Ancient Greek
Homily 5
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De laudibus sancti Pauli apostoli (homiliae 1-7) 5.16
Not analysed yet
Οὐκ ἐν τῷ καυχᾶσθαι δὲ μόνον, ἀλλὰ καὶ ἐν τῷ ὑβρίζειν τοιοῦτος ἦν. Καίτοι καὶ τοῦτο κεκωλυμένον ἦν, τὸ ὑβρίζειν ἀδελφόν, ἀλλ' οὕτω καὶ τούτῳ δεόντως ἐχρήσατο πάλιν ὡς τῶν ἐγκωμιαζόντων μᾶλλον εὐδοκιμῆσαι. Διά τοι τοῦτο καὶ Γαλάτας καλῶν ἀνοήτους καὶ ἅπαξ καὶ δίς, καὶ Κρῆτας γαστέρας ἀργάς, καὶ θηρία κακά, καὶ ἐντεῦθεν ἀνακηρύττεται. Καὶ γὰρ ὅρον ἡμῖν ἔδωκε καὶ κανόνα, ὥστε τῶν κατὰ Θεὸν ἀμελουμένων μὴ κεχρῆσθαι θεραπείᾳ, ἀλλὰ πληκτικώτερον μεταχειρίζειν τὸν λόγον. Καὶ πάντων μέτρα ἐστὶ παρ' αὐτῷ κείμενα· διὰ δὴ τοῦτο πάντα ποιῶν καὶ λέγων εὐδοκίμει, καὶ ὑβρίζων καὶ ἐπαινῶν, καὶ ἀποστρεφόμενος καὶ θεραπεύων, καὶ ἐπαίρων ἑαυτὸν καὶ μετριάζων, καὶ καυχώμενος καὶ ταλανίζων. Καὶ τί θαυμάζεις, εἰ ὕβρις καὶ λοιδορία εὐδοκιμεῖ, ὅπου γε καὶ φόνος εὐδοκίμησε καὶ ἀπάτη καὶ δόλος, καὶ ἐπὶ τῆς Παλαιᾶς, καὶ ἐπὶ τῆς Καινῆς;