# De jejunio (sermones 1-7) [Sp.] Περὶ νηστείας. Λόγος ζʹ.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De jejunio (sermones 1-7) [Sp.], Περὶ νηστείας. Λόγος ζʹ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/de-jejunio-sermones-1-7-sp/%CE%A0%CE%B5%CF%81%E1%BD%B6%20%CE%BD%CE%B7%CF%83%CF%84%CE%B5%CE%AF%CE%B1%CF%82.%20%CE%9B%CF%8C%CE%B3%CE%BF%CF%82%20%CE%B6%CA%B9.1

Ἧκε καὶ σήμερον Ἱερεμίας ὁ προφήτης, ὁ τοὺς ναοὺς παρασκευάζων τοῦ μεγάλου βασιλέως, καὶ διαλέγεται ἡμῖν λέγων· Νεώσατε ἑαυτοῖς νεώματα, καὶ μὴ σπείρετε ἐν ἀκάνθαις. Νῦν ἀδιαφόρως τοῖς πᾶσι διαλέγεται, παιδευθεὶς παρὰ τοῦ Δεσπότου. Πάλαι γὰρ πρὸς ἀπειθῆ λαὸν φθέγγεσθαι μὴ βουλόμενος, ἔπαθεν ἐκεῖνα, ἅπερ αὐτὸς διηγήσατο. Ὁρῶν γὰρ τὸ γένος τῶν ἀνθρώπων ἐν ἁμαρτίαις ἐμπεφυρμένον, οὐκ ἠβούλετο λαλεῖν, λέγων· Ἄρα φόνος καὶ κλοπὴ καὶ μοιχεία κέχυται ἐπὶ τῆς γῆς, καὶ διὰ τοῦτο ἐπέχω τὸν λόγον, ἕως αὑτοὺς ἐκκαθάρωσιν. Ὥσπερ δοῦλος πιστὸς ἐμπιστευθεὶς τὸ πολύτιμον μύρον, οὐ καταβάλλεται τοῦτο ἐν ἀγγείῳ βεβορβορωμένῳ, ἵνα μὴ τὸ μύρον τὴν εὐωδίαν ἀπολέσῃ· τὸν αὐτὸν τρόπον καὶ ὁ προφήτης ἔχων τὸν λόγον τοῦ μύρου τιμιώτερον, ὁρῶν τοὺς ἀνθρώπους βεβορβορωμένους, ἐπέχει κατασπεῖραι τὸν λόγον. ᾯ δὴ τοῦτο γίνεται ὡς πῦρ καιόμενον ἐν τοῖς ἐγκάτοις αὐτοῦ, καὶ παρεῖτο πάντοθεν, καὶ οὐκ ἠδύνατο φέρειν. Ἔλεγε γὰρ πρὸς αὐτὸν ὁ Θεός· Ἀπεστάλης κηρύττειν· διὰ τί σιωπᾷς; ἀπεστάλης σπεῖραι· διὰ τί τὸν σπόρον ἐπέχεις; Σπεῖρον ἀδιαφόρως ὅ σοι ἐνεπίστευσα, σπεῖραι καὶ ἐπὶ τὰς ἀκάνθας, σπεῖραι καὶ ἐπὶ τὰ πετρώδη, σπεῖραι καὶ ἐπὶ τὴν καλὴν γῆν. Τοῦ σπεῖραι σὺ χρεώστης, καὶ ἡ γῆ τοῦ καρποφορῆσαι. Ἐὰν ἀναβῶσιν ἄκανθαι, καὶ πνίξωσι τὸν σπόρον, σὺ οὐκ ἔσῃ αἴτιος· ἐὰν ἡ καλὴ γῆ καρποφορήσῃ, ἀποδίδωσι καὶ τῆς καλῆς γῆς τὸν σπόρον. Δοῦλος εἶ· ἐνεπίστευσά σοι τὸ ἀργύριον· δὸς αὐτὸ τοῖς τραπεζίταις, κἀγὼ ἐλθὼν ἀπαιτήσω αὐτὸ παρὰ τῶν τραπεζιτῶν. Ἐάν μοι προσενέγκωσι διπλοῦν ὃ ἐνεπίστευσα αὐτοῖς, καταστήσω αὐτοὺς ἀπὸ μικρῶν ἐπὶ τὰ μεγάλα, ἀπὸ τῶν γηΐνων ἐπὶ τὰ πνευματικά. Ἐὰν δὲ ὑποδεξάμενοι τὸν σπόρον, μὴ ἀξίους ἑαυτοὺς παρασκευάσωσι τοῦ καρποφορῆσαι, ἀλλὰ παραδέξωνται τὰς μερίμνας τοῦ κόσμου, ὅ ἐστιν ἄκανθαι, πυρὸς ἄξιοι γενήσονται. Ἐὰν δὲ καὶ εἰς τὰ πετρώδη μὴ εὑρεθῇ βάθος γῆς· τουτέστιν, ἐὰν εὑρεθῇ σκληροκάρδιος, καὶ μὴ ἔχῃ πίστιν, ἀλλ' ἀποξηράνῃ τὸν σπόρον· ἐκεῖνος δίκην ἀπαιτηθήσεται τῆς σκληροκαρδίας αὐτοῦ. Τὸν αὐτὸν τρόπον καὶ οἱ ἐμπιστευόμενοι τὸ ἀργύριον, ὅσοι διπλοῦν προσάγουσι, τὰ μείζονα ἐμπιστευθήσονται· ὃς δὲ προσενέγκῃ τὸ τάλαντον μόνον, ὃ ἐπιστεύθη, τιμωρίᾳ καταδικασθήσεται. Σὺ δὲ κήρυττε ἀδιαφόρως· τοῖς γὰρ ἀσθενέσιν ἰατρὸς ἀπεστάλης. Καὶ γὰρ ὁ γεωργὸς τὴν ἀγεώργητον γῆν γεωργεῖ, καὶ τὴν ἄσπορον σπείρει. Οὐ γὰρ ἡ γεωργηθεῖσα γῆ καὶ ἐσπαρμένη χρείαν ἔχει τοῦ γεωργεῖσθαι, ἢ σπείρεσθαι ἐν δευτέρῳ, οὐδὲ ὁ ὑγιὴς χρείαν ἔχει τοῦ ἰατροῦ· οὕτως οὐδὲ ὁ δίκαιος τῆς διδασκαλίας. Οὐ γὰρ ὁ βλέπων βούλεται ἀναβλέψαι, ἀλλὰ ὁ τυφλός. Οὕτω γάρ φησιν ὁ Δεσπότης ἐν τοῖς Εὐαγγελίοις· Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλ' ἁμαρτωλοὺς εἰς μετάνοιαν. Ἀκολούθως καὶ Παῦλος ἔλεγε· Χριστὸς Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ. Οὕτως ἔλεγε καὶ Πέτρος ἐν ταῖς Πράξεσιν· Ἄνδρες ἀδελφοὶ, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ τοῦ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος. Καὶ μὴ λέγετε· Πατέρα ἔχομεν τὸν Ἀβραάμ. Λέγω γὰρ ὑμῖν, ὅτι δυνατός ἐστιν ὁ Θεὸς ἐκ τῶν λίθων τούτων τέκνα ἐγεῖραι τῷ Ἀβραάμ. Διὰ τοῦτο παιδευθεὶς ὁ προφήτης ἀδιαφόρως κηρύττειν, ἐβόα· Νεώσατε ἑαυτοῖς νεώματα, καὶ μὴ σπείρετε ἐν ἀκάνθαις. Ὥσπερ γὰρ ἡ ἀγεώργητος γῆ νεάζεται ἐν ξύλῳ καὶ σιδήρῳ ἑλκόντων τῶν βοῶν, καὶ οὕτως ὁ γεωργὸς τὸν σπόρον ἐγκαταβάλλει· οὕτω καὶ ἐπὶ τῶν ἀνθρώπων λάβωμεν καὶ ἡμεῖς τὸ ξύλον καὶ τὸν σίδηρον καὶ τὰς βόας ἑλκούσας. Ἤτω ἡμῖν τὸ ξύλον, ὁ σταυρός· ὁ σίδηρος, οἱ ἧλοι· αἱ βόες, ὁ νόμος καὶ οἱ προφῆται, ἕλκοντες ἡμᾶς τῇ διδασκαλίᾳ ἐπὶ τὸν κρεμασθέντα ἐπὶ τοῦ σταυροῦ· ἵνα ἰδὼν μὲν ἡμᾶς παρεσκευασμένους, καταπέμψῃ τὸ Πνεῦμα τὸ ἅγιον εἰς ἁγιασμὸν τῶν ὑδάτων, καὶ εἰς ἀναγέννησιν τῶν νενεασμένων διὰ τῆς διδασκαλίας, κατὰ τὸν μακάριον Δαυῒδ λέγοντα· Ἐξαποστελεῖς τὸ Πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς. Κυρίως ὁ ἄνθρωπος προσηγορεύετο, ὅτι Ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν. Λέγει δὲ καὶ Δαυΐδ· Προσέλθετε πρὸς αὐτὸν καὶ φωτίσθητε, καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ. Καὶ πάλιν ἐν τοῖς Εὐαγγελίοις ὁ Χριστὸς προσκαλεσάμενος τοὺς μαθητὰς, ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτῶν· Λάβετε Πνεῦμα ἅγιον. Νεώσωμεν ἑαυτοῖς νεώματα, ἀπόθου τὴν παλαιὰν κακίαν, ἐκρίζωσον τὰς ἀκάνθας τῆς παρακοῆς· ἡνίκα γὰρ παρήκουσεν Ἀδὰμ, ἐξεβλήθη τοῦ παραδείσου. Τοῦτο ἐδέξατο παρὰ τοῦ Δεσπότου· Ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου· ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι. Τοῦτο συνειδὼς ὁ προφήτης ἐκήρυττε· Νεώσατε ἑαυτοῖς νεώματα, καὶ μὴ σπείρετε ἐπ' ἀκάνθαις· ἐμφαίνων διὰ τοῦ λόγου, ὥστε ἡμᾶς ἀνανεῶσαι αὑτοὺς τῇ μετανοίᾳ, καὶ ἐκριζῶσαι τῆς παρακοῆς τὸ ἐπιτίμιον, τὰς ἀκάνθας. Εἰσὶ δὲ ἄκανθαι ἐν τῷ ἀνθρώπῳ ἔρις, ζῆλος, θυμὸς, διχοστασίαι, ἀκαθαρσίαι, πλεονεξίαι, μοιχεῖαι, ἀνδροφονίαι. Εὐθὺς ἡ Εὔα συλλαβοῦσα γεννᾷ Κάϊν, ὅστις ζήλου ἀρχηγὸς γέγονε, φόνων εὑρετὴς, ὑποκρίσεως πατὴρ, δημιουργὸς ψεύδους. Ἐρωτώμενος γὰρ παρὰ τοῦ Δεσπότου· Ποῦ Ἄβελ ὁ ἀδελφός σου; ἕτοιμος ψεῦδος γεννᾷ λέγων· Μὴ φύλαξ εἰμὶ τοῦ ἀδελφοῦ μου; Ὁ δὲ Θεὸς βουλόμενος αὐτὸν ἀπὸ τῶν πραγμάτων πεῖσαι, ὡς τὰ πάντα ἐπίσταται, ἔφη· Φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με. Οὐ τὸ αἷμα λόγῳ βοᾷ· λόγου γὰρ οὐ μετέχει· ἀλλὰ τὸ πρᾶγμα διὰ τῆς ὠμότητος τὸν ἀδελφοκτόνον θριαμβεύει. Διὰ τοῦτο βοᾷ ὁ προφήτης· Νεώσατε ἑαυτοῖς νεώματα, καὶ μὴ σπείρετε ἐπ' ἀκάνθαις. Ἠκούσατε ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων Σίμωνα τὸν Μάγον, ὅπως μὴ νεώσας μηδὲ ἐκριζώσας τὰς ἀκάνθας, προσῆλθε τοῖς ἀποστόλοις λαβεῖν τὸ βάπτισμα. Καὶ οἷος κατῆλθε, τοιοῦτος καὶ ἀνῆλθεν, οὐκ ἀτονοῦντος τοῦ βαπτίσματος, ἀλλὰ τούτου ἀπειθήσαντος τῷ σταυρωθέντι, τῷ προσηλωθέντι. Οὐκ ἐπίστευσε τοῖς προφήταις, οἵτινες ὡς βόες ἕλκουσι τοῦ σταυροῦ τὰ σύμβολα, τὸν σίδηρον καὶ τὸ ξύλον, καὶ ἀνανεοῦσι τῇ διδασκαλίᾳ τὸ τῶν ἀνθρώπων γένος. Διὰ τοῦτο οὐ λύεται ἀπὸ τῆς κατάρας τῆς τοῦ Ἀδὰμ, ἀλλὰ πάλιν λαμβάνει δευτέραν κατάραν, καὶ προστίθεται ἀνομία ἐπὶ τὴν ἀνομίαν αὐτοῦ, ἵνα μὴ εἰσέλθῃ ἐν δικαιοσύνῃ Θεοῦ· ὡς οὐδὲν γὰρ αὐτὸν ὠφέλησε τὸ βάπτισμα. Προσῆλθε τοῖς ἀποστόλοις, λέγων· Λάβετε χρυσίον, καὶ δότε μοι τὴν ἐξουσίαν ταύτην, ἵνα ᾧτινι δ' ἂν ἐπιθῶ τὰς χεῖρας, λαμβάνῃ Πνεῦμα ἅγιον. Ὁ δὲ Πέτρος αὐτῷ εἶπεν· Οὐκ ἔστι σοι μέρος, οὐδὲ κλῆρος ἐν τῷ μέρει τούτῳ, ὅτι τὴν δωρεὰν τοῦ Θεοῦ ἠβουλήθης διὰ χρημάτων κτήσασθαι. Οὗτος οὐχ ὑπήκουσε τοῖς προφήταις, οὐκ ἐνέωσε τὴν λογικὴν αὐτοῦ χώραν· οὗτος οὐδὲ ἔτυχε τοῦ ἁγίου Πνεύματος τοῦ ὑπὸ τῶν προφητῶν κηρυχθέντος. Φοβήθητε τὸ ὑπόδειγμα, καὶ νεώσατε ἑαυτοῖς νεώματα, καὶ μὴ σπείρετε ἐπ' ἀκάνθαις. Ἐὰν ἐκκόψῃς τὰς ἀκάνθας, καταδέξῃ τὸν σπόρον, καρποφορεῖς, καὶ μέτοχος γένῃ τοῦ ἁγίου Πνεύματος. Οὕτως ὑπακούσας τῷ προφήτῃ ὁ Κορνήλιος ἐνέωσεν ἑαυτὸν, ἐξέκοψε τὰς ἀκάνθας, καὶ ἐκαρποφόρει τῷ Θεῷ. Ὤφθη γὰρ αὐτῷ ἄγγελος λέγων· Κορνήλιε, αἱ ἐλεημοσύναι σου ἀνῆλθον ἐνώπιον τοῦ Θεοῦ. Οὗτος ὁ καλὸς γεωργὸς ἐξεῤῥίζωσε τὰς ἀκάνθας, ἐνέωσε τὸν ἑαυτοῦ ἄνθρωπον, ἀνέβη αὐτοῦ ὁ καρπὸς ἐνώπιον τοῦ Θεοῦ, Ὁρᾷς καρπὸν μετανοίας; Ἀπὸ γῆς εἰς οὐρανὸν ἀνῆλθε, καὶ ἐνώπιον τοῦ Θεοῦ μετὰ παῤῥησίας ἕστηκεν. Ὥσπερ γὰρ τὰ καλὰ ἔργα μετὰ παῤῥησίας πρεσβεύει, οὕτω καὶ τὰ ἄλλως ἔχοντα μετὰ σπουδῆς κατηγορεῖ. Ἤκουσας τὰ καλὰ ἔργα ὑπὲρ τοῦ Κορνηλίου πρεσβεύοντα· ἄκουσον καὶ τὸν φόνον τοῦ Κάϊν μετὰ σπουδῆς κατηγοροῦντα· οὕτω γάρ φησιν ὁ Θεὸς πρὸς τὸν Κάϊν· Φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με· καὶ τὴν ἐπιτιμίαν ὁριζομένην, ὅτι Στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς. Ἄκουσον καὶ τὸν μισθὸν τῆς ἐλεημοσύνης καὶ τῆς προσευχῆς, τί φησιν ὁ ἄγγελος· Ἀπόστειλον εἰς Ἰόππην, καὶ μετάπεμψαι τὸν Πέτρον, καὶ οὗτός σε διδάξει τί σε δεῖ ποιεῖν. Ἦλθε Πέτρος, καὶ ἐν τῷ ἄρξασθαι αὐτὸν λαλεῖν, ἐπέπεσε τὸ Πνεῦμα τὸ ἅγιον ἐπ' αὐτὸν, ὥσπερ καὶ ἐπὶ τοὺς ἀποστόλους. Ὁρᾷς, ὁ μισθὸς τῆς νηστείας καὶ τῆς προσευχῆς καὶ τῆς ἐλεημοσύνης τὸ Πνεῦμα τὸ ἅγιον διδόμενον; Οὗτος ὁ καιρὸς τῆς νηστείας καὶ τῆς ἐλεημοσύνης· τοῦτον τὸν καιρὸν προϊδὼν Ἠλίας, ἐνήστευσε τεσσαράκοντα ἡμέρας· διὰ τοῦτο ἅρματι πυρίνῳ ἀναλαμβάνεται, καὶ μέχρι σήμερον ἐν σώματί ἐστι. Τοῦτον τὸν καιρὸν προεφήτευσε Μωϋσῆς, νηστεύσας τεσσαράκοντα ἡμέρας· διὰ τοῦτο νόμον ἔλαβε πρὸς διόρθωσιν τῶν ὁμοφύλων. Τοῦτον τὸν καιρὸν ἐδίδαξεν ἡμᾶς ὁ Χριστὸς, νηστεύσας τεσσαράκοντα ἡμέρας· ἵν' ἡμᾶς παιδεύσῃ προθύμως καταδέχεσθαι τὴν αἰτίαν ταύτην, δι' ἧς νεάζεται ἡ λογικὴ χώρα, δι' ἧς ἐκτίλλονται ἄκανθαι, δι' ἧς σβέννυνται ἐπιθυμίαι, δι' ἧς καταλύεται τὰ ἔργα τοῦ διαβόλου, δι' ἧς ἡγίασται τὰ ὕδατα τοῦ Ἰορδάνου, δι' ἧς ἀναγεννᾶται ἄνθρωπος, δι' ἧς κατέρχεται τὸ Πνεῦμα τὸ ἅγιον, δι' ἧς ζωὴ καὶ ἀνάστασις. Ταύτην οἱ προφῆται προεφήτευσαν, ταύτην ὁ Χριστὸς ἐδίδαξε· ταύτην ἀγαπήσωμεν, ταύτην καταδεξώμεθα· προσθῶμεν ἐλεημοσύνην καὶ προσευχὴν, ἵνα τύχωμεν τοῦ ἁγίου Πνεύματος, ὥσπερ καὶ ὁ Κορνήλιος· καὶ δοξάζωμεν Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα. Αὐτῷ ἡ δόξα εἰς τοῦς αἰῶνας. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De jejunio (sermones 1-7) [Sp.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg273.local001/.
