# De laudibus sancti Pauli apostoli (homiliae 1-7) 6.8

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De laudibus sancti Pauli apostoli (homiliae 1-7), Homily 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/de-laudibus-sancti-pauli-apostoli-homiliae-1-7/6.8

Ἤλγει μὲν γὰρ τυπτόμενος, τῶν δὲ ἀσωμάτων δυνάμεων τῶν οὐκ ἀλγουσῶν οὐχ ἧττον αὐτῶν κατεφρόνει, ὡς ἔστιν ἀκοῦσαι τῶν ῥημάτων αὐτοῦ, ἃ μηδὲ τῆς φύσεως αὐτὸν ποιεῖ νομίζεσθαι τῆς ἡμετέρας. Ὅταν γὰρ λέγῃ· Ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ τῷ κόσμῳ, καὶ πάλιν· Ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός, τί ἄλλο ἐστὶν εἰπεῖν, ἢ ὅτι καὶ ἐξ αὐτοῦ μετέστη τοῦ σώματος; τί δέ, ὅταν λέγῃ· Ἐδόθη μοι σκόλοψ τῇ σαρκί, ἄγγελος σατᾶν; τοῦτο δὲ οὐδὲν ἕτερόν ἐστιν, ἢ δεῖξαι μέχρι τοῦ σώματος ἱστάμενον τὸν πόνον· οὐκ ἐπειδὴ ἔνδον οὐ διέβαινεν, ἀλλ' ἐπειδὴ τῇ περιουσίᾳ τῆς προαιρέσεως αὐτὸν διεκρούετο καὶ ἐξώθει. Τί δέ, ὅταν ἕτερα πολλὰ τούτων θαυμαστότερα λέγῃ, καὶ χαίρῃ μαστιζόμενος, καὶ καυχᾶται ἐπὶ ταῖς ἁλύσεσι; Τί ἂν ἄλλο τις εἴποι, ἢ τοῦτο ὅπερ ἔφην, ὅτι τὸ λέγειν· Ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, καὶ φοβοῦμαι μήπως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι, τὸ ἀσθενὲς τῆς φύσεως δείκνυσι, διὰ δὲ τούτων, ὧν εἶπον, τὴν εὐγένειαν τῆς προαιρέσεως;

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De laudibus sancti Pauli apostoli (homiliae 1-7). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg486.local001/.
