# De laudibus sancti Pauli apostoli (homiliae 1-7) 2.6

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De laudibus sancti Pauli apostoli (homiliae 1-7), Homily 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/de-laudibus-sancti-pauli-apostoli-homiliae-1-7/2.6

Σκόπει δέ. Ἔπαθλον ἦν, τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι, τὸ δὲ ἐπιμεῖναι τῇ σαρκί, ὁ ἀγὼν οὗτος· ἀλλ' ὅμως τοῦτο μᾶλλον αἱρεῖται ἐκείνου, καὶ ἀναγκαιότερον αὐτῷ εἶναί φησι· τὸ ἀνάθεμα ἀπὸ Χριστοῦ γενέσθαι, ἀγὼν ἦν καὶ πόνος, μᾶλλον δὲ καὶ ὑπὲρ ἀγῶνα καὶ πόνον· τὸ εἶναι μετ' αὐτοῦ, ἔπαθλον. Ἀλλὰ τοῦτο μᾶλλον αἱρεῖται ἐκείνου διὰ τὸν Χριστόν. Ἀλλ' ἴσως εἴποι τις ἂν ὅτι πάντα ταῦτα διὰ τὸν Χριστὸν ἡδέα αὐτῷ ἦν. Τοῦτο γὰρ καὶ ἐγώ φημι, ὅτι ἅπερ ἀθυμίας ἡμῖν αἴτια, ταῦτα ἐκείνῳ μεγάλην ἔτικτεν ἡδονήν. Καὶ τί λέγω κινδύνους καὶ τὰς ἄλλας ταλαιπωρίας; Καὶ γὰρ ἐν ἀθυμίᾳ διηνεκεῖ ἦν· διὸ καὶ ἔλεγε· Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Πλὴν εἰ καὶ τὴν ἀθυμίαν ἡδονὴν ἔχειν εἴποι τις ἄν. Πολλοὶ γὰρ καὶ τῶν τέκνα ἀποβαλόντων, συγχωρούμενοι μὲν θρηνεῖν, παραμυθίαν λαμβάνουσι· κωλυόμενοι δέ, ἀλγοῦσι· καθάπερ οὖν καὶ ὁ Παῦλος, νυκτὸς καὶ ἡμέρας δακρύων, παραμυθίαν ἐλάμβανεν· οὐδεὶς γὰρ οὕτω τὰ οἰκεῖα ἐπένθησε κακά, ὡς τὰ ἀλλότρια ἐκεῖνος. Πῶς γὰρ οἴει διακεῖσθαι αὐτὸν Ἰουδαίων οὐ σωζομένων, ἵνα σωθῶσιν, εὐχόμενον ἐκπεσεῖν τῆς ἄνωθεν δόξης; Ὅθεν δῆλον ὅτι τὸ μὴ σώζεσθαι αὐτοὺς πολλῷ χαλεπώτερον ἦν. Εἰ γὰρ μὴ χαλεπώτερον, οὐκ ἂν ηὔξατο ἐκεῖνο· ὡς γὰρ κουφότερον εἵλετο, καὶ μᾶλλον ἔχον παραμυθίαν· καὶ οὐχ ἁπλῶς ἐβούλετο, ἀλλὰ καὶ ἐβόα λέγων· Ὅτι λύπη μοί ἐστι, καὶ ὀδύνη τῇ καρδίᾳ μου.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De laudibus sancti Pauli apostoli (homiliae 1-7). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg486.local001/.
