Ancient Greek
Περὶ νηστείας. Λόγος ϛʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De jejunio (sermones 1-7) [Sp.] Περὶ νηστείας. Λόγος ϛʹ.1
Not analysed yet
Πάλιν νηστείας καιρὸς, πάλιν τρυφῆς ἀφορμὴ, πάλιν ἀγώνων ὄψις, πάλιν ἡ τοῦ Χριστοῦ σάλπιγξ τὸν ἀγῶνα τὸν καλὸν κηρύσσουσα, τοὺς ἀγωνιστὰς ἐπὶ τὸ σκάμμα συνεκρότησε· πάλιν ἡ ἐνιαύσιος τοῦ Χριστοῦ παρουσία κηρύττεται. Πάντες ἑαυτοὺς καθάρωμεν, ἵνα αὐτὸν ὑποδεξώμεθα. Εἰ γὰρ παρουσία βασιλέως θνητοῦ κηρυττομένη, τοὺς μέλλοντας ὑποδέχεσθαι ἀναγκάζει μετὰ φόβου καὶ τρόμου τὰς οἰκίας εὐτρεπίζειν, ὅπως ἄξια κατασκευάσωσι τὰ οἰκήματα τοῦ μέλλοντος ἐνοικεῖν· πόσῳ μᾶλλον οἱ τὸν ἀληθινὸν βασιλέα ὑποδέχεσθαι μέλλοντες ὀφείλομεν ἑαυτοὺς ἀξίους παρασκευάζειν τοῦ μέλλοντος ἐν ἡμῖν οἰκεῖν; Παρίτω σήμερον ἡμῖν Ἱερεμίας ὁ προφήτης, ὃς ἀπεστάλη παρὰ τοῦ Κυρίου, ἀκούσας· Ἰδοὺ τέθεικά σε σήμερον προφήτην εἰς τὰ ἔθνη, ἐκριζοῦν καὶ καταφυτεύειν, κατασκάπτειν καὶ ἀνοικοδομεῖν. Ὑπακούσωμεν τοῦτον· αὐτός ἐστιν ὁ παρασκευάζων τοὺς ναοὺς τοῦ μεγάλου βασιλέως. Ἐκριζώσωμεν ἡδονὰς, καὶ καταφυτεύσωμεν ἐγκράτειαν· κατασκάψωμεν κακίαν, καὶ ἀνοικοδομήσωμεν ἀρετάς· ἀποδιώξωμεν ψεῦδος, καὶ καρπωσώμεθα ἀλήθειαν· ῥίψωμεν ὑπερηφανίαν, ἀναλάβωμεν μετάνοιαν· ἐκκόψωμεν ὀργὴν, καὶ δεξώμεθα πραότητα. Φησὶ γὰρ ὁ Χριστός· Ἐπὶ τίνα ἀναπαύσομαι; Ἐπὶ τὸν πρᾶον καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους. Μὴ εὐτρεπίσῃς ἐκ λίθων οἰκίαν· Οὐ γὰρ ὁ Ὕψιστος ἐν χειροποιήτοις κατοικεῖ. Εὐτρέπισον ναὸν λογικόν· κόσμησον αὐτὸν ἀρεταῖς· συμβάλλεταί σοι ὁ παρὼν καιρός. Περὶ τούτου Παῦλος λέγει· Ἰδοὺ ὁ καιρὸς συνεσταλμένος ἐστίν· ἵνα καὶ οἱ ἔχοντες γυναῖκας, ὡς μὴ ἔχοντες ὦσι· καὶ οἱ ἀγοράζοντες, ὡς μὴ κατέχοντες, καὶ οἱ χρώμενοι τῷ κόσμῳ τούτῳ, ὡς μὴ καταχρώμενοι· παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου. Οὐ χρῄζει χρυσοῦ οὔτε ἀργύρου, οὐ χρῄζει λίθων πολυτελῶν οὔτε οἰκοδομιῶν μεγάλων, ἀλλὰ χρῄζει ψυχῆς φαιδρυνομένης, μετανοίας ἀνοθεύτου. Οἱ τοῦ ἐπιγείου βασιλέως πρόδρομοι οἱ ἀπαγγέλλοντες τὴν τούτου παρουσίαν, οὐδὲν οὐράνιον βαστάζουσιν, ἀλλὰ πάντα ἐπίγεια· ὃς μὲν ἀσπίδα, ἄλλος θώρακα, ἄλλος χρυσοῦς δράκοντας, ἄλλος ἱμάτια διάχρυσα· αὐτὸς δὲ ὁ βασιλεὺς φέρει τὴν τῶν πάντων ἐξουσίαν ἐν ἑαυτῷ, τὴν πορφύραν καὶ τὸ διάδημα. Οἱ δὲ πρόδρομοι τοῦ ἐπουρανίου βασιλέως οὐδὲν γήϊνον φέρουσιν, ἀλλὰ πάντα ἄξια τοῦ βασιλέως· Μωϋσῆς νόμον τὸν βασιλικὸν ἀπαγγέλλων, Ἡσαΐας νηστείαν, Ἱερεμίας προσευχὴν, Ἰωάννης βάπτισμα μετανοίας· αὐτὸς δὲ ὁ βασιλεὺς φέρει τὴν πορφυρίδα καὶ τὸ διάδημα, δι' ὧν τοὺς πάντας ἐλευθεροῖ· Ἔστι γὰρ αὐτῷ πορφύρα· πορφυρὶς τὸ σῶμα, καὶ τὸ διάδημα ὁ λόγος. Τοῦτον ἰδὼν Ἰωάννης βοᾷ καὶ λέγει· Ἡμεῖς πάντες ἐκ μέρους. Μωϋσῆς τῷ Ἰσραὴλ νομοθετεῖ, Ἡσαΐας τῷ Ἰσραὴλ προφητεύει, Ἱερεμίας ὡσαύτως, ἐγὼ δὲ βάπτισμα μετανοίας τῷ κόσμῳ· ἀλλ' οὐδεὶς ἐλευθεροῖ. Ἦλθεν ὁ τῶν πάντων ἔχων τὴν ἐξουσίαν· αὐτός ἐστιν ὁ παρ' ἡμῶν κηρυττόμενος, αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης· αὐτὸς οὐκ ἔθνει ἑνὶ χαρίζεται, ἀλλὰ ὅλῳ τῷ κόσμῳ σωτηρία γίνεται. Ἀμνὸν εἶχεν ὁ νόμος· ἀλλ' ὑπὲρ ἑνὸς ἔθνους ἐσφάζετο, ἀλλ' οὐκ ἀφῆκεν ἁμαρτίας· τύπος γὰρ ἦν. Μετὰ τοῦτον τὸν ἀμνὸν Ἡσαΐας κηρύττει· Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἄφωνος ἐναντίον τοῦ κείροντος αὐτὸν, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ. Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; ἡ κρίσις αὐτοῦ ἀπ' αὐτοῦ ἤρθη. Οὗτός ἐστιν ὁ ἀληθινὸς ἀμνὸς, ὁ διὰ λόγων κηρυττόμενος, καὶ νῦν δι' ἔργων φαινόμενος· οὗτός ἐστιν ὑπὲρ ὅλου τοῦ κόσμου ἑαυτὸν ἐκδούς· οὗτός ἐστιν ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, Οἱ προφῆται διὰ γραμμάτων τὰ μέλλοντα προεφήτευσαν, οὐ τὰ πράγματα ἔδειξαν· ἐὰν γένηται τὰ πράγματα, ἀληθινὰ ποιεῖ τὰ γράμματα. Προεφήτευσε Δαυῒδ περὶ τῶν μελλόντων εἰς τὸν Ἰησοῦν γίνεσθαι· ἀλλὰ μηδέπω παρόντων τῶν πραγμάτων, τὰ γράμματα σκιὰν ἔσχον, τοῦτο οἰκονομήσαντος τοῦ Θεοῦ. Εἰ γὰρ ἐγνώκεισαν οἱ Ἰουδαῖοι τὸ διὰ γραμμάτων πράγμασι φαινόμενον, τὰ γράμματα ἦσαν ἀπαλείψαντες, δεδοικότες τὸν ἐκ πραγμάτων ἔλεγχον. Ἔλεγε γὰρ ὁ Δαυῒδ ἐν τῷ δευτέρῳ ψαλμῷ· Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; τοῦ Ἡρώδου καὶ τοῦ Καϊάφα τὴν ἀπόνοιαν· Συνήχθησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες ἐπὶ τὸ αὐτό· τὴν ἐπιβουλὴν τὴν κατὰ τοῦ Δεσπότου λέγει Κατὰ τοῦ Κυρίου, καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. Διαῤῥήξωμεν τοὺς δεσμοὺς αὐτῶν, καὶ ἀποῤῥίψωμεν ἀφ' ἡμῶν τὸν ζυγὸν αὐτῶν. Τὰ τοῦ σταυροῦ δὲ λέγων, ἐν εἰκοστῷ πρώτῳ ἔλεγε· Περιεκύκλωσάν με κύνες πολλοὶ, ταῦροι πίονες περιέσχον με. Ὤρυξαν χεῖράς μου καὶ πόδας μου, ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου. Αὐτοὶ δὲ κατενόησαν καὶ ἐπεῖδόν με· διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. Καὶ εἶχον σκιὰν τὰ γράμματα· ὅτε δὲ ἦλθε τὰ πράγματα, τότε ἡ σκιὰ ἀνεχώρει, καὶ ὁρῶσιν οἱ Ἰουδαῖοι τὰς χεῖρας καὶ τοὺς πόδας ἡλωθέντας οἴκοθεν, αὐτῶν τὸν ἔλεγχον ἐν τοῖς ἑαυτῶν βιβλίοις ταῦτα περιέχοντα· καὶ οὐκ ἔτι δύνανται ἐξαλεῖψαι τὰ γράμματα. Πρόδηλα γὰρ γεγόνασι τὰ ἀμφότερα· τὰ γράμματα τοῖς πράγμασι συνεφώνησεν. Ἔλεγεν Ἡσαΐας Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἄφωνος ἐνώπιον τοῦ κείροντος αὐτὸν, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ. Ἡ κρίσις αὐτοῦ ἤρθη. Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; Ἰουδαῖοι ἀνεγίνωσκον τὰ γράμματα, καὶ οὐκ ἐνενόουν τὰ πράγματα· Σκιὰν γὰρ εἶχεν ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα. Ὅτε δὲ ἦλθεν ὁ καιρὸς τοῦ τὰ πράγματα φανερὰ γενέσθαι, καὶ ὁ ἀληθινὸς ἀμνὸς ἐπὶ σφαγὴν ἤγετο, καὶ τὸ ἀληθινὸν πρόβατον ὑπὲρ ὅλου τοῦ κόσμου ἐθύετο, καὶ ἡ ἀληθινὴ κάθαρσις τῶν ἀνθρώπων ἐγίνετο, καὶ τὸ ἀληθινὸν αἷμα ὑπὲρ σωτηρίας ὅλου τοῦ κόσμου ἐξεχύνετο, καὶ τὰ ὑπὸ Ἰουδαίων ἐδραματουργεῖτο· καὶ τῆς προφητείας τοῦ Ἡσαΐου πληρουμένης κατῃσχύνθησαν οἱ Ἰουδαῖοι. Ἐὰν γὰρ θελήσωσιν οἱ Ἰουδαῖοι ἀρνήσασθαι, ἀναγινώσκω αὐτοῖς τὸν Δαυῒδ, ἀναγινώσκω τὸν Ἡσαΐαν, οἴκοθεν αὐτῶν τὸν ἔλεγχον προφέρω. Ἔρχεται καὶ Μωϋσῆς συνηγορῶν μοι περὶ τοῦ σταυρωθέντος· ὃς βουλόμενος αὐτοῖς κηρῦξαι τὸν μέλλοντα σταυροῦσθαι, διὰ γραμμάτων ἐκήρυξε. Διὰ τοῦτο ἔφη· Κἂν ἐγὼ σιωπήσω, τὰ ἔργα κράζουσι. Ποῖα ἔργα; Ἀγνοοῦσιν οἱ Ἰουδαῖοι· ἡ γὰρ σκιὰ τοῦ νόμου ἐπίκειται. Ἔρχεται δὲ ὁ καιρὸς, ὅτε τὰ πράγματα φανερὰ γίνεται, καὶ ἡ σκιὰ ὑποχωρεῖ, καὶ τὰ πράγματα γράμματα συνιστῶσιν. Ἐξῆλθόν ποτε ὄφεις ἐν τῇ ἐρήμῳ, καὶ ἔδακνον τοὺς ἀνθρώπους· καὶ ἐποίησε Μωϋσῆς χαλκοῦν ὄφιν καὶ ἐσταύρωσε, καὶ προσέταξε πάντα τὸν δακνόμενον προσέρχεσθαι καὶ ἰάσεως τυγχάνειν· τοῦτο τοῦ Θεοῦ προοικονομήσαντος ἐν τύπῳ, ἵν', ὅταν ἔλθῃ ἡ ἀλήθεια, ἡ σκιὰ ἀναχωρήσῃ καὶ τύπος δείξῃ τὴν ἀλήθειαν. Ὅτι δὲ τύπος ἦν τῆς ἀληθείας τὸ γινόμενον, οὕτως ἔλεγε Μωϋσῆς· Οὐκ ἔστι τοῦτο ἀλήθεια· τύπος ἐστί· μέλλει ἡ ἀλήθεια. Ὄψεσθε γὰρ τὴν ζωὴν ὑμῶν κρεμαμένην ἔμπροσθεν τῶν ὀφθαλμῶν ὑμῶν νυκτὸς καὶ ἡμέρας, καὶ οὐ πιστεύσετε ἐπὶ τὴν ζωὴν ὑμῶν· Χριστὸν λέγων τὴν ζωὴν κρεμαμένην ἔμπροσθεν τῶν Ἰουδαίων, καὶ μὴ πιστεύοντας Ἰουδαίους ὅτι δὴ αὐτός ἐστιν ἡ ζωή. Διὰ τί δὲ ὄφιν ἐκρέμασε Μωϋσῆς ἐπὶ τοῦ σταυροῦ; Εἰς τύπον τοῦ Χριστοῦ, ἐπειδὴ δι' ὄφεως καὶ ξύλου ἁμαρτία ἐγένετο· ἔδει δὲ τὸν Χριστὸν διὰ τοῦ ξύλου τὴν διὰ τοῦ ξύλου ἁμαρτίαν λῦσαι, καὶ τὴν κατάραν τὴν διὰ τοῦ ὄφεως εἰς ἑαυτὸν ἀνασπάσαντα ἀφανίσαι· ἵνα γενόμενος ὑπὲρ ἡμῶν κατάρα, Θεοῦ δικαιοσύνην ἡμῖν χαρίσηται. Καὶ γὰρ οὐκ ἔγνω ἁμαρτίαν, καὶ ὑπὲρ ἡμῶν ἐσταυρώθη, ἵνα ἡμεῖς γενώμεθα Θεοῦ δικαιοσύνη. Ὁ δὲ ὄφις ἐπὶ τοῦ σταυροῦ κρεμάμενος οὐκ ἦν ἀλήθεια· τύπος ἦν· ἡ δὲ σκιὰ τὴν ἀλήθειαν ἔκρυβεν. Ἦλθεν ἡ ἀλήθεια, Χριστός· ἀνέβη ἐπὶ τὸ ξύλον. Τότε Ἰουδαίοις ἀναγινώσκω τὸ Μωϋσέως, καὶ ἀποφράσσω αὐτῶν τὰ στόματα· Καὶ ὄψεσθε τὴν ζωὴν ὑμῶν κρεμαμένην ἔμπροσθεν τῶν ὀφθαλμῶν ὑμῶν νυκτὸς καὶ ἡμέρας, καὶ οὐ πιστεύσετε ἐπὶ τὴν ζωὴν ὑμῶν. Ὁ δὲ μακάριος Δαυῒδ πῶς ὑμῖν ἔλεγε περὶ αὐτοῦ; Ἀνέβη εἰς ὕψος, ᾐχμαλώτευσεν αἰχμαλωσίαν, ἔδωκε δόματα ἐν ἀνθρώποις. Ἀνέβη εἰς ὕψος ἐπὶ τοῦ σταυροῦ· ᾐχμαλώτευσε τὸν διάβολον, ἔλυσε τὸν θάνατον, προσήλωσε τὴν ἁμαρτίαν, ἔῤῥιψε τὴν κατάραν καὶ τὸν ὄφιν ἀπὸ τοῦ ξύλου. Τῆς ἀληθείας ἐλθούσης, οἱ τύποι ῥίπτονται· αὐτὸς τρόπαιον ἱστᾷ κατὰ τοῦ διαβόλου, καὶ δίδωσι καὶ τοῖς ὑπ' αὐτὸν ὑπηκόοις τὴν κατὰ τοῦ διαβόλου ἐξουσίαν, λέγων πρὸς αὐτούς· Δι' ὑμᾶς ὑπὸ κατάραν, δι' ὑμᾶς ὑπὸ νόμον, δι' ὑμᾶς ὑπὸ μαρτυρίαν· δι' ὑμᾶς πόλεμος, δι' ὑμᾶς νίκη. Ἰδοὺ, δέδωκα ὑμῖν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ Ἐχθροῦ. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.