# De gloria in tribulationibus 2.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De gloria in tribulationibus, Section 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/de-gloria-in-tribulationibus/2.1

Ταῦτ' οὖν ὁρῶν ὁ μακάριος Παῦλος, ὁ τῆς οἰκουμένης παιδοτρίβης, ὁ τῶν οὐρανίων δογμάτων διδάσκαλος, ἐπειδὴ τὰ μὲν δεινὰ ἐν χερσὶν ἦν καὶ πρὸ τῶν ὀφθαλμῶν πραττόμενα, τὰ δὲ χρηστὰ ἐν ἐλπίσι μόνον καὶ ἐπαγγελίαις, βασιλεία οὐρανῶν, λέγω, καὶ ἀνάστασις, καὶ τῶν ἀγαθῶν ἐκείνων λῆξις τῶν πάντα νοῦν καὶ λόγον ὑπερβαινόντων κάμινοι δὲ καὶ τήγανα καὶ ξίφη καὶ τιμωρίαι καὶ παντοδαπαὶ κολάσεις καὶ θάνατοι οὐκ ἐν ἐλπίσιν, ἀλλ' ἐν πείρᾳ· οἱ δὲ πρὸς ταῦτα ἀγωνίζεσθαι μέλλοντες, ἀρτίως ἀπὸ βωμῶν καὶ εἰδώλων καὶ τρυφῆς καὶ ἀκολασίας καὶ μέθης εἰσποιηθέντες ἦσαν τῇ πίστει, οὐδὲν ὑψηλὸν περὶ τῆς ἀϊδίου ζωῆς τέως μεμελετηκότες ἐννοεῖν, ἀλλὰ τῶν παρόντων ἀντεχόμενοι μᾶλλον· καὶ εἰκὸς τούτων πολλοὺς μικροψυχεῖν καὶ ἐκλύεσθαι, καὶ ἀναπίπτειν καθ' ἑκάστην πολιορκουμένους ἡμέραν· ὅρα τί ποιεῖ ὁ τῶν ἀποῤῥήτων κοινωνὸς, καὶ πρόσεχε τῇ Παύλου σοφίᾳ. Συνεχῶς περὶ τῶν μελλόντων αὐτοῖς διαλέγεται, καὶ τὰ βραβεῖα ὑπ' ὄψιν ἄγει, καὶ δείκνυσι τοὺς στεφάνους, ἀλείφων αὐτοὺς καὶ παραμυθούμενος ταῖς τῶν αἰωνίων ἀγαθῶν ἐλπίσι. Καὶ τί φησι; Λογιζόμεθα γὰρ, ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. Τί γάρ μοι λέγεις, φησὶ, τραύματα καὶ βωμοὺς καὶ δημίους καὶ τιμωρίας καὶ λιμοὺς καὶ δημεύσεις καὶ πενίαν καὶ δεσμὰ καὶ ἁλύσεις; πάντα ὅσα βούλει τίθει τὰ δοκοῦντα ἐν ἀνθρώποις δεινὰ, καὶ οὐδὲν ἄξιον λέγεις τῶν ἐπάθλων ἐκείνων καὶ τῶν στεφάνων καὶ τῶν ἀμοιβῶν. Τὰ μὲν γὰρ τῷ παρόντι συγκαταλύεται βίῳ, τὰ δὲ ἐν τῷ ἀπείρῳ αἰῶνι τέλος οὐκ ἔχει· καὶ τὰ μὲν παροδεύει πρόσκαιρα ὄντα, τὰ δὲ παραμένει διηνεκῶς ἀγήρατα συνυπάρχοντα. Ὅπερ καὶ ἀλλαχοῦ τοῦτο αὐτὸ αἰνιττόμενος ἔλεγε· Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως· τῇ ποσότητι τὴν ποιότητα ὑποτεμνόμενος, καὶ τῷ χρόνῳ τὸ φορτικὸν παραμυθούμενος. Ἐπειδὴ γὰρ τῇ φύσει βαρέα καὶ φορτικὰ ἦν τὰ τότε συμβαίνοντα, τῷ προσκαίρῳ τὸ φορτικὸν αὐτῶν ὑποτέμνεται, λέγων· Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως ἡμῶν καθ' ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν, μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα. Τὰ γὰρ βλεπόμενα, πρόσκαιρα· τὰ δὲ μὴ βλεπόμενα, αἰώνια. Καὶ πάλιν ἀνάγων αὐτοὺς εἰς τὴν ἔννοιαν τοῦ μεγέθους τῶν τότε ἀγαθῶν, αὐτὴν εἰσάγει τὴν κτίσιν ὀδυνωμένην καὶ συστενάζουσαν ἐπὶ τοῖς παροῦσι μοχθηροῖς, καὶ σφόδρα ἐπιθυμοῦσαν τὰ μέλλοντα, ὡς πάνυ ὄντα χρηστὰ, λέγων οὕτω· Καὶ γὰρ ἡ κτίσις συστενάζει καὶ συνωδίνει ἄχρι τοῦ νῦν. Τίνος ἕνεκεν στενάζει; τίνος ἕνεκεν ὠδίνει; Τὰ μέλλοντα ἐκεῖνα προσδοκῶσα ἀγαθὰ καὶ ἐπιθυμοῦσα τὴν ἐπὶ τὸ βέλτιον μεταβολήν. Καὶ γὰρ καὶ αὐτὴ, φησὶν, ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ. Ὅταν δὲ ἀκούσῃς, ὅτι στενάζει καὶ ὠδίνει, μὴ λογικὴν εἶναι νόμιζε, ἀλλὰ μάνθανε τῆς Γραφῆς τὸ εἶδος. Ὅταν γὰρ βούληται ὁ Θεὸς μέγα καὶ χρηστὸν ἀναγγεῖλαι τοῖς ἀνθρώποις διὰ τῶν προφητῶν, καὶ αὐτὰ τὰ ἄψυχα αἰσθάνεσθαι ποιεῖ τῶν γινομένων θαυμάτων τὸ μέγεθος· οὐκ ἐπειδὴ αἰσθάνεσθαι τὴν κτίσιν φαμὲν, ἀλλ' ἵνα τῶν θαυμάτων τὸ μέγεθος παραστῆσαι δυνηθῇ ἐκ τῶν συμβαινόντων τοῖς ἀνθρώποις. Τοῦτο δὴ καὶ ἡμῖν ἔθος λέγειν, ὅταν τι τῶν ἀδοκήτων συμβῇ, [ὅτι αὐτὴ ἡ πόλις ἐστύγνασεν, αὐτὸ τὸ ἔδαφος σκυθρωπὸν ἐγένετο·] καὶ ἐπὶ τῶν φοβερῶν δὲ ἀνθρώπων καὶ θηριώδη θυμὸν ἐχόντων τοῦτο αὐτὸ εἴποι τις ἄν· ὅτι αὐτὰ τὰ θεμέλια διέσεισεν, αὐτοὶ οἱ λίθοι αὐτὸν ἐτρόμαξαν· οὐκ ἐπειδὴ ὄντως οἱ λίθοι τοῦτον ἐτρόμαξαν, ἀλλ' ἵνα τὴν ὑπερβολὴν τῆς θηριώδους καρδίας αὐτοῦ καὶ τὸν θυμὸν παραστῆσαι δυνηθῶσι. Διὰ δὴ τοῦτο καὶ ὁ θαυμάσιος προφήτης Δαυῒδ ἀπαγγέλλων τὰ ἀγαθὰ τὰ τοῖς Ἰουδαίοις συμβάντα, καὶ τὴν ἡδονὴν τὴν ἐκ τῆς ἐλευθερίας Αἰγύπτου ἐγγινομένην αὐτοῖς, ἔλεγεν· Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου, οἴκου Ἰακὼβ ἐκ λαοῦ βαρβάρου, ἐγενήθη Ἰουδαία ἁγίασμα αὐτοῦ, Ἰσραὴλ ἐξουσία αὐτοῦ· ἡ θάλασσα εἶδε, καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω· τὰ ὄρη ἐσκίρτησαν ὡσεὶ κριοὶ, καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων, ἀπὸ προσώπου Κυρίου. Καὶ τοῦτο οὐδαμοῦ γενόμενον ἤκουσέ τις. Ἡ μὲν γὰρ θάλασσα, καὶ ὁ Ἰορδάνης ἀνεστράφη εἰς τὰ ὀπίσω προστάγματι τοῦ Θεοῦ· τὰ δὲ ὄρη καὶ οἱ βουνοὶ οὐκ ἐσκίρτησαν· ἀλλ', ὅπερ ἔφθην εἰπὼν, τὴν ὑπερβολὴν τῆς ἡδονῆς παραστῆσαι βουλόμενος, καὶ τὴν ἄνεσιν τὴν ἐκ τῆς τῶν Αἰγυπτίων κακώσεως ὑπηργμένην αὐτοῖς, καὶ αὐτὰ τὰ ἄψυχα σκιρτᾷν ἔλεγε καὶ πηδᾷν ἐπὶ τοῖς συμβεβηκόσιν αὐτοῖς χρηστοῖς· ὡς ὅταν τι καὶ λυπηρὸν ἀπαγγεῖλαι βούληται ἐξ ἡμετέρας ἁμαρτίας τικτόμενον, φησίν· Πενθήσει οἶνος, πενθήσει καὶ ἄμπελος· καὶ ἀλλαχοῦ· Ὁδοὶ Σιὼν πενθοῦσιν· ἀλλὰ καὶ δακρύειν τὰ ἀναίσθητα λέγει· Τεῖχος γὰρ θυγατρὸς Σιὼν, κατάγαγε δάκρυα, φησί· καὶ αὐτὴν δὲ τὴν γῆν, καὶ Ἰουδαίαν πενθεῖν λέγει καὶ μεθύειν τῇ λύπῃ οὐχ ὡς τῶν στοιχείων αἰσθανομένων τούτων, ἀλλ' ὅπερ ἔφθην εἰπὼν, ἕκαστος τῶν προφητῶν τὴν ὑπερβολὴν τῶν ἐκ Θεοῦ χορηγουμένων ἡμῖν ἀγαθῶν, καὶ τῶν τιμωριῶν τῶν ἐκ τῆς ἡμετέρας κακίας ἐπαγομένων ἡμῖν παραστῆσαι θέλων· διὸ δὴ καὶ ὁ μακάριος Παῦλος καὶ αὐτὸς τὴν κτίσιν εἰσάγει στενάζουσαν καὶ ὀδυνωμένην, ἵνα τὸ μέγεθος τῶν δωρεῶν τοῦ Θεοῦ τῶν μετὰ ταῦτα διαδεξομένων ἡμᾶς παραστῆσαι δυνηθῇ.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De gloria in tribulationibus. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg066.local001/.
