἀποδέξῃ τῆς μακροθυμίας τὸν φιλάνθρωπον Θεόν. Εἰ γὰρ ἤμελλεν ἕκαστος παρ' αὐτὰ τὰ ἁμαρτήματα δίκην ἀπαιτεῖσθαι τῶν πεπλημμελημένων, οὐκ ἂν ἡμῶν ἔφθασε τὸ γένος πάλαι ἀναρπασθέν. Τίς γὰρ καυχήσεται ἁγνὴν ἔχειν καρδίαν, ἢ τίς παῤῥησιάσεται καθαρὸς εἶναι ἀπὸ ἁμαρτιῶν; Ἀλλ' ὅταν ἀλγῇς ἐπὶ τῇ τοῦ Θεοῦ μακροθυμίᾳ, λογίζου τὰ πεπλημμελημένα σοι μετὰ ἀκριβείας, καὶ χάριν εἴσῃ τῆς ἀνοχῆς, θαυμάσας τῆς ἀνεξικακίας αὐτόν. Θορυβῇ καὶ ἀλύεις, καὶ πάντα ταραχῆς πληροῖς, ἐπειδὴ ὁ δεῖνα παρ' ἀξίαν πλουτεῖ, καὶ ἀπολαύει θεραπείας τῆς παρὰ τῶν πολλῶν· εἶτα οὐκ ἀκούεις τοῦ ψαλμῳδοῦ λέγοντος, Μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος, ὅτι οὐκ ἐν τῷ ἀποθνήσκειν αὐτὸν λήψεται τὰ πάντα, οὐδὲ συγκαταβήσεται αὐτῷ ἡ δόξα ὀπίσω αὐτοῦ; Οὐκ ἀκούεις τοῦ προφήτου βοῶντος μετὰ μεγάλης τῆς φωνῆς, Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου; οὐχ ὁρᾷς ἐπιμαρτυροῦσαν ταῖς τῶν προφητῶν ἀποφάσεσιν αὐτὴν τῶν πραγμάτων τὴν ἀλήθειαν; οὐχ ὁρᾷς τὴν πεῖραν καὶ τὴν ἔκβασιν ἐπιψηφιζομένην τοῖς εἰρημένοις, Οὐκ ἐν τῷ ἀποθνήσκειν αὐτὸν λήψεται τὰ πάντα; Ἄκουσον τοῦ Ἰὼβ τὸ αὐτὸ τοῦτο λέγοντος, Γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρὸς, γυμνὸς καὶ ἀπελεύσομαι, ὅτι οὐκ ἐν τῷ ἀποθνήσκειν αὐτὸν λήψεται τὰ πάντα. Ἄκουσον τοῦ Παύλου τὰ αὐτὰ φιλοσοφοῦντος. Οὐδὲν εἰσηνέγκαμεν εἰς τὸν κόσμον· δῆλον ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα. Σὺ δὲ μακαρίζεις ἄνθρωπον οὐδὲν ἐντεῦθεν δυνάμενον ἀπενεγκεῖν ἐκεῖ τῶν ὀφειλόντων αὐτῷ παραστῆναι κατὰ τὴν ἡμέραν τῆς κρίσεως. Καὶ τίς ἄλλος ἀθλιότητος ὅρος, εἰπέ μοι, καὶ ταλανισμὸς, ἀλλ' ἢ ὅταν ὁ ἐν πολλῇ τρυφῇ ζήσας ἀπέρχηται πάντων ἐντεῦθεν ἀτιμότερος; Σὺ δὲ εἴ τινα τούτων τῶν εὐπορούντων καὶ σοβούντων ἐπὶ τῆς ἀγορᾶς εἶδες, ἐπὶ μὲν τῆς ἀλλοτρίας πολλῆς ἀπολαύοντα τιμῆς, παρασίτους καὶ κόλακας ἔχοντα, εἰς δὲ τὰ οἰκεῖα ἐπανελθόντα, καὶ οὐδὲν συγχωρούμενον ἐκείνων λαβεῖν, ἀλλὰ γυμνὸν, ἄτιμον, τῶν προσαιτούντων ἀπορώτερον καὶ φαυλότερον φαινόμενον, ἆρα τοῦτον ζηλωτὸν εἶναι ἐνόμιζες, ἀλλ' οὐ διὰ τοῦτο μᾶλλον ἠλέεις καὶ ἐταλάνιζες; Τοῦτο καὶ ἐπὶ τῶν πλουτούντων ποίει. Ἀλλ' εἰσί τινες, οἳ ἐπειδὰν τούτους τῆς φιλοσοφίας τοὺς λόγους κινήσωμεν, ὑῶν καὶ τράγων δίκην τῇ γαστρὶ προσηλωμένοι, καὶ τοῖς παροῦσι δουλεύοντες πράγμασιν, οὐδὲν εἶναι μετὰ τὴν ἐντεῦθεν νομίζουσιν ἀποδημίαν· ἕτεροι δὲ εἶναι μέν τινα νομίζουσι, προτιθέασι δὲ τὰ παρόντα τῶν μελλόντων. Πρὸς μὲν οὖν τοὺς μηδὲν εἶναι νομίζοντας, ἀλλ' ἀποσβεσθεῖσαν τὴν ψυχὴν τὴν ἡμετέραν, μηδένα διδόναι λόγον, μηδὲ εὐθύνας ὑπέχειν οἰομένους, τάχα καὶ γελοῖον ἀντειπεῖν, ὥσπερ πρὸς τοὺς μαινομένους καὶ τοὺς ἐξεστηκότας. Οὐδὲ γὰρ εἴ τις ἐν ἡμέρᾳ ἀμφιβάλλοι ἡμέραν μὴ εἶναι, καὶ περὶ τῶν πᾶσιν ὁμολογουμένων ἀμφισβητοίη, καιρὸς ἂν εἴη λόγῳ τὸν τοιοῦτον πείθειν, καὶ προσάγειν τῷ δόγματι· πλὴν ἀλλὰ διὰ τὴν ὑμετέραν ἀγάπην, καὶ πρὸς ἐκεῖνον διαλεξόμεθα, ἅπερ ἂν δῷ ἡ τοῦ Θεοῦ χάρις. Τί λέγεις, ἄνθρωπε, οὐδὲν εἶναι νομίζεις τὰ μετὰ ταῦτα; Τοῦτο γὰρ ἀναγκαῖον εἰπεῖν, πῶς καθάπερ κακῶν τινων ὁρμαθῷ ἀεὶ δυσσεβεστέρῳ δόγματι, τὸν ἅπαξ ἐκτραπέντα τῆς ἀληθείας παραδίδωσιν ὁ διάβολος. Ὅρα γάρ· ἔπεισεν ἀμελῆσαι σωφροσύνης, ἐπιεικείας, τῆς ἄλλης ἀρετῆς, ἐποίησε φαύλους κατὰ τὸν βίον, πονηρῷ συζῶντας συνειδότι λοιπὸν, καὶ τὴν ἀμοιβὴν τῶν αὐτοῖς ἡμαρτημένων ἑτέροις μεταθεῖναι ζητοῦντας, δέον μεταβάλλεσθαι τῆς κακίας. Τοῦτο μὲν οὐκ ἐποίησαν, ἀνέπλασαν δὲ δόγμα πονηρὸν, καὶ μυρίων γέμον κακῶν, τὸ τῆς εἱμαρμένης. Εἶτα ὑπὲρ τούτου πάλιν ἐλεγχόμενοι, καὶ συνομολογεῖν ἀναγκαζόμενοι μηδὲν εἶναι τὰ παρόντα, τὸ μέλλον ἀνατρέπουσι, καὶ τὸν περὶ ἀναστάσεως ἀναιροῦσι λόγον. Κἂν τοῦτο πάλιν διελέγξωμεν, εἰς ἕτερον ἐκπεσόντες δόγμα δυσσεβοῦσι· πλὴν τέως τὸ ἐν χερσὶ διελέγξωμεν. Οὐδέν ἐστιν, ἄνθρωπε, μετὰ ταῦτα, καὶ πρὸς ταῦτα ἵστασαι τὰ δόγματα; Τοσαῦτα ἐλήρησαν Ἕλληνες, ἀλλ' ὅμως πρὸς τὴν τοῦ δόγματος τούτου οὐκ ἀντέστησαν ἀλήθειαν· ἀλλ' εἰ καὶ αὐτοῖς ἀκολουθήσεις, ὅμως ἔδωκάν τινα μετὰ ταῦτα βίον, καὶ εὐθύνας, καὶ δικαστήρια ἐν ᾅδου, καὶ κολάσεις, καὶ τιμὰς, καὶ ψήφους, καὶ κρίσεις. Κἂν Ἰουδαίους ἐρωτήσῃς, κἂν αἱρετικοὺς, κἂν ὅντινα ἄνθρωπον, αἰσχυνθήσεται τοῦ δόγματος τὴν ἀλήθειαν, καὶ εἰ καὶ ἐν ἄλλοις διαφέρονται, ἀλλ' ἐν τούτῳ πάντες συμφωνοῦσι καὶ λέγουσιν, εἶναι τῶν ἐνταῦθα γεγενημένων εὐθύνας ἐκεῖ. Ἀλλ' οὐδενὶ βούλει πείθεσθαι τούτων, ἀλλ' ἀναισχυντεῖς καθάπαξ ἐκδιδοὺς σαυτὸν τῇ πλάνῃ. Οὐκοῦν διὰ τοὺς ἔτι νήφοντας, ἀναγκαῖον τοὺς περὶ τούτων κινῆσαι λόγους. Τῷ γὰρ μηδὲν ὁμολογοῦντι εἶναι μετὰ ταῦτα, ἀνάγκη μηδὲ Θεὸν εἶναι ὁμολογῆσαι. Ὁρᾷς, ὅπερ εἶπον, ὅτι ἀεὶ τῶν φαυλοτέρων ἐστὶ μετὰ τὰ πρῶτα δόγματα τὰ ὕστερα, ἅπερ αὐτοὺς διαδέξεται; Εἰ γὰρ μηδέν ἐστιν ἐκεῖ μετὰ ταῦτα, οὐδὲ Θεὸς ἔστιν. Εἰ γὰρ ἔστι Θεὸς, δίκαιός ἐστιν· εἰ δὲ δίκαιός ἐστι, τὸ κατ' ἀξίαν ἀπονέμει ἑκάστῳ· εἰ δὲ οὐδέν ἐστι μετὰ ταῦτα, ποῦ τὸ κατ' ἀξίαν ἀπολήψεται ἕκαστος; Πρόσεχε γάρ· πολλοὶ παρ' ἀξίαν, ὡς καὶ αὐτοὶ προλαβόντες ὡμολόγησαν, εὖ πάσχουσιν ἐνταῦθα καὶ τιμῶνται, ἕτεροι δὲ κολάζονται ἐν δικαιοσύνῃ ζῶντες. Εἰ τοίνυν οὐδείς ἐστι καιρὸς μετὰ ταῦτα, ἀπελεύσονται ἀδικηθέντες οἱ δίκαιοι, καὶ παρ' ἀξίαν εὖ παθόντες οἱ ἄδικοι· εἰ δὲ ταῦτα μὴ ἔσται, πῶς ἂν εἴη τὸ δίκαιον; Ἀνάγκη γὰρ ἢ εἶναί τινα καιρὸν μετὰ ταῦτα τὸν τὸ κατ' ἀξίαν ἀπονέμοντα ἑκάστῳ· ἐνταῦθα γὰρ αὐτὸ οὐχ εὑρίσκομεν· εἴ γε μή ἐστι καιρὸς, πῶς τὸ κατ' ἀξίαν ἀπολάβῃ ἕκαστος; εἰ δὲ μηδεὶς τὸ κατ' ἀξίαν ἀπολαμβάνει, οὔτε Θεός ἐστι κατὰ σὲ δίκαιος· εἰ δὲ οὐκ ἔστι δίκαιος ὁ Θεὸς, οὐδὲ Θεὸς ἂν εἴη. Ἀλλ' ἡ βλασφημία εἰς τὴν κεφαλὴν τῶν ταῦτα ἡμᾶς ἀναγκαζόντων περιτραπείη. Ὁρᾶτε πρὸς ὅσην βλασφημίαν ὁ λόγος ἐξενήνεκται. Ἀλλὰ μὴν ὅτι Θεός ἐστι τὰ πράγματα βοᾷ· οὐκοῦν καὶ δίκαιός ἐστιν· εἰ δὲ δίκαιός ἐστι, τὸ κατ' ἀξίαν ἀπονέμει ἑκάστῳ· εἰ δὲ τὸ κατ' ἀξίαν ἀπονέμει ἑκάστῳ, ἀνάγκη τινὰ εἶναι μετὰ ταῦτα καιρὸν, καθ' ὃν τὸ κατ' ἀξίαν ἕκαστος ἀπολήψεται, καὶ δώσει δίκην, καὶ τιμηθήσεται ὑπὲρ τῶν κατωρθωμένων αὐτῷ. Ἀνανήψωμεν, ἀγαπητοί· ἀγνωσίαν Θεοῦ τινὲς ἔχουσιν· ἀνανήψωμεν, γρηγορήσωμεν. Ἥμαρτες, μὴ προσθῇς ἔτι· ἥμαρτες, ἡσύχασον· ἥμαρτες, μὴ καταδήσῃς δὶς ἁμαρτίας. Ἡμεῖς δὲ τριπλᾶς καὶ τετραπλᾶς καταδεσμοῦμεν, τοιούτων δογμάτων φόρτον εἰς τὰς ἡμετέρας ψυχὰς εἰσάγοντες. Ἥμαρτες, ἐπίγνωθι τὸν Δεσπότην, τὸν ἐλεήμονα, τὸν φιλάνθρωπον, τὸν ἀγαθὸν, τὸν ἰατρὸν, τὸν συγγνωμονικὸν, τὸν εὐπαραίτητον, τὸν εὐαξίωτον. Οὐκ ἤκουσας ὅτι μυρία τάλαντά τις κατεδηδοκὼς, καὶ τὴν οὐσίαν πᾶσαν τὴν δεσποτικὴν ἀπολέσας καὶ διασπάσας, ἕτοιμος ὢν καὶ τὴν γυναῖκα ἀποδόσθαι καὶ τὰ παιδία, ἐπειδὴ μόνον ἔκλαυσεν, ἐπειδὴ μόνον τῶν ποδῶν αὐτοῦ ἥψατο, παντὸς ἐκείνου τοῦ ὀφειλήματος λύσιν ηὕρατο καὶ ἄφεσιν; Εἰ δὲ λέγοις, ὅτι μετὰ ταῦτα αὐτὸν παρέδωκε τοῖς βασανισταῖς, ἴσασιν οἱ εἰδότες τὴν ἱστορίαν· ἑτέρας μοι λέγεις φιλανθρωπίας ὑπόθεσιν. Καὶ γὰρ καὶ τότε αὐτὸν ἐλεήσας ἀφῆκε, καὶ πάλιν ἐκεῖνον ἐλεήσας ἐνέβαλεν· ὥσπερ τότε τούτῳ βοηθῶν ἐποίησεν, οὕτω καὶ νῦν ἐκείνῳ βοηθῶν ἀνέπραττε, τοῦτον μὲν ἵνα παιδεύσῃ μὴ εἶναι ὠμὸν, μηδὲ ἀπάνθρωπον, ἐκεῖνον δὲ ἵνα καὶ ἀπαλλάξῃ βίας καὶ ἀπανθρωπίας. Ὁρᾶτε, ἀγαπητοί· καλῶς γάρ με μεταξὺ λέγοντα τοῦτο εἰσῆλθε τὸ νόημα, πῶς οὐ μόνον τὸ πλεονεκτεῖν καὶ ἁρπάζειν, ἀλλὰ καὶ τὸ μὴ ἐλεεῖν γεέννης ἡμῖν πρόξενον γίγνεται. Οὗτος γὰρ, οὐκ ἐπειδὴ τὰ ἀλλότρια ἔλαβεν ἀδίκως, ἀλλ' ἐπειδὴ τὰ αὐτοῦ ἀπῄτει ἀπανθρώπως, παρεδόθη τοῖς βασανισταῖς· καὶ γὰρ εἴρηται, ὅτι ὤφειλεν ἐκεῖνος· ἀλλ' εἰ καὶ ἐκεῖνος ὤφειλεν, ὤφειλες καὶ σὺ τὸ αὐτὸ ὄφλημα, καὶ τὸ αὐτὸ δίκαιον ἐπ' ἀμφοτέρων φυλάττεσθαι ἐχρῆν. Διὰ τοῦτό σοι ἀφῆκεν, ἵνα τὴν αὐτοῦ σοι δείξῃ φιλανθρωπίαν, ἵνα ζηλωτήν σε τῆς δεσποτικῆς ἡμερότητος ἐργάσηται. Ἐπειδὴ δὲ παθὼν εὖ οὐκ ἐγένου βελτίων, ἑτέρῳ σε διορθοῦται τρόπῳ, τῷ τῆς κολάσεως, τῷ τῆς τιμωρίας· ὥστε καὶ τοῦτο εὐεργεσίας εἶδός ἐστι. Παρέδωκε τοῖς βασανισταῖς, ἵνα κακίαν ἐξέλῃ ψυχῆς, καθάπερ ἰατρὸς ἄριστος. Οὐκ εἶξας φαρμάκῳ προσηνεῖ, σιδήρου σοι δεῖ καὶ πυρὸς λοιπόν. ᾜδει μυρία τάλαντα ἀφεὶς ὅτι ὠμός ἐστι καὶ ἀπάνθρωπος, ἀλλ' ἀνέμεινε διὰ τῆς τῶν πραγμάτων ἐκβάσεως ἀπολογήσασθαί σοι, ὃ πολλαχοῦ ποιεῖ, εἰδὼς ὅτι δικαίως ποιεῖ. Μετὰ τὸ ἀπολογήσασθαί σοι τοῦτο ποιεῖ· οἷον ἐπὶ τῶν Σοδόμων οὐχ ἁπλῶς ἀφῆκε τὸ πῦρ, οὐδὲ τὰς πόλεις ἐκείνας ἀνήρπασεν, ἀλλὰ τί; Κραυγὴ Σοδόμων καὶ Γομόῤῥων, καὶ οὐδὲ μέχρι τούτου, ἀλλὰ, Καταβὰς ὄψομαι. Καὶ οὐδὲ ἐνταῦθα ἔστη, ἀλλὰ πέμπει τοὺς ἀγγέλους ὑποδεικνύοντάς σοι τὴν κακίαν τῶν ἐνοικούντων τὴν πόλιν, ἵνα μηδὲ τῶν ἀναισχύντων μηδεὶς ἔχῃ βλασφημεῖν τὸν Θεὸν ὅτι τοὺς ἀξένους, ὅτι τοὺς ἀπανθρώπους, ὅτι τοὺς παρανόμους, καὶ τὰ τῆς δικαιοσύνης ἀγνοήσαντας δίκαια, καὶ τοὺς κοινοὺς τῆς φύσεως ἀνατρέψαντας νόμους, καὶ τοὺς κακίᾳ πεπληρωμένους ἀπολέσθαι ἔδει. Τί ἴσον τοῦ οὕτω φιλανθρώπου καὶ προσηνοῦς Θεοῦ; Καίτοι γε ἡμεῖς κολάζοντες, οὐκ ἀξιοῦμεν τὰς αἰτίας λέγειν πολλάκις· αὐτὸς δὲ ἂν μὴ πρότερόν σε διδάξῃ, ἂν μὴ πρότερόν σε πείσῃ, καὶ τὴν παρὰ σοῦ λάβῃ ψῆφον, ὅτι δικαίως ἐπάγει τὴν κόλασιν, οὐ τιμωρεῖται τοὺς πάλαι κολάσεως καὶ τιμωρίας ἀξίους, καὶ εὐθύνας σοι πολλαχοῦ παρέχειν ἕτοιμός ἐστι, καὶ κρίνεται πρός σε καὶ δικάζεσθαι οὐκ ὀκνεῖ. Ὁρᾷς τοὺς προφήτας τούτων ἐμπεπλησμένους τῶν λόγων· πανταχοῦ δικαστήρια Θεοῦ πρὸς ἀνθρώπους. Καὶ πολλάκις μὲν αὐτοὺς δικάζοντας τοὺς ἠδικηκότας καλεῖ, πολλάκις δὲ τὴν κτίσιν καθημένην ἐπὶ τῆς ψήφου, δεικνὺς τὴν περιφάνειαν τῶν δικαιωμάτων· οὔτε αὐτὸν τὸν ἀντίδικον, οὔτε τὰ ἀναίσθητα παραιτεῖται εἰς κρίσιν καλεῖν ὁ Θεός· ὅπερ ἡμῖν ἔθος ἐστὶ ποιεῖν, ὅταν θαῤῥῶμεν τοῖς οἰκείοις δικαίοις. Ἀκούσατε, φάραγγες, θεμέλια τῆς γῆς, ὅτι κρίσις τῷ Κυρίῳ· καὶ πάλιν, Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, γῆ, ὅτι Κύριος ἐλάλησε. Πολλάκις δὲ αὐτοὺς ἐκείνους, Λαός μου, τί ἐποίησά σοι, ἢ τί ἠδίκησά σε; Καὶ ὁ Ἱερεμίας, Τί εὕρεσαν ἐν ἐμοὶ οἱ πατέρες ὑμῶν πλημμέλημα; Οὐ ποιεῖ δὲ αὐτὸ κατὰ πόλεις καὶ ἔθνη μόνον, ἀλλὰ καὶ κατὰ ἕνα πολλάκις ἄνθρωπον. Πρὸς τὸν Δαυῒδ κρίνεται διὰ τοῦ προφήτου, καὶ τῷ Ἰωνᾷ παραιτουμένῳ κηρῦξαι Νινευΐταις, ἀπολογεῖται διὰ τῆς κολοκύνθης· Εἰ σὺ ἐφείσω ὑπὲρ τῆς κολοκύνθης, ἐγὼ οὐ φείσομαι ὑπὲρ Νινευῆς; Καὶ πολλῶν τοιούτων εὑρήσεις γεμούσας τὰς Γραφάς. Ταῦτ' οὖν εἰδότες, προσκυνῶμεν αὐτὸν, θαυμάζωμεν, θεραπεύωμεν, ὡς δυνατὸν ἡμῖν· ὡς γὰρ ἄξιον οὐ δυνατόν. Ἐπιμελώμεθα τῆς παρούσης ζωῆς, καὶ πειθώμεθα, ὅτι Θεὸς ἐφέστηκε, καὶ πρόνοια πάντα κυβερνᾷ, καὶ μετὰ ταῦτα πάντα ἔστιν ἀποδημήσαντας τυχεῖν τῶν ἐπηγγελμένων ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De fato et providentia (orationes 1-6). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg060.local001/.
