# De laudibus sancti Pauli apostoli (homiliae 1-7) 6.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De laudibus sancti Pauli apostoli (homiliae 1-7), Homily 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/de-laudibus-sancti-pauli-apostoli-homiliae-1-7/6.1

Βούλεσθε τήμερον, ἀγαπητοί, παρέντες τὰ μεγάλα Παύλου καὶ θαυμαστά, ἃ δοκεῖ παρά τισι λαβήν τινα ἔχειν, ταῦτα εἰς μέσον ἀγάγωμεν; καὶ γὰρ καὶ αὐτὰ ἐκείνων ὀψόμεθα οὐκ ἔλαττον αὐτὸν ποιοῦντα λαμπρὸν καὶ μέγαν. Τί οὖν ἐστιν ὃ λαβὴν ἔχει; Ὤφθη ποτέ, φησί, πληγὰς δεδοικώς· καὶ γὰρ ὤφθη, ὅτε αὐτὸν προέτειναν τοῖς ἱμᾶσι· καὶ οὐ τότε μόνον, ἀλλὰ καὶ ἄλλοτε πάλιν ἐπὶ τῆς πορφυροπώλιδος, ὅτε καὶ πράγματα παρέσχε τοῖς βουλομένοις αὐτὸν ἐξαγαγεῖν. Οὐδὲν γὰρ ἄλλο κατασκευάζων τοῦτο ἐποίει ἢ ἀσφάλειαν ἑαυτῷ καὶ τὸ μὴ ταχέως τοῖς αὐτοῖς περιπεσεῖν. Τί οὖν ἂν εἴποιμεν; Ὅτι οὐδὲν αὐτὸν οὕτω μέγαν δείκνυσι καὶ θαυμαστόν, ὡς ταῦτα τὰ εἰρημένα· οἷον ὅτι ψυχὴν ἔχων τοιαύτην, οὐχὶ τολμηράν, οὐδὲ ἀπονενοημένην, καὶ σῶμα οὕτως εἶκον πληγαῖς καὶ τρέμον μάστιγας, τῶν ἀσωμάτων δυνάμεων οὐκ ἔλαττον πάντων ὑπερεῖδε τῶν δοκούντων εἶναι φοβερῶν, ἡνίκα ὁ καιρὸς τοῦτο ἀπῄτει. Ὅταν οὖν ἴδῃς αὐτὸν ἀποτεινόμενον καὶ δεδοικότα, ἀναμνήσθητι τῶν ῥημάτων ἐκείνων, δι' ὧν ὑπερέβη τοὺς οὐρανούς, καὶ πρὸς τοὺς ἀγγέλους ἡμιλλᾶτο, λέγων· Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ; θλῖψις, ἢ στενοχωρία, ἢ διωγμός, ἢ λιμός, ἢ κίνδυνος, ἢ μάχαιρα; Ἀναμνήσθητι τῶν ῥημάτων ἐκείνων, δι' ὧν οὐδὲν ταῦτα εἶναί φησι, λέγων· Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως ἡμῶν καθ' ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν, μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα. Πρόσθες τούτοις τὰς καθημερινὰς θλίψεις, τοὺς θανάτους τοὺς καθ' ἑκάστην ἡμέραν· καὶ ταῦτα ἐννοήσας, καὶ Παῦλον θαύμαζε, καὶ σαυτοῦ μηκέτι ἀπογνῷς.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De laudibus sancti Pauli apostoli (homiliae 1-7). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg486.local001/.
