Ancient Greek · ~6 min
Homily 5
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De laudibus sancti Pauli apostoli (homiliae 1-7) 5.1
Not analysed yet
Ποῦ νῦν εἰσιν οἱ τὸν θάνατον αἰτιώμενοι, καὶ τὸ παθητὸν τοῦτο σῶμα καὶ φθαρτὸν ἐμπόδιον εἶναι λέγοντες αὐτοῖς πρὸς ἀρετήν; Ἀκουσάτωσαν τῶν Παύλου κατορθωμάτων, καὶ παυέσθωσαν τῆς πονηρᾶς ταύτης διαβολῆς. Τί γὰρ τὸ γένος ἡμῶν ἔβλαψεν ὁ θάνατος; τί δὲ ἡ φθορὰ πρὸς ἀρετὴν ἐνεπόδισεν; Ἐννόησον Παῦλον, καὶ ὄψει ὅτι καὶ ὤνησεν ἡμᾶς τὰ μέγιστα τὸ γενέσθαι θνητούς. Εἰ γὰρ μὴ θνητὸς ἦν οὗτος, οὐκ ἂν ἐδυνήθη εἰπεῖν, μᾶλλον δὲ οὐκ ἂν ἐπιδείξασθαι ἐδυνήθη ὃ διὰ τῶν ἔργων εἶπεν, ὅτι· Καθ' ἡμέραν ἀποθνήσκω, νὴ τὴν ὑμετέραν καύχησιν, ἣν ἔχω ἐν Χριστῷ Ἰησοῦ. Πανταχοῦ γὰρ ἡμῖν ψυχῆς καὶ προθυμίας δεῖ, καὶ τὸ κωλῦον οὐδὲν ἐν τοῖς πρώτοις τετάχθαι. Οὐχὶ θνητὸς ἦν οὗτος; οὐχὶ ἰδιώτης; οὐχὶ πένης καὶ ἐκ τῆς καθ' ἑκάστην ἡμέραν ἐργασίας ποιούμενος τὴν τροφήν; οὐχὶ σῶμα εἶχε πάσαις ἀνάγκαις ὑποκείμενον φυσικαῖς; Τί οὖν αὐτὸν ἐκώλυσε γενέσθαι τοιοῦτον οἷος γέγονεν; Οὐδέν. Μηδεὶς τοίνυν ἀθυμείτω πένης, μηδεὶς δυσχεραινέτω ἰδιώτης, μηδεὶς ἀλγείτω τῶν εὐτελῶν, ἀλλ' ἐκεῖνοι μόνοι ὅσοι ψυχὴν μεμαλακισμένην καὶ διάνοιαν ἔχουσιν ἐκνενευρισμένην. Τοῦτο γὰρ γίνεται κώλυμα μόνον πρὸς ἀρετήν, κακία ψυχῆς καὶ μαλακία γνώμης· ταύτης δὲ ἄνευ τῶν ἄλλων οὐδέν. Καὶ τοῦτο δῆλον ἀπὸ τοῦ μακαρίου τούτου τοῦ νῦν συναγαγόντος ἡμᾶς. Ὥσπερ γὰρ τοῦτον οὐδὲν ταῦτα παρέβλαψεν, οὕτω τοὺς ἔξωθεν οὐδὲν τὰ ἐναντία ὠφέλησεν, οὐ λόγων δεινότης, οὐ χρημάτων πλῆθος, οὐ περιφάνεια γένους, οὐ δόξης μέγεθος, οὐ τὸ ἐν δυναστείᾳ εἶναι.