Ancient Greek · ~18 min
Εἰς τὸν πλούσιον καὶ τὸν Λάζαρον λόγος τέταρτος· καὶ ὅτι τὸ συνειδὸς εἴωθεν ἡμᾶς ἀναμιμνήσκειν παλαιὰ ἁμαρτήματα, καὶ εἰς τὸν Ἰωσήφ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Lazaro (homiliae 1-7) 1.1-4
Not analysed yet
Τῆς τοῦ Λαζάρου παραβολῆς τὸ τέλος ἀνάγκη τήμερον ἀποδοῦναι. Ὑμεῖς μὲν γὰρ ἴσως τὸ πᾶν ἡμῖν ἀπηρτίσθαι νομίζετε· οὐ μὴν ἔγωγε χρήσομαι ὑμῶν εἰς ἀπάτην τῇ ἀγνοίᾳ, οὐδὲ ἀποστήσομαι πρότερον, ἕως ἂν τὸ φαινόμενον ἅπαν ἀπέλθω λαβών· ἐπεὶ καὶ γεωργὸς τῆς ἀμπέλου τρυγηθείσης ἁπάσης, οὐ πρότερον ἀφίσταται, ἕως ἂν καὶ τὰς ῥᾶγας ἐκτέμῃ. Ἐπεὶ οὖν καὶ νῦν ἐνορῶ, ὥσπερ ὑπὸ φύλλοις, τοῖς γράμμασιν ἐναποκεκρυμμένα νοήματα ἔτι, φέρε δὴ καὶ ταῦτα, ἀντὶ δρεπάνης τῷ λόγῳ χρησάμενοι, πάλιν μετ' ἀκριβείας ἀποτρυγήσωμεν. Ἄμπελος μὲν γὰρ τρυγηθεῖσα καθάπαξ, ἕστηκε γυμνὴ τοῦ καρποῦ, φύλλα ἔχουσα μόνον· ἡ δὲ ἄμπελος ἡ πνευματικὴ τῶν θείων Γραφῶν οὐχ οὕτως, ἀλλ' ἂν τὸ φαινόμενον ἅπαν ἀνελώμεθα, τὸ πλέον ἐναπομένει πάλιν. Πολλοὶ γοῦν μὲν καὶ πρὸ ἡμῶν εἰς ταύτην εἰρήκασι τὴν ὑπόθεσιν, πολλοὶ καὶ μεθ' ἡμᾶς ἴσως ἐροῦσιν· ἀλλ' οὐδεὶς τὸν ἅπαντα πλοῦτον κενῶσαι δυνήσεται. Τοιαύτη γὰρ τῆς περιουσίας ταύτης ἡ φύσις· ὅσῳπερ ἂν διασκάψῃς ἐν τῷ βάθει, τοσούτῳ πλέον ἀναβλύσει τὰ θεῖα νοήματα· πηγὴ γάρ ἐστιν οὐδέποτε ἐπιλείπουσα. Καὶ ἔδει μὲν τῇ προτέρᾳ συνάξει τοῦτο ὑμῖν ἀποδοῦναι τὸ χρέος, ἀλλ' οὐκ ἀσφαλὲς εἶναι ἐνομίσαμεν, τοῦ μακαρίου Βαβύλα καὶ τῆς ξυνωρίδος τῶν ἁγίων μαρτύρων τῶν μετ' ἐκεῖνον παρελθεῖν τὰ κατορθώματα. Διὸ τὴν καταβολὴν ὑπερεθέμεθα, τηροῦντες εἰς τὴν παροῦσαν ὑμῖν ἡμέραν ὁλόκληρον τὴν ἔκτισιν. Φέρε οὖν, ἐπειδὴ καὶ τοῖς πατράσι τὰς εὐφημίας ἀποδεδώκαμεν, οὐ τὰς κατ' ἀξίαν τὴν ἐκείνων, ἀλλὰ τὰς κατὰ δύναμιν τὴν ἡμετέραν, ἀποδῶμεν καὶ ὑμῖν τοῦ διηγήματος τούτου τὸ λείψανον. Ἀλλὰ μὴ ἀποκάμητε, ἕως ἂν πρὸς τὸ τέλος ἀφικώμεθα, ἐκεῖθεν ἀναλαβόντες τὸν λόγον, ἔνθα αὐτὸν κατελίπομεν πρώην. Ποῦ δὲ αὐτὸν κατελίπομεν; Ἐν τῷ χάσματι τῷ διείργοντι τοὺς δικαίους ἀπὸ τῶν ἁμαρτωλῶν. Εἰπόντος γὰρ τοῦ πλουσίου, Πέμψον Λάζαρον, εἶπε πρὸς αὐτὸν ὁ Ἀβραάμ· Χάος μέγα ἐστήρικται μεταξὺ ἡμῶν καὶ ὑμῶν, ὅπως οἱ θέλοντες διαβῆναι ἐκεῖθεν πρὸς ἡμᾶς, μὴ δύνωνται, μηδὲ οἱ ἐντεῦθεν ἐκεῖ διαπερῶσι. Καὶ ἐδείκνυμεν διὰ πολλῶν τῶν εἰρημένων, ὡς ὅτι μετὰ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν, ἐν τοῖς οἰκείοις κατορθώμασι τὰς ἐλπίδας τῆς σωτηρίας ἔχειν χρὴ, μὴ πατέρας καὶ πάππους καὶ ἐπιπάππους ἀριθμοῦντας, μηδὲ συγγενεῖς καὶ φίλους καὶ οἰκείους καὶ γείτονας· Ἀδελφὸς γὰρ οὐ λυτροῦται· λυτρώσεται ἄνθρωπος; Ἀλλ' ὅσα ἂν παρακαλέσωσι καὶ καθικετεύσωσιν οἱ μετὰ ἁμαρτημάτων ἐντεῦθεν ἀπελθόντες, πάντα εἰκῆ καὶ μάτην λοιπὸν ἐροῦσι. Καὶ γὰρ αἱ παρθένοι αἱ πέντε παρεκάλεσαν τὰς ὁμήλικας ὑπὲρ ἐλαίου, καὶ οὐκ ἐπέτυχον· καὶ ὁ τὸ τάλαντον κατακρύψας τὸ ἐν τῇ γῇ, πολλὰ ἀπολογησάμενος, κατεκρίθη πάλιν· καὶ οἱ μὴ θρέψαντες αὐτὸν πεινῶντα, μηδὲ ποτίσαντες διψῶντα, καὶ αὐτοὶ δοκοῦντες εἰς ἄγνοιαν καταφεύγειν, οὐδ' ἐκεῖνοι συγγνώμης καὶ ἀπολογίας ἔτυχον. Ἕτεροι δὲ οὐδὲ εἰπεῖν τι ἴσχυσαν, ὥσπερ ἐκεῖνος ὁ τὰ ῥυπαρὰ ἐνδεδυμένος ἱμάτια· ἐγκαλούμενος γὰρ ἐσίγα. Οὐχ οὗτος δὲ μόνον, ἀλλὰ καὶ ἄλλος τῷ πλησίον μνησικακήσας, καὶ ἑκατὸν ἀπαιτήσας δηνάρια, εἶτα ὑπὲρ τούτων αὐτῶν παρὰ τοῦ δεσπότου ἐγκαλούμενος ἐπὶ ὠμότητι καὶ ἀπανθρωπίᾳ, οὐδὲν ἔσχεν εἰπεῖν. Ὅθεν δῆλον, ὅτι οὐδὲν ἡμῶν ἐκεῖ προστήσεται, ἐὰν ἔργα μὴ ἔχωμεν ἀγαθά· ἀλλ' ἄν τε καθικετεύωμεν καὶ παρακαλῶμεν, ἄν τε σιγῶμεν, ὁμοίως ἐφ' ἡμᾶς ἥξει τὰ τῆς κολάσεως καὶ τῆς τιμωρίας. Ἄκουσον γοῦν πῶς καὶ οὗτος αἰτήσας αἰτήσεις δύο τὸν Ἀβραὰμ, ἀμφοτέρων ἀπέτυχε. Πρότερον μὲν γὰρ ὑπὲρ ἑαυτοῦ τὴν ἱκετηρίαν ἐποιεῖτο λέγων, Πέμψον Λάζαρον· ὕστερον δὲ οὐκ ἔτι ὑπὲρ ἑαυτοῦ, ἀλλὰ ὑπὲρ τῶν ἀδελφῶν· ἀλλὰ οὐδεμίαν ἤνυσεν αἴτησιν. Ἡ μὲν γὰρ ἦν ἀδύνατος ἡ προτέρα, ἡ δευτέρα δὲ περιττὴ ἡ ὑπὲρ τῶν ἀδελφῶν. Πλὴν ἀλλὰ, εἰ δοκεῖ, καὶ αὐτῶν ἀκούσωμεν τῶν ῥημάτων μετὰ πολλῆς τῆς σπουδῆς. Εἰ γὰρ ἄρχοντος ἐν ἀγορᾷ μέσῃ κατάδικον ἀγαγόντος, καὶ δημίους περιστήσαντος, καὶ καταξαίνοντος τὸν ὑπεύθυνον, μετὰ πολλῆς τῆς προθυμίας συντρέχουσιν ἅπαντες ἀκοῦσαι βουλόμενοι, τί μὲν ὁ δικαστὴς ἐρωτᾷ, τί δὲ ὁ κατάδικος ἀποκρίνεται· πολλῷ μᾶλλον ἐνταῦθα μετὰ ἀκριβείας ἀκούειν χρὴ, τί μὲν ὁ κατάδικος οὗτος, ὁ πλούσιος λέγω, ἀξιοῖ, τί δὲ ὁ δίκαιος δικαστὴς ἀποκρίνεται διὰ τοῦ Ἀβραάμ. Οὐ γὰρ ὁ πατριάρχης ἦν ὁ δικάζων, εἰ καὶ αὐτὸς ἐφθέγγετο· ἀλλ' ὥσπερ ἐπὶ τῶν ἔξωθεν δικαστηρίων τούτων, ὅταν ὦσί τινες ὑπεύθυνοι λῃσταὶ καὶ ἀνδροφόνοι, πόῤῥω τῆς ὄψεως τοῦ δικάζοντος ἀποστήσαντες τούτους οἱ νόμοι, τῆς τοῦ κρίνοντος οὐκ ἐπιτρέπουσιν ἀκοῦσαι φωνῆς, κἂν τούτῳ μετὰ τῶν ἄλλων αὐτοὺς ἀτιμάζοντες, ἀλλὰ μέσος τις διακονεῖ ταῖς ἐρωτήσεσι τοῦ δικάζοντος, καὶ ταῖς ἀποκρίσεσι τῶν δικαζομένων· οὕτω δὴ καὶ τότε ἐγίνετο. Οὐ τοῦ Θεοῦ φθεγγομένου πρὸς αὐτὸν ἤκουεν ὁ κατάδικος, ἀλλὰ μέσος ἦν ὁ Ἀβραὰμ, τὰ παρὰ τοῦ δικάζοντος διακονούμενος τῷ δικαζομένῳ. Οὐ γὰρ οἴκοθεν ἔλεγεν ἅπερ ἔλεγεν, ἀλλὰ θείους ἀνεγίνωσκε νόμους αὐτῷ, καὶ τὰς ἄνωθεν φερομένας ἔλεγεν ἀποφάσεις. Διόπερ οὗτος οὐδὲ ἀντιλέγειν εἶχε.