# De laudibus sancti Pauli apostoli (homiliae 1-7) 4.10

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De laudibus sancti Pauli apostoli (homiliae 1-7), Homily 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/de-laudibus-sancti-pauli-apostoli-homiliae-1-7/4.10

Ὅθεν δῆλον ὅτι οὐκ ἐπειδὴ μάγος ἦν, οὐδὲ ὅτι πλάνος ἦν, ἀλλ' ἐπειδὴ τούτων διορθωτής, καὶ θεία δύναμίς τις καὶ ἄμαχος, διὰ τοῦτο καὶ αὐτὸς πάντων περιεγένετο, καὶ τῷ σκηνοποιῷ τούτῳ τοσαύτην ἐνέπνευσε δύναμιν, ὅσην αὐτὰ τὰ πράγματα μαρτυρεῖ. Ἄνθρωπος γὰρ ἐπ' ἀγορᾶς ἑστηκώς, περὶ δέρματα τὴν τέχνην ἔχων, τοσοῦτον ἴσχυσεν, ὡς καὶ Ῥωμαίους, καὶ Πέρσας, καὶ Ἰνδούς, καὶ Σκύθας, καὶ Αἰθίοπας, καὶ Σαυρομάτας, καὶ Πάρθους, καὶ Μήδους, καὶ Σαρακηνούς, καὶ ἅπαν ἁπλῶς τὸ τῶν ἀνθρώπων γένος πρὸς τὴν ἀλήθειαν ἐπαναγαγεῖν ἐν ἔτεσιν οὐδὲ ὅλοις τριάκοντα. Πόθεν οὖν, εἰπέ μοι, ὁ ἀγοραῖος, καὶ ἐπὶ ἐργαστηρίου ἑστηκώς, καὶ σμίλην μεταχειρίζων, καὶ αὐτὸς τοιαῦτα ἐφιλοσόφει, καὶ τοὺς ἄλλους ἔπεισε, καὶ ἔθνη, καὶ πόλεις, καὶ χώρας, οὐ λόγων ἰσχὺν ἐπιδεικνύμενος, ἀλλὰ καὶ τοὐναντίον ἅπαν, τὴν ἐσχάτην ἀμαθίαν ἀμαθὴς ὤν; Ἄκουσον γοῦν αὐτοῦ λέγοντος, καὶ οὐκ αἰσχυνομένου· Εἰ καὶ ἰδιώτης τῷ λόγῳ, ἀλλ' οὐ τῇ γνώσει. Οὐ χρήματα κεκτημένος. Καὶ γὰρ καὶ τοῦτο αὐτός φησι· Μέχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν, καὶ διψῶμεν, καὶ κολαφιζόμεθα. Καὶ τί λέγω χρήματα, ὅπου γε οὐδὲ τῆς ἀναγκαίας πολλάκις εὐπόρει τροφῆς, οὐδὲ ἱμάτιον περιβαλέσθαι εἶχεν; Ὅτι δὲ οὐδὲ ἐξ ἐπιτηδεύματος λαμπρὸς ἦν, καὶ τοῦτο ὁ μαθητὴς αὐτοῦ δείκνυσι λέγων ὅτι· Ἔμεινε πρὸς Ἀκύλαν καὶ Πρίσκιλλαν διὰ τὸ ὁμότεχνον· ἦσαν γὰρ σκηνοποιοὶ τὴν τέχνην. Οὐκ ἀπὸ προγόνων ἐπίσημος· πῶς γάρ, τοιοῦτον ἐπιτήδευμα ἔχων; Οὐκ ἀπὸ πατρίδος, οὐκ ἀπὸ ἔθνους. Ἀλλ' ὅμως ἐλθὼν εἰς μέσον, καὶ φανεὶς μόνον, πάντα ἐτάραξε τὰ τῶν ἐναντίων, πάντα συνέχεε, καὶ καθάπερ πῦρ εἰς καλάμην ἐμπεσὸν καὶ χόρτον, οὕτω κατέκαυσε τὰ τῶν δαιμόνων, καὶ εἰς ἅπερ ἐβούλετο, πάντα μετέστησε.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De laudibus sancti Pauli apostoli (homiliae 1-7). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg486.local001/.
