Ancient Greek · ~26 min
Section 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De gloria in tribulationibus 1.1
Not analysed yet
Ἐπίπονον μὲν γηπόνῳ τὸ ζεῦξαι βόας, καὶ ἄροτρον ἑλκύσαι, καὶ αὔλακα ἀνατεμεῖν, καὶ σπέρματα καταβαλεῖν, καὶ ἀνασχέσθαι χειμῶνος, καὶ κρυμὸν ἐνεγκεῖν, καὶ περιελάσαι τάφρον, καὶ πλεονεξίαν ὑδάτων ἐπιοῦσαν τοῖς σπέρμασιν ἀποκρούσασθαι, καὶ ὄχθας ποταμῶν ὑψηλοτέρας ἐργάσασθαι, καὶ διὰ μέσης τῆς ἀρούρας βαθυτέρας αὔλακας ἀνατεμεῖν· ἀλλὰ τὰ ἐπίπονα ταῦτα, καὶ μόχθον ἔχοντα, κοῦφα γίνεται καὶ ῥᾷστα, ὅταν ταῖς ἐλπίσιν ὁ γεωργὸς ἴδῃ κομῶντα τὰ λήϊα, καὶ τὴν δρεπάνην ἠκονημένην, καὶ τὴν ἅλωνα τῶν δραγμάτων ἐμπεπλησμένην, καὶ τὸν καρπὸν ὥριμον μετὰ πολλῆς τῆς εὐφροσύνης οἴκαδε εἰσκομιζόμενον. Οὕτω καὶ κυβερνήτης ἀγρίων κυμάτων κατατολμᾷ, καὶ χειμῶνος, καὶ μαινομένης θαλάττης πολλάκις καταφρονεῖ, καὶ πνευμάτων ἀστάτων, καὶ διαποντίους κλύδωνας καὶ μακρὰς οἶδε φέρειν ἀποδημίας, ὅταν τὰ φορτία ἀναλογίζηται, καὶ τοὺς τῆς ἐμπορίας λιμένας, καὶ τὸν ἐκ τούτων ἄπειρον πλοῦτον τικτόμενον ἴδῃ. Οὕτω καὶ στρατιώτης τραύματα φέρει, καὶ νέφη βελῶν ἀποδέχεται, καὶ λιμὸν ὑποφέρει, καὶ κρυμὸν, καὶ τὰς μακρὰς ἀποδημίας, καὶ τοὺς ἐπὶ τῆς παρατάξεως κινδύνους, ἐντεῦθεν τὰ τρόπαια καὶ τὰς νίκας καὶ τοὺς στεφάνους ἀναλογιζόμενος. Ἀλλὰ τίνος ἕνεκεν τούτων ἐμνήσθην; ἢ τί μοι βούλεται ταῦτα τὰ παραδείγματα; Παράκλησιν ὑμῖν ἐντεῦθεν πρὸς τὴν ἀκρόασιν εἰσαγαγεῖν βούλομαι, καὶ παραμυθίαν πρὸς τοὺς ὑπὲρ τῆς ἀρετῆς ἱδρῶτας. Εἰ γὰρ τῶν εἰρημένων ἕκαστος τὸ ἐπίπονον κοῦφον ἡγεῖται διὰ τὴν τῶν μελλόντων ἐλπίδα, καὶ ταῦτα, εἰ καί τις αὐτῶν ἐπιτυχεῖν δυνηθείη, τῷ παρόντι συγκαταλυόμενα βίῳ, πολλῷ μᾶλλον ὑμᾶς τὴν ὑπὲρ τῆς πνευματικῆς διδασκαλίας ἀκρόασιν ἀνέχεσθαι χρὴ, καὶ τὴν ὑπὲρ τῆς αἰωνίου ζωῆς παράταξίν τε καὶ τοὺς ἱδρῶτας γενναίως φέρειν. Τοῖς μὲν γὰρ ἄδηλα τὰ τῆς προσκαίρου ἐλπίδος ἐστὶ, καὶ ἐν προσδοκίᾳ μόνῃ τῶν χρηστῶν πολλάκις γενόμενοι, τὸν βίον οὕτω κατέλυσαν, ἐντρυφήσαντες μὲν ταῖς ἐλπίσιν, ἐπὶ δὲ τῶν ἔργων αὐτῶν οὐκ ἐγγίσαντες, καὶ δὴ διὰ ταῦτα τὰ χαλεπώτερα ὑπομείναντες. Οἷόν τι λέγω· Μετὰ τοὺς πολλοὺς ἐκείνους πολλάκις πόνους τε καὶ ἱδρῶτας ὁ γηπόνος ἐνίοτε ἐν αὐτῷ τῷ τὴν δρεπάνην ἀκονᾷν, καὶ πρὸς τὸν ἄμητον παρασκευάζεσθαι, ἐρυσίβης κατενεχθείσης, ἢ πλήθους ἀκρίδων, ἢ πέρα τοῦ μέτρου τῆς ἐπομβρίας γενομένης, ἢ ἑτέρας τινὸς πληγῆς ἐπενεχθείσης ἐκ τῆς τῶν ἀέρων ἀνωμαλίας, ἀπῆλθε κεναῖς οἴκαδε χερσὶ, τὸν μὲν πόνον ἅπαντα ὑπομείνας, τοῦ δὲ καρποῦ τῆς ἐλπίδος ἐκπεσών. Καὶ ὁ κυβερνήτης δὲ ὁμοίως χαίρων τῷ πλήθει τῶν φορτίων, καὶ μετὰ πολλῆς τῆς ἡδονῆς τὰ ἱστία πετάσας, καὶ περάσας πολὺ πέλαγος, ἐν αὐτῷ πολλάκις τῷ στόματι τοῦ λιμένος, ἢ σπιλάδος ἐμπεσούσης, ἢ ὑφάλῳ καὶ σκοπέλῳ τινὶ προσαράξας, ἢ ἄλλῃ τινὶ τοιαύτῃ ἀδοκήτῳ περιστάσει πληγεὶς, πάντα τὸν φόρτον ἀπώλεσε, καὶ μόλις τὸ ἑαυτοῦ σῶμα γυμνὸν διέσωσε μετὰ τοὺς μυρίους κινδύνους ἐκείνους. Οὕτω καὶ ὁ στρατιώτης μυρίοις πολλάκις παραταξάμενος πολέμοις, καὶ ἀποκρουσάμενος τοὺς ἐναντίους, καὶ τῶν ἐχθρῶν περιγενόμενος, καὶ ἐν αὐτῇ ὢν τῇ προσδοκίᾳ τῆς νίκης, τὴν ζωὴν μεταλλάξας ἀπῆλθεν, οὐδενὸς ὅλως ἐκ τῶν μόχθων καὶ τῶν κινδύνων ἀπολαύσας χρηστοῦ. Τὰ δὲ ἡμέτερα οὐ τοιαῦτα· τάς τε γὰρ ἐλπίδας αἰωνίους ἔχει ἀκινήτους τε καὶ βεβαίας, καὶ οὐ τῷ προσκαίρῳ τούτῳ συγκαταλυομένας βίῳ, ἀλλὰ πρὸς τὴν ἀκήρατον καὶ μακαρίαν ἐκείνην καὶ διαιωνίζουσαν ζωὴν, καὶ οὐ μόνον ἀνωμαλίᾳ ἀέρων καὶ ἀδοκήτων πραγμάτων περιστάσει οὐκ ἐπιβουλευομένας, ἀλλ' οὐδὲ αὐτῷ τῷ θανάτῳ διαλυομένας. Ἀπὸ τῶν ἐλπίδων δὲ αὐτῶν ἴδοι τις ἂν καὶ ἐν αὐτοῖς τοῖς τυχοῦσι λάμποντα αὐτῶν τὸν καρπὸν, καὶ πολλὴν καὶ μεγάλην οὖσαν τὴν ἀμοιβήν. Διὰ τοῦτο ὁ μακάριος Παῦλος ἐβόα, λέγων· Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσι. Παρακαλῶ μὴ παραδράμωμεν τὸ εἰρημένον ἁπλῶς· ἀλλ' ἐπειδὴ, οὐκ οἶδα πῶς, πάλιν ἡμᾶς ὁ λόγος εἰς τὸν τοῦ καλοῦ κυβερνήτου Παύλου λιμένα εἰσήγαγεν, ἐντρυφήσωμεν τῇ λέξει, βραχείᾳ μὲν οὔσῃ, πολλῇ δὲ ἡμᾶς παιδευούσῃ φιλοσοφίᾳ. Τί ποτ' οὖν ἐστιν ἄρα τὸ εἰρημένον, καὶ τί τοῦτο εἰπὼν ᾐνίξατο ἡμῖν, λέγων, Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσι; Μικρὸν, εἰ δοκεῖ, ἀνωτέρω τὸν τῆς διδασκαλίας λόγον ἀγάγωμεν, καὶ πολλὴν ὀψόμεθα τὴν σαφήνειαν, καὶ τὴν τῶν νοημάτων δύναμιν ἐκεῖθεν τικτομένην ἡμῖν. Ἀλλὰ μηδένα τὸ σῶμα καταμαλακιζέτω· ἀλλ' ἀντὶ δρόσου γενέσθω ἡ τῆς πνευματικῆς ἀκροάσεως ἐπιθυμία. Καὶ γὰρ περὶ θλίψεως ἡμῖν ὁ λόγος καὶ ἐπιθυμίας ἀγαθῶν αἰωνίων, καὶ ὑπομονῆς, καὶ τῆς ἐκ τούτων γινομένης ἀμοιβῆς τοῖς οὐκ ἀναπεπτωκόσι. Τί ποτ' οὖν ἐστι τὸ, Οὐ μόνον; Ὁ γὰρ τοῦτο εἰρηκὼς, εἰπεῖν ἡμῖν πολλὰ καὶ ἕτερα δείκνυσι προϋπηργμένα ἀγαθά· καὶ μετ' ἐκείνων καὶ τοῦτο προστίθησι, τὸ ἀπὸ τῆς θλίψεως· διὸ καὶ ἔλεγεν ὁ αὐτός· Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσιν. Ὥστε δὲ σαφέστερον γενέσθαι τὸ εἰρημένον, βραχεῖαν ὥραν ἀνάσχεσθε, μακροτέραν ἡμῶν ποιουμένων τὴν διδασκαλίαν τῷ λόγῳ. Ἐπειδὴ γὰρ κατηγγέλθη ὑπὸ τῶν ἀποστόλων τὸ θεῖον κήρυγμα, καὶ περιῄεσαν πανταχοῦ τῆς οἰκουμένης σπείροντες τῆς εὐσεβείας τὸν λόγον, καὶ πρόῤῥιζον ἀνασπῶντες τὴν πλάνην, καὶ τοὺς πατρῴους τῶν ἀσεβῶν καταλύοντες νόμους, καὶ παρανομίαν ἅπασαν ἐλαύνοντες, καὶ τὴν γῆν ἐκκαθαίροντες, καὶ εἰδώλων μὲν καὶ ναῶν καὶ βωμῶν καὶ πανηγύρεων τῶν ἐκεῖθεν καὶ τελετῶν κελεύοντες ἀποπηδᾷν, ἐπιγινώσκειν δὲ τὸν τῶν ὅλων ἕνα καὶ μόνον Θεὸν, καὶ τὰς μελλούσας ἀναμένειν ἐλπίδας, καὶ περὶ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος διελέγοντο, καὶ περὶ ἀναστάσεως ἐφιλοσόφουν, καὶ περὶ βασιλείας οὐρανῶν διελέγοντο· διὰ ταῦτα πόλεμος ἀνήφθη χαλεπὸς, καὶ πολέμων ἁπάντων ὁ τυραννικώτατος, καὶ πάντα θορύβου καὶ ταραχῆς καὶ στάσεως ἔγεμε, καὶ πόλεις ἅπασαι, καὶ δῆμος ἅπας, καὶ οἰκία, καὶ οἰκουμένη καὶ ἀοίκητος, ἅτε δὴ τῶν παλαιῶν ἐθῶν διασαλευομένων, καὶ τῆς ἐπὶ τοσοῦτον κατασχούσης προλήψεως διασειομένης, καινῶν δὲ εἰσαγομένων δογμάτων, καὶ ὧν μηδεὶς μηδέποτε ἤκουσε· πρὸς ταῦτα βασιλεῖς ἠγρίαινον, καὶ ἄρχοντες ἐδυσχέραινον, καὶ ἰδιῶται ἐταράττοντο, καὶ ἀγοραὶ ἐθορυβοῦντο, καὶ δικαστήρια ἐχαλέπαινε, καὶ ξίφη ἐγυμνοῦτο, καὶ ὅπλα παρεσκευάζετο, καὶ νόμοι ἠγανάκτουν. Ἐκεῖθεν τιμωρίαι καὶ κολάσεις καὶ ἀπειλαὶ καὶ πάντα συνεκινεῖτο τὰ ἐν ἀνθρώποις εἶναι δοκοῦντα δεινά. Ὥσπερ θαλάττης μαινομένης καὶ χαλεπὰ ναυάγια ὠδινούσης, οὐδὲν ἄμεινον τὰ τῆς οἰκουμένης διέκειτο, πατρὸς παῖδα διὰ τὴν εὐσέβειαν τότε ἀποκηρύττοντος, καὶ νύμφης πρὸς πενθερὰν σχιζομένης, καὶ ἀδελφῶν διαιρουμένων, καὶ δεσποτῶν κατὰ τῶν οἰκετῶν ἀγανακτούντων, καὶ τῆς φύσεως σχεδὸν πρὸς ἑαυτὴν στασιαζούσης, καὶ οὐκ ἐμφυλίου μόνον, ἀλλὰ καὶ συγγενικοῦ διὰ πάσης οἰκίας διιόντος πολέμου Ὁ γὰρ λόγος μαχαίρας δίκην εἰσιὼν, καὶ τὸ νοσοῦν ἀπὸ τοῦ ὑγιαίνοντος τέμνων, πολλὴν ἐποίει πανταχοῦ τὴν στάσιν εἶναι, καὶ τὴν φιλονεικίαν, καὶ πανταχόθεν μυρίας αἴρεσθαι κατὰ τῶν πιστευόντων παρεσκεύασεν ἐπαχθείας καὶ μάχας. Ἐντεῦθεν οἱ μὲν εἰς δεσμωτήρια ἀπήγοντο, οἱ δὲ εἰς δικαστήρια, οἱ δὲ τὴν ἐπὶ θάνατον φέρουσαν ὁδόν· καὶ τῶν μὲν αἱ οὐσίαι ἐδημεύοντο, οἱ δὲ καὶ τῆς πατρίδος καὶ τῆς ζωῆς αὐτῆς πολλάκις ἐξέπιπτον, καὶ πανταχόθεν νιφάδων πυκνότερα περιειστήκει τὰ κακά· ἔνδοθεν μάχαι, ἔξωθεν φόβοι, παρὰ τῶν φίλων, παρὰ τῶν ἀλλοτρίων, παρ' αὐτῶν τῶν τῇ φύσει συνδεδεμένων ἀλλήλοις.