Ancient Greek
Homily 3
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De laudibus sancti Pauli apostoli (homiliae 1-7) 3.4
Not analysed yet
Ποιεῖ δὲ τοῦτο καὶ Ἱερεμίας, βιαζόμενος καὶ φιλονεικῶν ἀπολογίαν τινὰ ὑπὲρ τῶν ἡμαρτηκότων εὑρεῖν, νῦν μὲν λέγων· Εἰ αἱ ἁμαρτίαι ἡμῶν ἀντέστησαν ἡμῖν, ποίησον ἕνεκεν σοῦ, νῦν δὲ πάλιν· Οὐχὶ τοῦ ἀνθρώπου ἡ ὁδὸς αὐτοῦ, οὐδὲ ἄνθρωπος πορεύσεται καὶ κατορθώσει τὴν πορείαν αὐτοῦ· καὶ ἀλλαχοῦ πάλιν· Μνήσθητι ὅτι χοῦς ἐσμέν. Καὶ γὰρ ἔθος τοῖς ὑπὲρ τῶν ἡμαρτηκότων δεομένοις, κἂν μηδὲν ἔχωσιν εὔλογον εἰπεῖν, σκιὰν γοῦν τινα ἀπολογίας ἐπινοεῖν, οὐ διηκριβωμένας μέν, οὐδὲ εἰς δόγματα ἑλκυσθῆναι δυναμένας, παραμυθουμένας δὲ ὅμως τοὺς ὑπὲρ τῶν ἀπολλυμένων ὀδυνωμένους. Μὴ τοίνυν μηδὲ ἡμεῖς τὰς τοιαύτας ἀκριβῶς ἐξετάσωμεν ἀπολογίας, ἀλλ' ἐννοοῦντες ὅτι ψυχῆς εἰσιν ὀδυνωμένης, ζητούσης εἰπεῖν τι ὑπὲρ τῶν ἡμαρτηκότων, οὕτως ἐκδεχώμεθα τὰ εἰρημένα.