Ancient Greek · ~24 min
Section 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Lazaro et divite [Sp.] 1.1
Not analysed yet
Μέγιστόν ἐστι διδασκαλεῖον τὸ τῆς Ἐκκλησίας στάδιον, πλουσίων παιδευτήριον, πενήτων καταφύγιον. Φέρε τοίνυν, ἀγαπητοὶ, ἐπειδήπερ ἐν τῷ σκάμματι τῆς διδασκαλίας ἑστήκαμεν, τοῖς τοῦ προλαβόντος διδάγμασιν ἐξακολουθήσαντες, τὰ ἀρτίως εἰρημένα ἐν χερσὶ λαβόντες, πᾶσιν ὑμῖν τὰς παρ' ἡμῶν ὀφειλομένας ψεκάδας τοῦ λόγου δροσίσωμεν. Ἦν δὲ ἡμῖν τὸ ἀνάγνωσμα διηγούμενον πλουσίου καὶ πένητος πολιτείαν· πλουσίου μὲν τὸν βίον τῇ τρυφῇ βεβαπτισμένον, πένητος δὲ τὸν βίον τῇ πτωχείᾳ κατεστιγμένον. Ἄνθρωπός τις ἦν πλούσιος, καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον, εὐφραινό μενος καθ' ἡμέραν λαμπρῶς. Πτωχὸς δέ τις ἦν Λάζαρος ὀνόματι, ὃς ἐβέβλητο πρὸς τὸν πυλῶνα τοῦ πλουσίου ἡλκωμένος, καὶ ἐπιθυμῶν ἀπὸ τῶν πιπτόντων ψιχίων τῆς τραπέζης τοῦ πλουσίου μεταλαβεῖν· καὶ οὐδεὶς ἐδίδου αὐτῷ, ἀλλὰ καὶ οἱ κύνες ἐρχόμενοι ἔλειχον τὰ ἕλκη αὐτοῦ. Ἀναγκαῖον τοίνυν διηγήσασθαι, ἀγαπητοὶ, τὰ κατὰ μέρος, ἵν' ὥσπερ οἱ πλωτῆρες ἐκ τῆς τῶν προπλεόντων πείρας φύγωμεν καὶ ἡμεῖς τὰς ὑφάλους τῶν ναυαγίων πέτρας· ἵν' οἱ μὲν πλούσιοι ἐκ τῆς τοῦ προλαβόντος πλουσίου τιμωρίας ἑαυτοὺς σωφρονίσωσιν, οἱ δὲ πένητες τὰς ἑαυτῶν ἐλπίδας ἐν Λαζάρῳ ὁρῶντες προλαμπούσας προθύμως τὸν δρόμον τῆς θλίψεως διεκδράμωσιν. Ἄνθρωπός τις ἦν πλούσιος. Ἄνθρωπός τις. Οὐ τετίμηται τῇ τοῦ ὀνόματος προσηγορίᾳ, ὥσπερ ὁ δίκαιος Ἰώβ. Ἄνθρωπός τις ἦν ἐν χώρᾳ τῇ Αὐσίτιδι, ᾧ ὄνομα Ἰώβ. Τούτου δὲ παρασεσιώπηται τὸ ὄνομα· ὁ γὰρ ἄκαρπος ἐστέρηται καὶ τοῦ ὀνόματος (δικαίων γὰρ καὶ τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς, ἁμαρτωλῶν δὲ ἐξαλειφθήσεται), μόνον ἔχων τὸ κοινὸν τῆς φύσεως ὄνομα τὸ ἄνθρωπος· τοῦτο γὰρ πάντων κοινὸν τὸ ὄνομα. Ἀλλὰ κοινὸν μὲν εἶχε τὸ ὄνομα, ἰδιάζουσαν δὲ τῆς κακίας τὴν ὠμότητα. Ἄνθρωπός τις ἦν πλούσιος. Συγγενὴς μὲν τοῦ πένητος Λαζάρου κατὰ τὴν τοῦ σώματος φύσιν, ξένος δὲ τῆς ἐν Χριστῷ κληρονομίας διὰ τὴν τῆς προαιρέσεως μοχθηρίαν. Ἄνθρωπός τις ἦν. Ἄνθρωπος μὲν ἦν τῷ σχήματι, τῷ δὲ φρονήματι θηρίον μονοφάγον. Ἄνθρωπός τις ἦν πλούσιος. Πλούσιος ἐν κτήμασι, πλούσιος ἐν ἐγκλήμασι, πλούσιος ἐν χαλκῷ, πλούσιος ἐν ἰῷ ἁμαρτίας· ἀργύρῳ περιλαμπόμενος, ἀλλ' ἁμαρτίαις συσκοτιζόμενος· πλούσιος ἐν χρυσῷ, ἀλλὰ πτωχὸς ἐν Χριστῷ· ἐσθῆτα ἔχων πολλὴν, ἀλλὰ γυμνὴν ἔχων τὴν ψυχήν· πολυτελῆ ἐσθῆτα φυλάσσων, καὶ σῆτας ἐκτρέφων πολλούς. Ἄνθρωπός τις ἦν πλούσιος. Πλούτῳ κομῶν, ἄνθος δικαιοσύνης οὐκ ἔχων· δένδρον φθινοπωρινὸν, ἄκαρπον, δὶς ἀποθανόν. Ἄνθρωπός τις ἦν πλούσιος, καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον. Πορφύραν μὲν εἶχε τὸ ἔνδυμα, τῆς βασιλείας δὲ τοῦ Θεοῦ ἀπέῤῥιπτο, πορφύραν εἶχεν, οὐ τῷ αἵματι τοῦ Χριστοῦ ἐῤῥαντισμένην, ἀλλ' ἐξ αἵματος κοχλίου θαλάσσης βεβαμμένην· οὐ βασιλείαν οὐρανῶν μνηστευομένην αὐτῷ, ἀλλὰ φοβερὰν φλόγα γεέννης αὐτῷ προλάμπουσαν. Ἄνθρωπός τις ἦν πλούσιος, καὶ ἐνεδιδύσκετο βύσσον καὶ πορφύραν, εὐφραινόμενος καθ' ἡμέραν λαμπρῶς. Εὐφραινόμενος, οὐχ ὡς οἱ δίκαιοι ἐν Κυρίῳ (δικαίων γὰρ εὐφροσύνη μνήμη Θεοῦ, ὡς μαρτυρεῖ μοι Δαυῒδ λέγων· Ἐμνήσθην τοῦ Θεοῦ, καὶ ηὐφράνθην), ἀλλ' ἦν εὐφραινόμενος ἐν μέθαις, ἐν ἀσωτίαις, ἐν κραιπάλαις, ἐν ἀταξίαις, οὐδὲν ἀπεοικὼς χοίροις ἐν βορβόρῳ κυλινδουμένοις. Πτωχὸς δέ τις ἦν Λάζαρος. Εἶπε τοῦ πένητος τὸ ὄνομα, τιμῶν τὸν πτωχὸν διὰ τῆς τοῦ ὀνόματος προσηγορίας. Πτωχὸς δέ τις ἦν Λάζαρος, ὃς ἐβέβλητο πρὸς τὸν πυλῶνα αὐτοῦ, τῇ τρικυμίᾳ τῆς πτωχείας σφοδρῶς κλονούμενος, ἀλλὰ μετ' οὐ πολὺ εἰς τὸν εὔδιον κόλπον τοῦ Ἀβραὰμ ὑπ' ἀγγέλων δορυφορούμενος. Πτωχὸς δέ τις ἦν Λάζαρος, ὃς πρὸς τὸν πυλῶνα τοῦ πλουσίου ἐβέβλητο ἡλκωμένος. Ὢ πόσοις κακοῖς ὁ πτωχὸς συνείχετο. ὑπὸ τῆς βαρυτάτης πενίας, ὥσπερ ὑπὸ χαλάζης βιαίας ἐκολαφίζετο· ὑπὸ τῶν ἀναζεουσῶν φλυκταινῶν, ὥσπερ ὑπὸ ἀνθράκων σπινθηροβόλων διησθίετο· πανταχόθεν χείμαῤῥοι αὐτῷ θλίψεως προσηῤῥάσσοντο, τὸ σῶμα διαλύοντες, τὴν καρδίαν συνθρύπτοντες· οὐδεμία αὐτῷ ἄνεσις γαλήνης ηὑρίσκετο. Ἔξωθεν μάχαι ἔσωθεν φόβοι. Ἔξωθεν γὰρ τὸ σῶμα ὑπὸ τῶν φλυκταινῶν ἐδαμάζετο, καὶ ἔσωθεν ἡ καρδία ὑπὸ τῶν ἀπαραιτήτων φροντίδων διησθίετο. Οὐ χώρα αὐτῷ σιτοφόρος σπέρμα ἄρτου προσέφερεν, οὐκ ἄμπελος αὐτῷ βότρυν γλυκύῤῥωγον προσεκόμιζεν, οὐ δένδρον ὀπώρας ἥδιστον καρπὸν αὐτῷ ἐγεώργει, οὐδ' ἄλλο τι τῶν γεηρῶν πρὸς τὴν τῆς πενίας παραμυθίαν ἦν. Πῶς γὰρ, ᾧ οὐδὲ σπιθαμὴ γῆς ἀροσίμου τόπος ὑπῆρχεν, οὔτε πηχυαῖον ἔδαφος εἰς κατοίκησιν, ἀλλ' αἴθριος ἐβέβλητο ἐπὶ τῆς κοπρίας; Κόπρος αὐτῷ καὶ ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ περιβόλαιον ἦν, θάλπουσα μὲν ἐν τῷ χειμῶνι ἐκ μέρους, ἐν δὲ τῷ θέρει δεινῶς κατακαίουσα. Κατεστιγμένον εἶχε τὸ σῶμα τοῖς τραύμασιν, ἀδρανὲς πρὸς γεωργίαν, ἄχρηστον πρὸς ὁδοιπορίαν καὶ ἐμπορίαν, καὶ πρὸς τὰς ἄλλας τῶν χρειῶν ἀφορμὰς ἀνεπιτήδειον. Πανταχόθεν αὐτῷ ἀπορία, πανταχόθεν στένωσις· στεναγμοὶ αὐτῷ πρὸ δακρύων ἐπὶ τῇ καρδίᾳ τριβόλων δίκην ἐφύοντο· ὀχετοὶ δακρύων ἐπὶ παρειῶν αὐτῷ ἐφέροντο τῇ συνεχεῖ τῶν δακρύων ῥύμῃ αὐλακιζόμεναι· θάνατον ἐν τοῖς ὕπνοις ἐμελέτα, θάνατον μετὰ τὸν ὕπνον περιεβλέπετο, καὶ οὐδαμοῦ εὕρισκεν. Πόνων γὰρ καὶ φροντίδων μακρῶν ὡς λυτήριον ἐπεζήτει τὸν θάνατον, οὐδὲν ἀπεοικὼς τῷ πολυάθλῳ Ἰώβ. Καὶ γὰρ ἐκεῖνος ἀπωλέσας τὰ χρήματα, τὰ βουκόλια, τὰ κτήματα, τελευταῖον γυμνὸς τὸ σῶμα τοῖς σκώληξι συνειλημμένος, ἐπὶ τῆς κοπρίας ἐβέβλητο, καὶ θάνατον ἐπεθύμει. Τί γὰρ ἔλεγε; Ἵνα τί δέδοται τοῖς ἐν πικρίᾳ φῶς, ζωὴ δὲ ταῖς ἐν ὀδύναις ψυχαῖς; Οἱ ἱμείρονται τοῦ θανάτου, καὶ οὐ τυγχάνουσιν, ἀνορύττοντες αὐτὸν ὥσπερ θησαυρόν· περιχαρεῖς δὲ ἐγένοντο, ἐὰν κατατύχωσι· θάνατος γὰρ ἀνδρὶ ἀνάπαυσις. Ἀλλὰ καὶ ἐπεθύμει, φησὶν, ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου χορτασθῆναι, καὶ οὐδεὶς ἐδίδου αὐτῷ. Ὢ βίου ἀλλοκότου. ὁ μὲν πλούσιος ἐν τῷ πολυφόρτῳ ῥεύματι τῆς τρυφῆς καταρδευόμενος ἐμέθυεν, ὁ δὲ πένης μηδεμίαν ἔχων εὐπορίας ἰκμάδα, τῷ καύσωνι τῆς πενίας ἐμαραίνετο. Διὰ τί γὰρ αὐτοῖς εὔκρατος ὁ πλοῦς τοῦ βίου ἐν τῇ πρὸς ἀλλήλους κοινωνίᾳ οὐ γεγένηται; Διὰ τί; Ἵνα ὁ μὲν πένης λαμπροὺς τοὺς στεφάνους τῆς ὑπομονῆς ὑποδέξηται, ὁ δὲ πλούσιος τῆς ἀποτεθηριωμένης ψυχῆς τοὺς ὄμφακας τοῖς οἰκείοις ὀδοῦσι μασήσηται. Ἀλλὰ καὶ οἱ κύνες, φησὶν, ἐρχόμενοι ἀπέλειχον τὰ ἕλκη αὐτοῦ. Εὐγενέστεροι οἱ κύνες τοῦ πλουσίου, ἀγαθώτεροι τῆς ἐκείνου ἀπανθρωπίας. Ἐκείνου μηδέποτε ψεκάδα ἐλαίου δροσίσαντος τῷ πένητι, οἱ κύνες τὴν ἀκμὴν τῶν ὀδόντων τῇ φιλανθρωπίᾳ πραΰναντες, ἁπαλῇ τῇ γλώσσῃ αὐτὸν ἐθεράπευον, ὡς ἂν πᾶσαν ῥυπαρίαν καὶ πάντα ἰχῶρα τῶν τραυμάτων αὐτοῦ ἀποσμήχοντες· καὶ τὰ ἄγρια ἕλκη τῇ λειότητι τῆς γλώττης τιθασσεύοντες, τοὺς πόνους τῶν τραυμάτων αὐτοῦ ὑπέκλεπτον ἠρέμα. Ὁ δέ γε πλούσιος οὐδὲ ὄμμα ἱλαρὸν ἐχαρίσατο τῷ πένητι πώποτε, οὐδὲ λόγον κἂν ἄκαρπον, οὐ ῥάκος αὐτῷ ἐπέῤῥιψεν, οὐ σίτων λείψανον, οὐκ ὀβολὸν ἕνα ὑπὸ ἰοῦ δεδαπανημένον, οὐκ ἄρτον, οὐ κλάσμα ἄρτου ὑπ' εὐρῶτος διεφθαρμένον, ἀλλὰ πάντα ἐν τῇ αὐτοῦ γαστρὶ, ὥσπερ ἐν πανδοχείῳ, διὰ τῆς τοῦ φάρυγγος χώνης ἐνέῤῥιπτεν.