Ancient Greek
Homily 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De laudibus sancti Pauli apostoli (homiliae 1-7) 1.8
Not analysed yet
Ἀλλὰ τὸν παῖδα τὸν τούτου θαυμάζει τῆς καρτερίας ἡ Γραφή; Καὶ ποία ἀδαμαντίνη ψυχὴ τὴν Παύλου δύναιτ' ἂν ἐπιδείξασθαι ὑπομονήν; Οὐδὲ γὰρ δὶς ἑπτὰ ἔτη ἐδούλευσεν, ἀλλὰ τὸν πάντα βίον ὑπὲρ τῆς τοῦ Χριστοῦ νύμφης, οὐ συγκαιόμενος μόνον τῷ καύματι τῆς ἡμέρας καὶ τῷ παγετῷ τῆς νυκτός, ἀλλὰ μυρίας νιφάδας πειρασμῶν ὑπομένων, νῦν μὲν μάστιγας λαμβάνων, νῦν δὲ λίθοις τὸ σῶμα βαλλόμενος, καὶ νῦν μὲν θηρίοις μαχόμενος, νῦν δὲ πελάγει πυκτεύων, καὶ λιμῷ διηνεκεῖ ἡμέρας καὶ νυκτός, καὶ κρυμῷ, καὶ πανταχοῦ ὑπὲρ τὰ σκάμματα πηδῶν, καὶ τὰ πρόβατα ἀπὸ τῆς τοῦ διαβόλου φάρυγγος ἀφαρπάζων.