Ancient Greek · ~24 min
Section 4
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De gloria in tribulationibus 4.1
Not analysed yet
Ἀλλὰ γὰρ καὶ ἐπὶ ἡμῶν ταῦτα γέγονε· καὶ εἰ βούλοιτό τις, ἐνθυμηθήτω ὃ λέγω, ἐν τῷ καιρῷ τῶν διωγμῶν οἷα συνέβαινεν. Εἰσῄει παρθένος ἁπαλὴ καὶ ἀπειρόγαμος, κηροῦ μαλακώτερον ἔχουσα σῶμα· εἶτα τῷ ξύλῳ προσηλωθεῖσα πάντοθεν, διωρύττετο τὰς πλευρὰς καταξεομένη, καὶ κατεῤῥεῖτο τῷ αἵματι, καὶ καθάπερ νυμφευομένη μᾶλλον καὶ ἐν παστάδι καθημένη, οὕτω μετ' εὐνοίας ἔφερε τὰ γινόμενα διὰ τὴν βασιλείαν τῶν οὐρανῶν, ἐν αὐτοῖς τοῖς ἀγῶσι στεφανουμένη. Ἐννόησον ἡλίκον ἦν ἰδεῖν τύραννον μετὰ στρατοπέδων καὶ ξιφῶν ἠκονημένων καὶ ὅπλων τοσούτων ἀπὸ μιᾶς κόρης νικώμενον. Ὁρᾷς ὅτι καὶ αὐτὴ ἡ θλίψις καύχησιν ἔχει μεγίστην; Καὶ μαρτυρεῖτε τοῖς λεγομένοις ὑμεῖς. Οὔπω γὰρ τῶν μαρτύρων ἀπολαβόντων τὰς ἀμοιβὰς, οὐδὲ τὰ βραβεῖα καὶ τοὺς στεφάνους, ἀλλ' εἰς κόνιν διαλυθέντων καὶ τέφραν, μετὰ πάσης προθυμίας συντρέχομεν εἰς τὰς ἐκείνων τιμὰς, καὶ θέατρον συγκροτοῦμεν πνευματικὸν, καὶ ἀνακηρύττομεν τούτους, καὶ στεφανοῦμεν αὐτοὺς διά τε τὰ τραύματα καὶ τὸ αἷμα, διὰ τὰς βασάνους καὶ τὰς πληγὰς, διὰ τὰς θλίψεις ἐκείνας καὶ τὰς στενοχωρίας· οὕτω καὶ αὐταὶ αἱ θλίψεις καύχημα ἔχουσι καὶ πρὸ τῆς ἀμοιβῆς. Ἐννόησον ἡλίκος ἦν ὁ Παῦλος τότε τὰ δεσμωτήρια οἰκῶν, καὶ εἰς δικαστήρια ἐπαγόμενος, πῶς περίβλεπτος, πῶς λαμπρὸς, καὶ περιφανὴς παρὰ πᾶσιν ἐφαίνετο, μάλιστα δὲ παρ' ὧν ἐπολεμεῖτο, καὶ ἐπεβουλεύετο. Καὶ τί λέγω, ἀνθρώποις περίβλεπτος, ὅπου γε καὶ τοῖς δαίμοσι τότε μᾶλλον ἦν φοβερὸς, ὅτε ἐμαστίζετο; Ὅτε δὲ ἐδεσμεῖτο, ὅτε ἐναυάγει, τότε τὰ μέγιστα εἰργάζετο σημεῖα, τότε μειζόνως περιεγένετο τῶν ἀντικειμένων δυνάμεων. Εἰδὼς οὖν καλῶς τὸ ἀπὸ τῶν θλίψεων τούτων προσγινόμενον τῇ ψυχῇ κέρδος, ἔλεγεν· Ὅταν ἀσθενῶ, τότε δυνατός εἰμι· εἶτα ἐπάγει· Διὸ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν ἀνάγκαις, ἐν διωγμοῖς, ἐν παθήμασιν, ἵνα ἐπισκηνώσῃ ἐπ' ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ. Διὰ τοῦτο καὶ πρός τινας ἐν Κορίνθῳ διατρίβοντας, καὶ πρὸς τούτους ἀποτεινόμενος μεγαλοφρονοῦντας ἐφ' ἑαυτοῖς, τῶν δὲ λοιπῶν καταψηφιζομένους, τὸν χαρακτῆρα τῆς Ἐπιστολῆς ἀπογράφων, ἀνάγκην ἔσχεν ἐντεῦθεν τῶν καθ' ἑαυτὸν κατορθωμάτων συνθεῖναι ἡμῖν τὴν εἰκόνα, καὶ τοῦτο οὐκ ἀπὸ τῶν σημείων, οὐκ ἀπὸ τῶν θαυμάτων, οὐκ ἀπὸ τῆς τιμῆς, οὐκ ἀπὸ τῆς ἀνέσεως, ἀλλ' ἀπὸ τῶν δεσμωτηρίων, καὶ τῶν δικαστηρίων, καὶ τοῦ λιμοῦ, καὶ τοῦ ψύχους, καὶ τῶν πολέμων, καὶ τῶν ἐπιβουλῶν, οὕτω λέγων αὐτοῖς· Διάκονοι Χριστοῦ εἰσι· παραφρονῶν λαλῶ, ὑπὲρ ἐγώ· καὶ δεικνὺς τὸ, Ὑπὲρ, καὶ τὴν ὑπεροχὴν, φησίν· Ἐν κόποις περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν φυλακαῖς περισσοτέρως, ἐν θανάτοις πολλάκις, καὶ τὰ ἑξῆς· Εἰ καυχᾶσθαι δεῖ, τὰ τῆς ἀσθενείας μου καυχήσομαι. Ὁρᾷς αὐτὸν ἐν τούτοις μᾶλλον μειζόνως καυχώμενον, ἢ ἐπὶ λαμπροῖς στεφάνοις ἐγκαλλωπιζόμενον, καὶ διὰ τοῦτο λέγοντα· Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσι; Τί δέ ἐστι τὸ, Οὐ μόνον; Οὐ μόνον, φησὶν, οὐκ ἐκκακοῦμεν θλιβόμενοι καὶ ταλαιπωροῦντες, ἀλλ' ὡς ἐπὶ μείζονι προκόπτοντες τιμῇ καὶ δόξῃ, καυχώμεθα μᾶλλον ἐπὶ τοῖς συμβαίνουσι θλιβεροῖς. Εἶτα, ἐπειδὴ δόξαν ἔφησεν εἶναι μεγίστην καὶ καύχημα ἀπὸ τῶν θλίψεων καὶ καλλωπισμόν· ἡ δὲ δόξα εὔδηλον ὅτι καὶ ἡδονὴν ἔχει· ὅπου γὰρ ἡδονὴ, πάντως ὅτι καὶ δόξα, ὅπου δὲ δόξα τοιαύτη, πάντως καὶ ἡδονή· ἐπειδὴ τοίνυν ἔδειξε λαμπρὸν καὶ περιφανὲς τὸ θλίβεσθαι καὶ ποιοῦν καλλωπίζεσθαι, λέγει ἕτερον αὐτοῦ κατόρθωμα μέγιστον, καὶ καρπὸν μέγιστόν τινα καὶ παράδοξον. Τίς δὲ οὗτός ἐστιν, ἴδωμεν. Εἰδότες οὖν, φησὶν, ὅτι ἡ θλίψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει. Τί ἐστίν· Εἰδότες ὅτι ἡ θλίψις ὑπομονὴν κατεργάζεται; Τοῦτο μέγιστον ἔχει τὸν καρπὸν, ἰσχυρότερον ποιεῖ τὸν θλιβόμενον τοῦτο. Καθάπερ γὰρ τῶν δένδρων τὰ μὲν σκιατροφούμενα καὶ ἐν ἀπηνέμοις ἑστηκότα χωρίοις, εὐθαλοῦντα τῇ ἰδέᾳ, μαλακώτερα γίνεται καὶ χαῦνα, πάσῃ ἀνέμων προσβολῇ ταχέως βλαπτόμενα· τὰ δὲ ἐν κορυφαῖς ὀρέων ὑψηλοτέροις ἑστῶτα, καὶ πολλοῖς καὶ μεγάλοις ῥιπιζόμενα τοῖς ἀνέμοις, καὶ ἀνωμαλίαν ἀέρων συνεχῆ φέροντα, καὶ χαλεπωτάτῃ ζάλῃ κλονούμενα, καὶ χιόνι πολλῇ βαλλόμενα, σιδήρου παντὸς ἰσχυρότερα μᾶλλον καθέστηκε· καὶ σώματα δὲ ὁμοίως τὰ πολλαῖς καὶ ποικίλαις ἡδοναῖς συστρεφόμενα, καὶ μαλακοῖς ἱματίοις κοσμούμενα, καὶ συνεχέσι λουτροῖς καὶ μύροις κεχρημένα, καὶ πολυειδέσι τροφαῖς ὑπὲρ τὴν χρείαν τρυφῶντα, παντάπασιν ἄχρηστα πρὸς τοὺς ὑπὲρ τῆς εὐσεβείας ἱδρῶτας καὶ πόνους καθίστανται, κολάσεως ὄντα μεγίστης ὑπεύθυνα· οὕτω δὴ καὶ ψυχαὶ, αἱ μὲν τὸν ἀταλαίπωρον βίον μετιοῦσαι, καὶ ἀνέσεως γέμουσαι, καὶ τὸ ἡδέως διακεῖσθαι πρὸς τὰ παρόντα, καὶ τὸν ἀνάλγητον τοῦ διὰ τὴν βασιλείαν θλίβεσθαι κατὰ τοὺς ἁγίους ἅπαντας προτιμῶσαι βίον, κηροῦ παντὸς μαλακώτεραι μᾶλλον καὶ ἀσθενέστεραι καθιστάμεναι, αἰωνίου πυρὸς κατάβρωμα πρόκεινται· αἱ δὲ κινδύνοις καὶ πόνοις καὶ ταλαιπωρίαις τῆς διὰ τὸν Θεὸν θλίψεως ἐπιδεδομέναι, καὶ ἐν αὐταῖς συστρεφόμεναι, αὐτοῦ τοῦ σιδήρου ἢ τοῦ ἀδάμαντος στεῤῥότεραι καὶ γενναιότεραι μᾶλλόν εἰσιν ἐκ τοῦ συνεχῶς πάσχειν κακῶς, τοῖς ἐπιοῦσιν ἀχείρωτοι καθιστάμεναι, καὶ ἕξιν τινὰ προσλαβοῦσαι ὑπομονῆς καὶ ἀνδρείας ἀκαταμάχητον. Καὶ καθάπερ οἱ μὲν πρῶτον νηὸς ἐπιβάντες ναυτιῶσί τε καὶ ἰλιγγιῶσι, ταραττόμενοι καὶ θορυβούμενοι ἀηδίᾳ καὶ σκοτοδινίᾳ κατεχόμενοι· οἱ δὲ πολλὰ καὶ μακρὰ διαβάντες πελάγη, καὶ μυρίων κυμάτων κατατολμήσαντες, καὶ ναυαγίων συνεχῶν ἀνασχόμενοι, μετὰ τοῦ θαῤῥεῖν ἅπτονται τῆς τοιαύτης ἀποδημίας· οὕτω δὴ καὶ ἡ ψυχὴ πολλοὺς ὑπομείνασα πειρασμοὺς, καὶ μεγάλας θλίψεις ἀνασχομένη, ἐν μελέτῃ λοιπὸν πόνων καὶ ἕξει καρτερίας καθίσταται, οὐχ ὑπάρχουσα ψοφοδεὴς, οὐδὲ εὐπτόητος, οὐδὲ ταραττομένη τοῖς προσπίπτουσι λυπηροῖς, ἀλλ' ἀπὸ τῆς συνεχοῦς γυμνασίας τῶν συμβαινόντων, καὶ τῆς πυκνῆς μελέτης τῶν γινομένων, μετὰ πολλῆς τῆς εὐκολίας ἅπαντα φέρουσα τὰ ἐπιόντα δεινά. Τοῦτο τοίνυν ὁ σοφὸς ἀρχιτέκτων τῆς οὐρανίου πολιτείας δηλῶν, ἔλεγεν· Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσιν· ὅτι πρὸ τῆς βασιλείας καὶ τῶν οὐρανίων στεφάνων μέγιστον ἐντεῦθεν καρπούμεθα τὸν μισθὸν, ἀπὸ τοῦ συνεχῶς θλίβεσθαι καρτερικωτέρας τῆς ψυχῆς ἡμῶν γινομένης, καὶ τῶν λογισμῶν ἰσχυροτέρων κατασκευαζομένων. Ταῦτ' οὖν ἅπαντα εἰδότες, ἀγαπητοὶ, φέρωμεν γενναίως τὰ προσπίπτοντα λυπηρὰ, διά τε τὸ τῷ Θεῷ δοκοῦν, καὶ ἐπὶ τῷ ἡμετέρῳ συμφέροντι, καὶ μὴ ἀλύωμεν, μήτε ἀναπίπτωμεν τῇ τῶν πειρασμῶν ἐπαγωγῇ, ἀλλὰ καὶ μετὰ ἀνδρείας ἁπάσης ἱστάμενοι, εὐχαριστῶμεν τῷ Θεῷ διηνεκῶς ὑπὲρ πασῶν τῶν εἰς ἡμᾶς τελουμένων εὐεργεσιῶν, ἵνα καὶ τῶν παρόντων ἀπολαύσωμεν ἀγαθῶν, καὶ τῶν μελλουσῶν ἐπιτύχωμεν δωρεῶν, χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα καὶ τὸ κράτος, ἅμα τῷ ἁγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.