Ancient Greek
Homily 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De laudibus sancti Pauli apostoli (homiliae 1-7) 1.2
Not analysed yet
Πόθεν οὖν εὔκαιρον εἴη ἂν ἅψασθαι τῶν ἐγκωμίων; Πόθεν ἄλλοθεν ἢ ἀπ' αὐτοῦ τούτου πρώτου, <τοῦ> δεῖξαι τὰ ἁπάντων ἔχοντα ἀγαθά; Εἴτε γὰρ προφῆται ἐπεδείξαντό τι γενναῖον, εἴτε πατριάρχαι, εἴτε δίκαιοι, εἴτε ἀπόστολοι, εἴτε μάρτυρες, πάντα ταῦτα ὁμοῦ συλλαβὼν ἔχει μετὰ τοσαύτης ὑπερβολῆς μεθ' ὅσης οὐδεὶς ἐκείνων, ὅπερ ἕκαστος εἶχε καλόν, ἐκέκτητο.