# De laudibus sancti Pauli apostoli (homiliae 1-7) 5.14

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De laudibus sancti Pauli apostoli (homiliae 1-7), Homily 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/de-laudibus-sancti-pauli-apostoli-homiliae-1-7/5.14

Ἐπεὶ καὶ ὁ Σαμουήλ· οὐδὲν γὰρ ἀπεικὸς καὶ ἐκείνου μνησθῆναι τοῦ ἁγίου, εἰς γὰρ ὠφέλειαν ἡμῶν καὶ τὰ ἐγκώμια γίνεται· ἐκαυχήσατό ποτε καὶ ἐκεῖνος, καὶ ἐξεῖπεν οἰκεῖα κατορθώματα· ἀλλὰ ποῖα; Ἃ τοῖς ἀκούουσι συνέφερεν. Οὐ γὰρ περὶ σωφροσύνης ἀπέτεινε λόγον μακρόν, οὐδὲ περὶ ταπεινοφροσύνης, οὐδὲ περὶ τοῦ μὴ μνησικακεῖν, ἀλλὰ ὑπὲρ τίνος; Ὑπὲρ τούτου, ὃ μάλιστα ἔδει μαθεῖν τὸν τότε βασιλεύοντα, ὑπὲρ δικαιοσύνης, καὶ τοῦ καθαρὰς ἔχειν τὰς χεῖρας δώρων. Καὶ ὁ Δαυῒδ πάλιν καυχώμενος, ἀπ' ἐκείνων καυχᾶται τῶν δυναμένων τὸν ἀκροατὴν διορθῶσαι. Οὐδὲ γὰρ ἐκεῖνος ἄλλην εἶπεν ἀρετήν, ἀλλὰ τὴν ἄρκτον καὶ τὸν λέοντα παρήγαγεν εἰς μέσον, καὶ οὐδὲν ἕτερον. Τὸ μὲν γὰρ περαιτέρω τὸν λόγον ἐξαγαγεῖν, φιλοτίμου καὶ ἀλαζόνος· τὸ δὲ εἰπεῖν ταῦτα ἃ πρὸς τὴν παροῦσαν ἔμελλε χρείαν ἀναγκαῖα εἶναι, φιλανθρώπου καὶ τὸ τῶν πολλῶν συμφέρον ὁρῶντος· ὃ δὴ καὶ Παῦλος ἐποίησε. Καὶ γὰρ διεβάλλετο, ὡς οὐκ ὢν ἀπόστολος δόκιμος, οὐδὲ ἔχων τινὰ ἰσχύν. Ἀνάγκη τοίνυν ἦν δι' ἐκεῖνα εἰς ταῦτα ἐμπεσεῖν, ἃ μάλιστα ἐδείκνυ αὐτοῦ τὸ ἀξίωμα.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De laudibus sancti Pauli apostoli (homiliae 1-7). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg486.local001/.
