# De laudibus sancti Pauli apostoli (homiliae 1-7) 5.10

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De laudibus sancti Pauli apostoli (homiliae 1-7), Homily 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/de-laudibus-sancti-pauli-apostoli-homiliae-1-7/5.10

Τί λέγω νηστείαν καὶ γνῶσιν, ὅπου γε ὁμιλίαι τοσαῦται καὶ οὕτω συνεχεῖς πρὸς τὸν Θεὸν ἦσαν αὐτῷ γεγενημέναι, ὅσαι μήτε προφητῶν, μήτε ἀποστόλων ἐγένοντο μηδενί, καὶ μᾶλλον ἐταπεινοῦτο διὰ ταῦτα; Μὴ γάρ μοι ταύτας εἴπῃς τὰς ἀναγεγραμμένας· τὰς γὰρ πλείους ἀπέκρυψε, καὶ οὔτε πάσας εἶπεν, ἵνα μὴ δόξαν ἑαυτῷ περιθῇ μεγάλην, οὔτε πάσας ἐσίγησεν, ἵνα μὴ τὰ τῶν ψευδαποστόλων ἀνοίξῃ στόματα. Οὐδὲν γὰρ ἁπλῶς ἐκεῖνος ἐποίει, ἀλλὰ πάντα μετὰ αἰτίας δικαίας καὶ εὐλόγου· καὶ μετὰ τοσαύτης σοφίας μετῄει τὰ ἐναντία πράγματα, ὡς τῶν αὐτῶν πανταχοῦ τυγχάνειν ἐπαίνων. Ὃ δὲ λέγω τοιοῦτόν ἐστι. Μέγα ἀγαθὸν τὸ μηδὲν μέγα περὶ ἑαυτοῦ λέγειν· ὁ δὲ οὕτως αὐτὸ εὐκαίρως ἐποίει, ὡς εἰπὼν μᾶλλον ἢ σιγήσας ἐπαινεθῆναι. Καὶ εἰ μὴ τοῦτο πεποίηκε, τῶν ἀκαίρως ἐγκωμιαζόντων κατηγορήθη ἂν μᾶλλον· εἰ γὰρ μὴ ἐκαυχήσατο, πάντα ἂν ἀπώλεσε καὶ προέδωκε, καὶ τὰ τῶν ἐχθρῶν ἂν ἐπῆρε πράγματα. Οὕτως οἶδε τῷ καιρῷ πανταχοῦ κεχρῆσθαι, καὶ μετὰ γνώμης ὀρθῆς καὶ τὰ ἀπηγορευμένα ποιεῖν, καὶ οὕτω χρησίμως, ὡς τῶν προστεταγμένων μηδὲν ἔλαττον ἐκ τούτων εὐδοκιμεῖν. Μᾶλλον γὰρ Παῦλος καυχώμενος τότε εὐδοκίμησεν, ἢ ἕτερός τις κρύπτων τὰ ἑαυτοῦ κατορθώματα· οὐδεὶς γὰρ τοσαῦτα εἰργάσατο ἀγαθὰ ἀποκρύπτων τὰ ἑαυτοῦ, ὅσα ἐκεῖνος ἐξειπὼν τὰ ἑαυτοῦ.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De laudibus sancti Pauli apostoli (homiliae 1-7). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg486.local001/.
