Ancient Greek · ~5 min
Homily 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De laudibus sancti Pauli apostoli (homiliae 1-7) 1.15
Not analysed yet
Λείπεται πρὸς τοὺς ἀγγέλους αὐτὸν ἐξετάσαι λοιπόν. Διόπερ ἀφέντες τὴν γῆν, πρὸς τὰς τῶν οὐρανῶν ἀναβησώμεθα ἁψῖδας· ἀλλὰ μηδεὶς τόλμαν καταγινωσκέτω τοῦ λόγου. Εἰ γὰρ καὶ τὸν Ἰωάννην ἄγγελον ἐκάλεσεν ἡ Γραφὴ καὶ τοὺς ἱερέας, τί θαυμαστόν, εἰ τὸν ἁπάντων ἀμείνω ταῖς δυνάμεσι παραβάλλομεν ἐκείναις; Τί οὖν ἐστιν ἐκείνων τὸ μέγα; Ὅτι μετὰ πάσης ἀκριβείας ὑπακούουσι τῷ Θεῷ· ὅπερ καὶ ὁ Δαυῒδ ἐκπληττόμενος ἔλεγε· Δυνατοὶ ἰσχύϊ, ποιοῦντες τὸν λόγον αὐτοῦ. Τούτου γὰρ ἴσον οὐδέν, κἂν μυριάκις ὦσιν ἀσώματοι· τὸ γὰρ μάλιστα ποιοῦν τούτους μακαρίους, τοῦτό ἐστιν, ὅτι πείθονται τοῖς προστάγμασιν, ὅτι οὐδαμοῦ παρακούουσι. Τοῦτο τοίνυν καὶ ὑπὸ τοῦ Παύλου μετὰ ἀκριβείας ἔστιν ἰδεῖν φυλαττόμενον· οὐ γὰρ δὴ τὸν λόγον αὐτοῦ ἐποίησε μόνον, ἀλλὰ καὶ τὰ προστάγματα καὶ ὑπὲρ τὰ προστάγματα, καὶ τοῦτο δηλῶν ἔλεγε· Τίς οὖν μοί ἐστιν ὁ μισθός, ἵνα εὐαγγελιζόμενος ἀδάπανον θήσω τὸ εὐαγγέλιον τοῦ Χριστοῦ; Τί ἕτερον θαυμάζων αὐτοὺς ὁ προφήτης ἔλεγεν; Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, φησί, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πῦρ φλέγον. Ἀλλὰ καὶ τοῦτο ἐπὶ Παύλου ἔστιν ἰδεῖν· καθάπερ γὰρ πνεῦμα καὶ πῦρ, οὕτω τὴν οἰκουμένην διέδραμεν ἅπασαν, καὶ τὴν γῆν ἐξεκάθηρεν. Ἀλλ' οὔπω τὸν οὐρανὸν ἔλαχε; Τὸ γὰρ θαυμαστὸν τοῦτο, ὅτι ἐν τῇ γῇ τοιοῦτος ἦν, καὶ σῶμα θνητὸν περικείμενος, πρὸς τὰς ἀσωμάτους ἡμιλλᾶτο δυνάμεις.