Ancient Greek
Homily 4
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De laudibus sancti Pauli apostoli (homiliae 1-7) 4.11
Not analysed yet
Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ θαυμαστόν, ὅτι αὐτὸς τοιοῦτος ὢν τοσαῦτα ἴσχυσεν, ἀλλ' ὅτι καὶ οἱ πλείους τῶν μαθητευομένων, πένητες, ἰδιῶται, ἀπαίδευτοι, λιμῷ συζῶντες, ἄσημοι καὶ ἐξ ἀσήμων. Καὶ ταῦτα καὶ αὐτὸς κηρύττει, καὶ οὐκ αἰσχύνεται λέγων αὐτῶν τὴν πενίαν, μᾶλλον δὲ οὐδὲ προσαιτῶν ὑπὲρ αὐτῶν. Πορεύομαι γάρ, φησίν, εἰς Ἱερουσαλὴμ διακονῶν τοῖς ἁγίοις, καὶ πάλιν· Κατὰ μίαν σαββάτων ἕκαστος ὑμῶν τιθέτω παρ' ἑαυτῷ θησαυρίζων, ἵνα μή, ὅταν ἔλθω, τότε λογίαι γίνωνται. Ὅτι δὲ καὶ τὸ πλεῖον αὐτῶν ἐξ ἰδιωτῶν συνειστήκει, Κορινθίοις ἐπιστέλλων, φησί· Βλέπετε τὴν κλῆσιν ὑμῶν, ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα· καὶ ὅτι ἐξ ἀσήμων· Οὐ πολλοί, φησίν, εὐγενεῖς· καὶ οὐ μόνον οὐκ εὐγενεῖς, ἀλλὰ καὶ σφόδρα εὐτελεῖς. Καὶ γὰρ τὰ ἀσθενῆ, φησί, τοῦ κόσμου ἐξελέξατο ὁ Θεός, καὶ τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ. Ἀλλ' ἰδιώτης μὲν καὶ ἀπαίδευτος, πιθανὸς δὲ ὁπωσοῦν εἰπεῖν; Οὐδὲ τοῦτο. Καὶ τοῦτο αὐτὸς πάλιν δείκνυσι λέγων· Κἀγὼ ἦλθον πρὸς ὑμᾶς, οὐ καθ' ὑπεροχὴν λόγου ἢ σοφίας, καταγγέλλων ὑμῖν τὸ μαρτύριον. Οὐ γὰρ ἔκρινά τι εἰδέναι ἐν ὑμῖν, εἰ μὴ Ἰησοῦν Χριστόν, καὶ τοῦτον ἐσταυρωμένον· καὶ ὁ λόγος μου καὶ τὸ κήρυγμά μου οὐκ ἐν πειθοῖς σοφίας λόγοις.