Ancient Greek · ~3 min
Homily 3
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De laudibus sancti Pauli apostoli (homiliae 1-7) 3.9
Not analysed yet
Καὶ ὢν μέγας, ἐν τῷ κεφαλαίῳ τῶν ἀγαθῶν, τῇ ἀγάπῃ, φλογὸς πάσης σφοδρότερος ἦν· καὶ καθάπερ σίδηρος εἰς πῦρ ἐμπεσών, ὅλος γίνεται πῦρ, οὕτω καὶ αὐτὸς τῷ πυρὶ τῆς ἀγάπης ἀναφθείς, ὅλος γέγονεν ἀγάπη· καὶ ὥσπερ κοινὸς πατὴρ τῆς οἰκουμένης ἁπάσης ὤν, οὕτω τοὺς γεγεννηκότας αὐτοὺς ἐμιμεῖτο· μᾶλλον δὲ καὶ πάντας ὑπερηκόντισε πατέρας, καὶ σωματικῶν καὶ πνευματικῶν ἕνεκεν φροντίδων, καὶ χρήματα, καὶ ῥήματα, καὶ σῶμα, καὶ ψυχήν, καὶ πάντα ἐπιδιδοὺς ὑπὲρ τῶν ἠγαπημένων. Διὰ τοῦτο καὶ πλήρωμα αὐτὴν ἐκάλει νόμου, καὶ σύνδεσμον τελειότητος, καὶ μητέρα τῶν ἀγαθῶν πάντων, καὶ ἀρχὴν καὶ τέλος ἀρετῆς· διὸ καὶ ἔλεγε· Τὸ δὲ τέλος τῆς ἐπαγγελίας ἀγάπη ἐκ καθαρᾶς καρδίας, καὶ συνειδήσεως ἀγαθῆς· καὶ πάλιν· Τὸ γάρ, οὐ μοιχεύσεις, οὐ φονεύσεις, καὶ εἴ τις ἑτέρα ἐντολή, ἐν τῷ λόγῳ τούτῳ ἀνακεφαλαιοῦται, ἐν τῷ· Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.