# De laudibus sancti Pauli apostoli (homiliae 1-7) 4.3

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De laudibus sancti Pauli apostoli (homiliae 1-7), Homily 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/de-laudibus-sancti-pauli-apostoli-homiliae-1-7/4.3

Καὶ τί δήποτε μὴ ἐξ ἀρχῆς τοῦτο ἐγένετο, φησί; Μὴ ζήτει τοῦτο, μηδὲ περιεργάζου, ἀλλὰ παραχώρει τῷ ἀκαταλήπτῳ τῆς τοῦ Θεοῦ προνοίας τοῦ καιροῦ τὴν ἐπιτηδειότητα. Καὶ γὰρ καὶ αὐτὸς τοῦτο ποιεῖ λέγων· Ὅτε δὲ εὐδόκησεν ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου, καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ ἀποκαλύψαι τὸν Υἱὸν αὐτοῦ ἐν ἐμοί. Οὐκοῦν καὶ σὺ μηδὲν περιεργάζου πλέον, ὅταν Παῦλος τοῦτο λέγῃ. Τότε γάρ, τότε συνέφερε τῶν σκανδάλων ἀρθέντων ἐκ μέσου. Λοιπὸν ἀπὸ τούτου μάθωμεν, ὅτι οὐδεὶς οὐδαμῶς οὐδὲ τῶν πρὸ αὐτοῦ, οὐδὲ αὐτὸς οἴκοθεν αὐτὸν εὗρεν, ἀλλ' ὁ Χριστὸς ἑαυτὸν ἐφανέρωσε. Διὸ καὶ ἔλεγεν· Οὐχ ὑμεῖς με ἐξελέξασθε, ἀλλ' ἐγὼ ἐξελεξάμην ὑμᾶς. Ἐπεὶ τίνος ἕνεκεν ὁρῶν τῷ ὀνόματι αὐτοῦ ἀνισταμένους νεκρούς, οὐκ ἐπίστευσεν; Ὁρῶν γὰρ χωλὸν βαδίζοντα, καὶ δαίμονας δραπετεύοντας, καὶ παραλυτικοὺς σφιγγομένους, οὐδὲν ἐκαρποῦτο· οὐδὲ γὰρ ἠγνόει ταῦτα ὁ οὕτω περιεργαζόμενος τοὺς ἀποστόλους. Καὶ Στεφάνου δὲ λιθαζομένου, παρὼν καὶ ἰδὼν τὸ πρόσωπον αὐτοῦ ὡς πρόσωπον ἀγγέλου, οὐδὲν ἐντεῦθεν ἐκέρδανε. Πῶς οὖν οὐδὲν ἐντεῦθεν ἐκέρδανεν; Ὅτι οὐδέπω ἦν κεκλημένος.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De laudibus sancti Pauli apostoli (homiliae 1-7). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg486.local001/.
