# De laudibus sancti Pauli apostoli (homiliae 1-7) 2.2

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De laudibus sancti Pauli apostoli (homiliae 1-7), Homily 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/de-laudibus-sancti-pauli-apostoli-homiliae-1-7/2.2

Καὶ οὐ τοῦτο μόνον ἐστὶν αὐτοῦ τὸ θαυμαστόν, ὅτι περιουσίᾳ τῆς προθυμίας οὐδὲ ᾐσθάνετο τῶν πόνων τῶν ὑπὲρ τῆς ἀρετῆς, ἀλλ' ὅτι οὐδὲ ἐπὶ μισθῷ ταύτην μετῄει. Ἡμεῖς μὲν γὰρ οὐδὲ μισθῶν προκειμένων ἀνεχόμεθα τῶν ὑπὲρ αὐτῆς ἱδρώτων· ἐκεῖνος δὲ καὶ χωρὶς τῶν ἐπάθλων αὐτὴν ἠσπάζετο καὶ ἐφίλει, καὶ τὰ δοκοῦντα αὐτῆς εἶναι κωλύματα μετὰ πάσης ὑπερήλατο τῆς εὐκολίας· καὶ οὔτε σώματος ἀσθένειαν, οὐ πραγμάτων περίστασιν, οὐ φύσεως τυραννίδα, οὐκ ἄλλο οὐδὲν ᾐτιάσατο. Καίτοι καὶ στρατηγῶν καὶ βασιλέων ἁπάντων τῶν ὄντων ἐπὶ γῆς μείζονα φροντίδα ἐγχειρισθείς, ἀλλ' ὅμως καθ' ἑκάστην ἤκμαζε τὴν ἡμέραν. Καὶ τῶν κινδύνων ἐπιτεινομένων αὐτῷ, νεαρὰν ἐκέκτητο τὴν προθυμίαν, καὶ τοῦτο δηλῶν ἔλεγε· Τῶν μὲν ὀπίσω ἐπιλανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος· καὶ θανάτου προσδοκωμένου, εἰς κοινωνίαν τῆς ἡδονῆς ταύτης ἐκάλει λέγων· Χαίρετε καὶ συγχαίρετέ μοι· καὶ κινδύνων ἐπικειμένων καὶ ὕβρεων, καὶ ἀτιμίας ἁπάσης, ἐσκίρτα πάλιν, καὶ Κορινθίοις ἐπιστέλλων ἔλεγε· Διὸ καὶ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν διωγμοῖς·

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De laudibus sancti Pauli apostoli (homiliae 1-7). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg486.local001/.
