# De fato et providentia (orationes 1-6) ΠΕΡΙ ΠΡΟΝΟΙΑΣ ΚΑΙ ΕΙΜΑΡΜΕΝΗΣ..1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De fato et providentia (orationes 1-6), ΠΕΡΙ ΠΡΟΝΟΙΑΣ ΚΑΙ ΕΙΜΑΡΜΕΝΗΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/de-fato-et-providentia-orationes-1-6/%CE%A0%CE%95%CE%A1%CE%99%20%CE%A0%CE%A1%CE%9F%CE%9D%CE%9F%CE%99%CE%91%CE%A3%20%CE%9A%CE%91%CE%99%20%CE%95%CE%99%CE%9C%CE%91%CE%A1%CE%9C%CE%95%CE%9D%CE%97%CE%A3..1

Ὁ κακολογῶν πατέρα, ἢ μητέρα, θανάτῳ τελευτάτω, φησίν· ἐπὶ τῆς Παλαιᾶς ὁ νόμος ἔκειτο, ὅτε οὐ πολλὴ ἀρίστης πολιτείας ἡ ἀκρίβεια, ὅτε εἰσαγωγὴ τοῦ θείου ἦν, ὅτε παιδικὰ τὰ παραγγέλματα, ὅτε τὸ γάλα, ὅτε ὁ παιδαγωγὸς, ὅτε ὁ λύχνος, ὅτε ὁ τύπος καὶ ἡ σκιά. Τί οὖν ἂν εἴποιμεν περὶ τῶν νῦν ἐν τῇ χάριτι, καὶ τῇ τῶν πραγμάτων ἀληθείᾳ, καὶ τῇ τοσαύτῃ γνώσει, οὐχὶ πατέρα καὶ μητέρα κακολογούντων, ἀλλ' αὐτὸν τὸν τῶν ὅλων Θεόν; τίς τοὺς τοιούτους δέξεται τιμωρία; ποία τῷ μέτρῳ τῆς κακίας διαρκέσει κόλασις; ποῖος δὲ πυρὸς ποταμὸς, ποῖος σκώληξ ἀτελεύτητος, ποῖον σκότος ἐξώτερον, ποῖα δεσμὰ, ποῖος βρυγμὸς, ποῖος κλαυθμός; Πάντα ἐλάττω τὰ βασανιστήρια, καὶ τὰ ὄντα καὶ τὰ μέλλοντα τῆς οὕτω διακειμένης ψυχῆς, τῆς πρὸς τοσοῦτον κακίας κατενεχθείσης. Βλασφημίας δὲ τρόποι πολλοὶ καὶ διάφοροι· διόπερ ἀναγκαῖον αὐτοὺς ἐκθέσθαι τήμερον, ὥστε μήτε ἑκόντας τινὶ τοιούτῳ περιπεσεῖν, μήτε τινὰ τῶν φίλων, μήτε ἐχθρὸν περιπίπτοντα παριδεῖν. Οὐ γάρ ἐστιν, οὐκ ἔστι ταύτης ἁμαρτία χείρων, ἀλλ' οὐδὲ ἴση. ἀλλὰ καὶ προσθήκη κακῶν τοῦτό ἐστι, καὶ ὃ πάντα συγχεῖ, καὶ ἀσύγγνωστον ἔχει κόλασιν καὶ ἀφόρητον τιμωρίαν. Τίνες εἰσὶν οἱ τὸν Θεὸν κακῶς λέγοντες; Οἱ τῇ σοφίᾳ τῆς προνοίας αὐτοῦ τὴν ἐκ τῆς εἱμαρμένης ἀταξίαν καὶ ἀνάγκην ἐπιτειχίζοντες. Καὶ τὸ μὲν τοὺς ἀπίστους, καὶ πρὸς ξύλα καὶ λίθους κεχηνότας, καὶ θεραπεύοντας, ταύτην νοσεῖν τὴν νόσον, θαυμαστὸν οὐδέν· τὸ δὲ τοὺς ταύτης μὲν ἀπαλλαγέντας τῆς πλάνης καὶ τῆς δουλείας, καταξιωθέντας δὲ τὸν ἐπὶ πάντων εἰδέναι Θεὸν, τὸν ἀληθῆ καὶ ὄντως Θεὸν, ὥσπερ ἔκ τινος παλιῤῥοίας, πρὸς ἐκείνην ὑποσύρεσθαι τὴν ζάλην, τὸν λογισμὸν καὶ τὴν μανίαν, τοῦτό ἐστι τὸ δεινότατον, καὶ πολλῶν ὄντως δακρύων καὶ θρήνων ἄξιον· ὅταν οἱ τὸν Χριστὸν λέγοντες προσκυνεῖν, καὶ τοσούτων καταξιωθέντες μυστηρίων, καὶ τῶν ἀποῤῥήτων μετασχόντες δογμάτων, καὶ τῆς σοφίας τῆς ἐξ οὐρανῶν ἡμῖν κατενηνεγμένης, μετὰ τὴν τοσαύτην τιμὴν ἧς ἀπολελαύκασι παρὰ τοῦ Θεοῦ, ἑκόντες ἑαυτοὺς κατακρημνίζωσι, τῆς μὲν ἐλευθερίας, ἣν αὐτοῖς ὁ Θεὸς ἐχαρίσατο, μετὰ πολλῆς ἀλογίας ἑαυτοὺς ἐκβαλόντες, δουλείᾳ δὲ χαλεπωτάτῃ ὑποβαλόντες ἑαυτοὺς, καὶ τυραννικωτάτην τυραννίδα τὴν οὐκ οὖσαν ἀναπλάττοντες διὰ τῶν λογισμῶν, καὶ πᾶσαν ἐλπίδα χρηστὴν ἐκκόπτοντες, καὶ τὰ νεῦρα τῶν ὑπὲρ ἀρετῆς ἐσπουδακότων ἐκτεμεῖν ἐπιχειροῦντες. Καθάπερ ἐν πολέμῳ στρατιώτας γενναίους, καὶ τὴν ψυχὴν αὐτὴν ὑπὲρ τῆς πατρίδος ἑτοίμους ὄντας ἐπιδοῦναι, τῶν ἐχθρῶν τις ἰδὼν, καὶ μὴ δυνηθεὶς ἑτέρῳ καταβλάψαι τρόπῳ, μηδὲ ἀποστῆσαι τῆς ὑπὲρ τοῦ βασιλέως προθυμίας, μηδὲ ποιῆσαι δειλοὺς, μηδὲ μηχανήμασι περιγενέσθαι, ἑτέρως λυμήναιτο, πείθειν ἐπιχειρῶν ὡς εἰκῆ καὶ μάτην καὶ ἐπ' οὐδενὶ τοσοῦτον ἐπιδείκνυνται πόνον, ὥστε αὐτῶν ἐκλῦσαι τὰς χεῖρας, ὥστε αὐτῶν καταβαλεῖν τὴν ῥώμην, ὥστε σβέσαι τὴν προθυμίαν, ὥστε διὰ πάντων τούτων ἀποστῆσαι μὲν τῆς περὶ τὸν πόλεμον σπουδῆς, γυμνοὺς δὲ καὶ ἀόπλους νομίσας, δεδεμένους αἰχμαλώτους λαβεῖν· οὕτω καὶ ὁ διάβολος πεποίηκεν. Ἐπειδὴ ἑώρα τῇ χάριτι τοῦ Θεοῦ τὸ πλέον τῆς οἰκουμένης καταγελῶντας μὲν τῆς Ἑλληνικῆς πλάνης, παντὶ δὲ θυμῷ καὶ πάσῃ ψυχῇ τὸν ὑπὲρ τῆς εὐσεβείας πρεσβεύοντας λόγον, εἶτα ἐκ τούτου πολλὴν μὲν ἀρετῆς γιγνομένην σπουδὴν, πολλὴν δὲ ὑπεροψίαν κακίας, προελθεῖν μὲν καὶ φανερῶς εἰπεῖν, ἀπόστητε τοῦ Χριστοῦ, καταγελάσατε τῶν παρ' αὐτοῦ δογμάτων, μῦθός ἐστι τὰ ἐκείνου καὶ πλάνη, πονηρός τίς ἐστι καὶ ἀπάνθρωπος, οὐ τολμᾷ· οἶδε γὰρ ταύτῃ μᾶλλον ἀποπηδήσοντας αὐτοῦ τῆς τυραννίδος, καὶ μισήσοντας αὐτὸν μειζόνως. Διὰ τοῦτο μὲν ἐξ εὐθείας οὐκ εἰσάγει τὴν κατηγορίαν, κύκλῳ δὲ περιιὼν, ὑποσπείρει λάθρα τὸν ἰὸν τῶν δυσσεβῶν δογμάτων, τὸ μὲν δοκεῖν ἀφεὶς μένειν ἐν τῇ πίστει, τῇ δὲ ἀληθείᾳ, πρόῤῥιζον αὐτὴν ἀνασπῶν, καὶ πάντα καταλύων τῆς ἀληθείας τὰ δόγματα, καὶ πολλὴν τοῦ Θεοῦ καταχέων διαβολὴν παρὰ τοῖς πειθομένοις. Διὰ τοῦτο αὐτῷ τὸ δηλητήριον τοῦτο, καὶ τὰ θανατηφόρα τῆς εἱμαρμένης κατεσκεύασται φάρμακα, ἵνα πάντα ἅπερ εἶπον λάθρα εἰσαγάγῃ, ἵνα κενὸν ἡμῶν δείξῃ τὸ φρόνημα καὶ τὴν πίστιν κενὴν, ἵνα πονηρὰν περὶ τοῦ Θεοῦ πείσῃ τοὺς ἀνθρώπους ψῆφον ἔχειν· ὅπερ οὖν καὶ ἐν ἀρχῇ πεποίηκεν ἐπὶ τοῦ Ἀδὰμ, καθάπερ βάσκανόν τινα καὶ φθονερὸν διαβαλὼν τὸν Θεόν. Μόνον γὰρ οὐχὶ οὕτως ἔλεγεν δι' ὧν παρῄνει· ᾔδει, φησὶν, ὁ Θεὸς ὅτι ἀνοιγήσονται ὑμῶν οἱ ὀφθαλμοὶ, ᾔδει ὅτι ἔσεσθε ὡς θεοὶ, ἐφθόνησεν ὑμῖν, ἐβάσκανεν ὑμῖν μείζονος τιμῆς. Εἰ γὰρ καὶ μὴ προσετίθει ταῦτα τὰ ῥήματα, ταῦτα αὐτοῖς ἀφ' ὧν ἔλεγεν ὑποπτεύειν ἐδίδου. Καὶ ὅρα τὴν κακουργίαν. Ἀνατρέψας τοῦ Θεοῦ τὴν ψῆφον, καὶ εἰπὼν ὅτι μεγάλα αὐτοῖς ἀγαθὰ ἔσται μὴ πειθομένοις αὐτῷ, οἷον, ἄνοιξις ὀφθαλμῶν καὶ ἰσοθεΐα, καὶ γνῶσις ἠρτημένη, οὐκέτι προσέθηκεν ὅτι πονηρὸς ὁ τούτων ἀπείργων, ἵνα μὴ δόξῃ καθάπερ ἐχθρός τις καὶ πολέμιος λέγων ἀπολογεῖσθαι, ἀλλὰ πρόσωπον συμβούλου καὶ κηδεμόνος ὑποδὺς, εὐπαράδεκτον ποιήσῃ τὴν κακὴν παραίνεσιν· ὃ δὴ καὶ γέγονεν. Οὐδὲν γὰρ ἕτερον ἤθελε κατασκευάσαι δι' ὧν ἔλεγεν, ἀλλ' ἢ ὅτι ἀπόστητε τοῦ Θεοῦ τοῦ πεποιηκότος· βάσκανός ἐστι καὶ φθονερὸς, φθονεῖ τῶν μειζόνων ὑμῖν ἀγαθῶν. Ἀλλὰ ταῦτα φανερῶς μὲν οὐκ ἔθηκε τὰ ῥήματα· ἦ γὰρ ἂν, ὑποπτεύσαντες αὐτὸν εἶναι ἐχθρὸν, ἔφυγον· ἀφεὶς δὲ εἰπεῖν αὐτοῖς ταῦτα καὶ περιστείλας, τὴν ὀλεθρίαν ταύτην εἰσήγαγε συμβουλήν. Οὕτω δὴ καὶ νῦν οὐ λέγει μὲν, ἀπόστητε τοῦ Χριστοῦ, ὡς κατεγνωσμένων τῶν θείων δογμάτων· οἶδε γὰρ ὅτι ἐψεύδετο καὶ οὐκ ἐπιστεύετο· κακούργως δὲ δοκεῖ μὲν ἡμᾶς ἀφεῖναι ἐν τούτοις, καὶ συγχωρεῖν πρὸς τὴν ἀλήθειαν, ἑτέρως δὲ οὐκ εἰδότας αὐτοὺς ἐξαιρεῖ τῆς αἰωνίου ταύτης κληρονομίας· ὥσπερ ἂν εἴ τις παῖδα γνήσιον καὶ ἐλεύθερον, ἁπλοῦν τινα καὶ ἀπόνηρον, τῇ δεξιᾷ μὲν κατέχων μὴ ἐκβάλοι τῆς πατρικῆς οἰκίας, παραινοῖ δὲ αὐτῷ ποιεῖν δι' ὧν καὶ ἑκὼν καὶ ἄκων ἐκπεσεῖται τῶν πατρικῶν ἁπάντων. Οὐ γάρ ἐστιν, οὐκ ἔστι τὸν εἱμαρμένῃ προσέχοντα, δυνηθῆναι τῶν οὐρανῶν ἐπιτυχεῖν, μᾶλλον δὲ οὐκ ἔστι δυνηθῆναι τὴν γέενναν καὶ τὴν κόλασιν ἐκφυγεῖν· ἀπεναντίας γὰρ τοῖς τοῦ Θεοῦ δόγμασιν ἅπαντας πείθεσθαι ἐπιτάττει. Ὁ Θεὸς λέγει, Ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε· ἐὰν δὲ μὴ θέλητε, μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται. Τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα. Εἶδες πῶς ὁ Θεὸς φθέγγεται καὶ ποίους τίθησι νόμους; Ἄκουσον καὶ τῆς εἱμαρμένης, πῶς φθέγγεται, καὶ πῶς ἐναντίους εἰσάγει θεσμοὺς, καὶ μάθε, πῶς ἐκεῖνα μὲν ὑπὸ θείου Πνεύματος εἴρηται, τὰ δὲ ταύτης ὑπὸ πονηροῦ δαίμονος καὶ θηρός τινος ἀνημέρου. Εἶπεν ὁ Θεὸς, Ἐὰν θέλητε, καὶ ἐὰν μὴ θέλητε, κυρίους ἡμᾶς ποιῶν ἀρετῆς καὶ κακίας, καὶ ἐπὶ τῇ γνώμῃ τῇ ἡμετέρᾳ τιθείς. Ἐκεῖνος δὲ τί φησιν; Ὅτι τὸ εἱμαρμένον οὐ δυνατὸν ἐκφυγεῖν, κἂν θέλωμεν, κἂν μὴ θέλωμεν. Ὁ Θεὸς λέγει· Ἐὰν θέλητε, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε· αὐτὴ λέγει, κἂν θέλωμεν, μὴ ᾖ δὲ ἡμῖν δεδομένον, οὐδὲν ὄφελος τοῦτο θέλειν. Ὁ Θεὸς λέγει, Ἐὰν μὴ θέλητε προσέχειν τοῖς λόγοις μου, μάχαιρα ὑμᾶς κατέδεται· αὐτὴ λέγει, ἂν μὴ θέλωμεν, ᾖ δὲ ἡμῖν δεδομένον, πάντως σωζόμεθα. Οὐ ταῦτα ἡ εἱμαρμένη φησί; Τί γένοιτο ἂν οὖν τῆς μάχης ταύτης σαφέστερον; τί τοῦ πολέμου φανερώτερον τούτου, ὃν ἀναισχύντως οὕτω πρὸς τὰ θεῖα λόγια εἵλοντο οἱ τῆς πονηρίας διδάσκαλοι δαίμονες; Ἀλλ' ὅπερ ἔφην, τὸ μὲν δαίμονας καὶ ἀνθρώπους ἄλλους δαίμονας, τοὺς Ἕλληνας λέγω, ταῦτα πείθεσθαι, θαυμαστὸν οὐδέν· τὸ δὲ ὑμᾶς οὕτω θείας καὶ σωτηρίου διδασκαλίας ἀπολαύοντας, ἀτιμάζειν μὲν ταῦτα, προστρέχειν δὲ ἐκείνοις τοῖς ἀλογωτάτοις, καὶ ψυχῆς ἀπώλειαν ἔχουσι, τοῦτό ἐστι τὸ πάντων χαλεπώτερον. Τί γάρ μοι καὶ τοὺς ἔξω κρίνειν; Ἐμοὶ τέως πρὸς ὑμᾶς ἐστιν ὁ λόγος, τὰ μέλη τοῦ Χριστοῦ, τὰ τέκνα τῆς Ἐκκλησίας, τοὺς ἐν τῷ πατρικῷ οἴκῳ παιδευομένους, τοὺς οὐρανίων ἀπολαύοντας διδαγμάτων, τοὺς τοσαύτῃ τιμηθέντας τιμῇ. Διὰ τοῦτο στένω, διὰ τοῦτο δακρύω καὶ θρηνῶ· θρήνων γὰρ ὄντως ἄξια, ὅταν τις μηδὲ συγγνώμης ἄξια πίπτῃ πτώματα. Ποία γὰρ, εἰπέ μοι, συγγνώμη, ὅταν ἀποφαίνηται Θεὸς καὶ δαίμονες ἀντιφθέγγωνται, καὶ ἀξιοπιστότερα δόξῃ παρὰ τῶν οἰκείων τοῦ Θεοῦ τὰ παρ' ἐκείνων λεγόμενα; Μὴ γὰρ λογισμοὺς κινοῦμεν νῦν, ἀλλὰ τέως τὴν ἰταμότητα τῶν ἐκείνοις πειθομένων δείξομεν. Ὁ Θεὸς λέγει, Παρέθηκά σοι πῦρ καὶ ὕδωρ, τὴν ζωὴν καὶ τὸν θάνατον, οὗ ἐὰν θέλῃς ἔκτεινόν σου τὴν χεῖρα· ὁ δαίμων λέγει, ὅτι οὐκ ἔστιν ἐν σοὶ τὸ ἐκτείνειν τὴν χεῖρα, ἀλλ' ἀνάγκῃ τινὶ καὶ βίᾳ. Καὶ ἀξιοπιστότερα εἶναί σοι δοκεῖ, καὶ οὐ τὸ μέσον τῶν συμβουλευόντων νοεῖς, ὅτι ὁ μὲν Θεὸς, ὁ δὲ δαίμων· οὐ τῆς συμβουλῆς τὸ διάφορον ἐξετάζεις, ὅτι τὸ μὲν σωτήριον καὶ πρὸς ἀρετὴν καλεῖ, τὸ δὲ ὄντως καὶ δαιμονικὸν καὶ πρὸς κακίαν καὶ πονηρίαν· οὐ τὰ παρὰ τοῦ Θεοῦ σοι γεγενημένα, καὶ τὰ παρὰ τοῦ δαίμονος σκοπεῖς, ὅτι ὁ μὲν οὕτω σε ἐφίλησεν, ὡς καὶ τὸν Μονογενῆ δοῦναι ὑπὲρ σοῦ, οὗ τιμιώτερον οὐδὲν ἦν τῷ Πατρὶ, καὶ ἔτι φιλεῖ, ὡς καὶ παρακαλεῖν σε διὰ τῶν ἀποστόλων ὑπὲρ τῆς σῆς σωτηρίας, καὶ πάντα ποιεῖ· ὁ δὲ οὕτως ἐμίσησε καὶ μισεῖ, ὡς διὰ πάντων σοι πολεμεῖν καὶ μὴ μόνον οὐδὲν διδόναι χρηστὸν, ἀλλὰ καὶ ὧν ἔλαβες παρὰ τοῦ Θεοῦ, καὶ τούτων πειρᾶσθαι ἐκβάλλειν· ὁ μὲν ἀγγέλοις σε ἴσον ποιῆσαι ἐσπούδασεν, ὁ δὲ τῶν χαμαὶ βαδιζόντων ἀτιμότερόν σε κατέστησεν, αὐτούς τε σὲ προσκυνεῖν ἀντέπεισεν· ὁ μὲν εἰς βασιλείαν οὐρανῶν ἕλκει καὶ τὰς ἄλλας τιμὰς, ὁ δὲ καὶ τῆς ἐνταῦθά σοι δοθείσης ἐφθόνησε, καὶ οὐ πρότερον ἀπέστη, ἕως ἐξέβαλεν. Εἰ γὰρ καὶ τὰ δόγματα οὐ δύνασθε αὐτοῦ συνορᾷν, καίτοι ἡλίου σαφέστερα τοῖς μὴ νωθεστέροις ἐστίν· οὕτω καὶ ταῦτα τὰ τοῦ Θεοῦ πρόδηλον ἔχει τὴν ἀρετὴν καὶ τὴν σωτηρίαν, κἀκεῖνα τὴν κακίαν· ἀλλ' ὅμως εἰ πρὸς αὐτὰ μὴ δύνασθε συνιδεῖν, κἂν ἀπὸ τῶν συμβουλευόντων μάθετε τὸ σωτήριον καὶ τὸ βλαβερόν. Πῶς γὰρ οὐκ ἄτοπον ἐπὶ μὲν τῶν ἄλλων πραγμάτων ταύτῃ κεχρῆσθαι τῇ γνώμῃ, κἂν μὲν ἰατρὸς δώσῃ τινὶ σιτίον, μὴ περιεργάζεσθαι, ἀλλ' ὡς ὑγιείας ποιητικὸν δέχεσθαι, ἂν δὲ φαρμακὸς καὶ γόης, μὴ πολυπραγμονεῖν, ἀλλ' ὡς δηλητήριον καὶ βλαβερὸν ἀποστρέφεσθαι· ἐπὶ δὲ τοῦ Θεοῦ μηδὲ τούτῳ κεχρῆσθαι τῷ μέσῳ; καίτοι τοσούτῳ πλέον τὸ μέσον Θεοῦ καὶ δαίμονος, ἢ ἰατροῦ καὶ φαρμακοῦ, ὅσον οὐδὲ ἔξεστιν εἰπεῖν, οὐδὲ νῷ παραστῆσαι καὶ λόγῳ. Πῶς οὖν οὐκ ἐσχάτης ἀτοπίας, ἔνθα μὲν ἐλάχιστον τὸ διάφορον τῶν παρεχόντων τὰ σιτία, μὴ πολυπραγμονεῖν, ἀλλὰ τῇ ποιότητι τῶν προσώπων ἀντὶ πάσης κεχρῆσθαι διδασκαλίας· ἔνθα δὲ τοσοῦτον τὸ μέσον τῶν συμβουλευόντων, λόγου χρείαν ἔχειν πρὸς τὸ μαθεῖν, ὅτι τὸ μὲν σωτήριον, τὸ δὲ βλαβερόν; Μὴ, παρακαλῶ, μὴ τῶν ἀλόγων ὦμεν ἀλογώτεροι, ἀλλ' ἀποπηδῶμεν, καὶ μὴ ἐπικλίνωμεν τὰς ἀκοάς· Φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί· καὶ συγγνώμης οὐκ ἔστι τυχεῖν τοὺς ἀπατηθέντας. Τίνος γὰρ ἕνεκεν, ἂν μὲν λοιμικὸν χωρίον ἴδῃς καὶ ἐπίνοσον, φεύγεις τὴν ἐκεῖ διατριβὴν, κἂν μυρία σε ἕλκῃ πρὸς τὴν οἴκησιν ἐκείνην, πάντων τὴν τοῦ σώματος ὑγίειαν προτιθείς· ὅταν δὲ λόγου τοῦ λοιμώδους τινὲς ὦσιν ἐμπεπλησμένοι, καὶ νοσήματος, οὐχὶ σῶμα διαφθείροντος μόνον, ἀλλὰ καὶ ψυχὴν ἀπολλύντος, καὶ χείρω καὶ φαυλοτέραν ἐργαζομένου, οὐκ ἀποπηδᾷς; Ἄκουσον, φησί τις σοφὸς ἀνὴρ, μὴ στήσῃς, ἀλλ' ἀποπήδησον, μὴ ἐγχρονίσῃς, καὶ τὴν βραχυτάτην ἐν τούτοις δεδοικὼς διατριβήν. Ταῦτα δὲ λέγομεν, οὐ τὴν ἰσχὺν τῶν παρ' ἐκείνοις δογμάτων δεδοικότες, ἀλλὰ τὴν ὑμετέραν ἀσθένειαν φοβούμενοι. Ἡμῖν γὰρ τῇ τοῦ Θεοῦ χάριτι ἀραχνίων ἀσθενέστερα τὰ ἐκείνων φαίνεται, τοῖς τεθεμελιωμένοις τῇ πίστει, κἂν μυριάκις ἡμῶν ἐπᾴδωσι τὰς ἀκοὰς, τοσούτῳ πλείω τὸν γέλωτα ὀφλισκάνουσι παρ' ἡμῶν, καθάπερ οἱ μεμηνότες καὶ τῶν οἰκείων φρενῶν ἐξεστηκότες· τὴν δὲ ὑμετέραν ἀσθένειαν δεδοίκαμεν. Οὐ κατὰ πάντων λέγω τὰ εἰρημένα, ἀλλὰ κατὰ τῶν ὑπευθύνων τοῖς λεγομένοις ὄντων. Ἐπεὶ καὶ Παῦλος, ὁ πάντων κρατῶν, οὐχὶ διδασκαλίαν μόνον, ἀλλὰ καὶ κατὰ τῶν ἀλλοτρίων ἐπιδεικνὺς τῷ μαθητῇ Τιμοθέῳ τὰς λογομαχίας, τὰς κενοφωνίας περιίστασθαι παραινεῖ. Ὀλίγος ἐστὶν ὁ τῆς ζωῆς ἡμῶν χρόνος, βραχὺ τὸ τῆς σωτηρίας ἐφόδιον. Ἂν οὖν αὐτὸν τὸν βραχὺν χρόνον τὸν δοθέντα ἡμῖν πρὸς τὸ μαθεῖν τι τῶν χρησίμων, εἰς περιττὰς καὶ ἀνονήτους καὶ βλαβερὰς ἀναλώσωμεν ἀκροάσεις, πότε λοιπὸν εὐπορήσομεν ἑτέρου πρὸς τὸ μαθεῖν τὰ ἀναγκαῖα καὶ κατεπείγοντα; Μάλιστα μὲν γὰρ, εἰ καὶ μακρὸς ἦν, πάντα αὐτὸν εἰς τὰ χρήσιμα ἀναλίσκειν ἔδει· ὅταν δὲ καὶ ὀλίγος ᾖ καὶ βραχὺς, πῶς οὐκ ἐσχάτης ἀνοίας τὴν ὀλιγότητα αὐτοῦ εἰς τὰ διαφθείροντα δόγματα τὴν ψυχὴν τὴν ἡμετέραν δαπανᾷν; Τί σοι χρεία φαρμάκου; μὴ δέξῃ πληγὴν, μὴ τὸν χρόνον ἀναλώσῃς εἰς τὸ θεραπεύειν, ἃ λαμβάνεις παρ' ἑτέρων, καὶ ἔχεις· ἀπὸ τῶν θείων Γραφῶν τὸ ὑγιὲς συγκρότει, κἂν προσέλθῃ τις ἕτερόν τι λέγων, ἀπόφραξον τὰ ὦτα, ἀποπήδησον εὐθέως, μὴ ἐγχρονίσῃς. Καὶ εἰ, κατὰ βασιλέων συλλόγου γενομένου, οὐκ ἂν ἠνέσχου μετασχεῖν τοῦ συνεδρίου, ὡς τῇ κοινωνίᾳ τῆς ἀκροάσεως, εἰ καὶ μὴ συγκατάθεσις γένοιτο, κινδυνεύσων πάντως· ὅταν κατὰ Θεοῦ λέγηταί τι, καὶ δόγμα τῆς αὐτοῦ γέμον κατηγορίας γυμνάζηται, οὐκ ἀποφεύξῃ, οὐ μισήσεις τὴν βλάσφημον γλῶτταν, οὐκ ἐμφράξεις τὰ ἄθεα στόματα; Καὶ πῶς δυνήσῃ μετὰ παῤῥησίας εὔχεσθαι τὸν Θεὸν, ταῖς διαβολαῖς ταῖς κατ' αὐτοῦ κοινωνῶν; Μὴ, παρακαλῶ. Ταῦτά μοι οὐ πρὸς τοὺς παρόντας εἴρηται, μᾶλλον δὲ καὶ πρὸς τοὺς παρόντας. Εἰ γὰρ καὶ ὑμεῖς ἀνεύθυνοι, ἀλλ' οὕστινας ἴστε ταύτην νοσοῦντας τὴν νόσον, τούτοις καὶ ἑτέροις πλείοσιν ἐπαντλᾶτε ῥήμασιν, ὥστε πρόῤῥιζον ἀνασπάσαι τὸ κακόν. Γένοιτο δὲ εὐχαῖς τῶν ἁγίων καὶ φίλων τοῦ Θεοῦ (οὐ γὰρ δὴ τοσοῦτον ἡμῶν ἰσχύει τὰ ῥήματα, ὅσον τῆς ἐκείνων εὐχῆς ἡ παῤῥησία), γένοιτο πάντας ἡμᾶς, καὶ ὅσοι πρὸς τὸ πλήρωμα τῆς Ἐκκλησίας συντελοῦσι, τούτων ἀπαλλαγέντας τῶν κακῶν, μετὰ παῤῥησίας στῆναι ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ᾧ ἡ δόξα. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De fato et providentia (orationes 1-6). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg060.local001/.
