Ancient Greek · ~3 min
Homily 4
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De laudibus sancti Pauli apostoli (homiliae 1-7) 4.1
Not analysed yet
Ὁ μακάριος Παῦλος, ὁ τήμερον ἡμᾶς συναγαγὼν καὶ τὴν οἰκουμένην φωτίσας, οὗτος ἐν τῷ καιρῷ τῆς κλήσεως ἐτυφλώθη ποτέ· ἀλλ' ἡ πήρωσις ἐκείνου φωτισμὸς γέγονε τῆς οἰκουμένης. Ἐπειδὴ γὰρ ἔβλεπε κακῶς, ἐπήρωσεν αὐτὸν καλῶς ὁ Θεός, ὥστε ἀναβλέψαι χρησίμως, ὁμοῦ μὲν τῆς ἑαυτοῦ δυνάμεως ἀπόδειξιν αὐτῷ παρεχόμενος, ὁμοῦ δὲ ἐν τῷ πάθει τὰ μέλλοντα προδιατυπῶν, καὶ τοῦ κηρύγματος τὸν τρόπον διδάσκων, καὶ ὅτι ταῦτα πάντα οἴκοθεν ἀποβαλόντα, καὶ μύσαντα καὶ τοὺς ὀφθαλμούς, αὐτῷ πανταχοῦ ἕπεσθαι χρή. Διὸ καὶ αὐτὸς ἐβόα τοῦτο αὐτὸ δηλῶν· Εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν, γενέσθω μωρός, ἵνα γένηται σοφός· ὡς οὐκ ἐνὸν ἀναβλέψαι καλῶς, μὴ πρότερον πηρωθέντα καλῶς, καὶ τοὺς οἰκείους καὶ ταράττοντας αὐτὸν ἐκβαλόντα λογισμούς, καὶ τῇ πίστει τὸ πᾶν ἐπιτρέψαντα.