Ancient Greek · ~22 min
Μετὰ τὰς Καλάνδας τῇ ἑξῆς ἐν Ἀντιοχείᾳ λεχθεὶς κατὰ μεθυόντων, καὶ περὶ τῶν εἰς καπηλεῖα εἰσιόντων καὶ εἰς τὴν πόλιν χορείας τελούντων, καὶ ὅτι τὸν διδάσκαλον οὐ χρὴ ἀπογινώσκειν τῶν μαθητῶν, κἂν πρὸς τὸ παρὸν μὴ πείθωνται, καὶ εἰς τὸν πτωχὸν Λάζαρον καὶ τὸν πλούσιον. Λόγος πρῶτος.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Lazaro (homiliae 1-7) 11.1
Not analysed yet
Οὐ γὰρ εἶπε πρὸς ἑαυτὸν οὐδὲν τοιοῦτον, οἷον πολλοὺς λέγειν εἰκὸς, ὅτι οὗτος ὁ πλούσιος, ἂν μὲν ἀπελθὼν ἐκεῖ κολασθῇ καὶ δῷ τιμωρίαν, ἓν ἓν γέγονεν· ἂν δὲ κἀκεῖ τῶν αὐτῶν ἀπολαύσῃ τιμῶν, δύο γέγονεν οὐδέν. Ἢ οὐ ταῦτα περιφέρετε ἐν ταῖς ἀγοραῖς ὑμεῖς οἱ πολλοὶ, τὰ ἀπὸ τῆς ἱπποδρομίας καὶ τῶν ἔξω θεάτρων εἰς τὴν ἐκκλησίαν εἰσάγοντες; Αἰσχύνομαι μὲν οὖν εἰς μέσον ταῦτα προτιθεὶς τὰ ῥήματα καὶ ἐρυθριῶ· πλὴν ἀλλ' ἀνάγκη ταῦτα εἰπεῖν, ἵνα ὑμεῖς ἀπαλλαγῆτε τοῦ ἀτάκτου γέλωτος καὶ τῆς αἰσχύνης καὶ τῆς βλάβης τῆς ἀπὸ τῶν ῥημάτων τούτων. Ταῦτα πολλοὶ πολλάκις γελῶντες λέγουσιν· ἀλλὰ καὶ τοῦτο διαβολικῆς κακουργίας ἐστὶν, ἐν τάξει ῥημάτων ἀστείων διεφθαρμένα εἰσάγειν εἰς τὸν βίον ἡμῶν δόγματα. Ταῦτα γὰρ συνεχῶς καὶ ἐν ἐργαστηρίοις, καὶ ἐπὶ τῆς ἀγορᾶς, καὶ ἐν ταῖς οἰκίαις πολλοὶ περιφέρουσιν· ὅπερ ἐσχάτης ἀπιστίας ἐστὶ καὶ παρανοίας καὶ γέλωτος ὄντως καὶ παιδικῆς διανοίας. Τὸ μὲν γὰρ λέγειν, ὅτι ἐὰν ἀπελθόντες οἱ πονηροὶ κολασθῶσι, καὶ μὴ σφόδρα πεπεικέναι ἑαυτοὺς, ὅτι κολασθήσονται πάντως, ἀπιστούντων ἐστὶ καὶ διαμφισβητούντων· τὸ δὲ, εἰ καὶ τοῦτο συμβαίη, ὅπερ οὖν καὶ συμβήσεται, νομίζειν τῆς ἴσης αὐτοὺς τοῖς δικαίοις ἀνταποδόσεως ἀπολελαυκέναι, τοῦτο ἐσχάτης ἀνοίας. Τί λέγεις, εἰπέ μοι; ἐὰν ἀπελθὼν ὁ πλούσιος ἐκεῖ κολάζηται, ἓν ἓν γέγονε; καὶ πῶς ἂν ἔχοι λόγον; Πόσα γὰρ αὐτὸν ἐνταῦθα βούλει θεῖναι ἀπολελαυκέναι τῶν χρημάτων ἔτη; βούλει θῶμεν ἑκατόν; Ἐγὼ δὲ καὶ διακόσια τίθημι, καὶ τριακόσια καὶ δὶς τοσαῦτα. καὶ, εἰ βούλει, καὶ χίλια, ὅπερ ἀδύνατον· Αἱ ἡμέραι γὰρ, φησὶ, τῶν ἐτῶν ἡμῶν, ὀγδοήκοντα ἔτη· πλὴν ἀλλὰ κείσθω καὶ χίλια. Μὴ ζωὴν ἔχεις, εἰπέ μοι, ἐνταῦθα δεῖξαι τέλος οὐκ ἔχουσαν, οὐδὲ πέρας ἐπισταμένην, οἵαπερ ἐστὶν ἡ τῶν δικαίων ἐκεῖ; Εἴ τις οὖν, εἰπέ μοι, ἐν ἔτεσιν ἑκατὸν μίαν νύκτα ὄναρ ἰδὼν χρηστὸν, καὶ πολλῆς καθ' ὕπνους ἀπολαύσας τρυφῆς, τὰ ἑκατὸν ἔτη κολάζοιτο, ἆρα δυνήσῃ λέγειν ἐπὶ τούτῳ, ἓν καὶ ἓν, καὶ τὴν μίαν νύκτα τῶν ὀνειράτων ἐκείνων τοῖς ἑκατὸν ἔτεσιν ἀντίῤῥοπον ποιεῖσθαι; Οὐκ ἔστιν εἰπεῖν. Τοῦτο δὴ καὶ περὶ τῆς μελλούσης ζωῆς λογίζου. Ὅπερ γάρ ἐστιν ὄναρ ἓν πρὸς ἑκατὸν ἔτη, τοῦτό ἐστιν ὁ παρὼν βίος πρὸς τὴν μέλλουσαν ζωήν· μᾶλλον δὲ καὶ πολλῷ πλέον· ὅσον ἐστὶ σταγὼν μικρὰ πρὸς πέλαγος ἄπειρον, τοσοῦτόν ἐστι χίλια ἔτη πρὸς τὴν μέλλουσαν δόξαν ἐκείνην καὶ ἀπόλαυσιν. Καὶ τί γὰρ ἂν ἔχοι τις πλέον εἰπεῖν, ἢ ὅτι πέρας οὐκ ἔχει καὶ τέλος οὐκ οἶδε, καὶ ὅσον ἐστὶ τὸ μέσον ὀνείρων καὶ τῆς τῶν πραγμάτων ἀληθείας, τοσοῦτόν ἐστι τῆς καταστάσεως ταύτης καὶ τῆς ἐκεῖ τὸ διάφορον; Ἄλλως δὲ καὶ πρὸ τῆς ἐκεῖ κολάσεως, ἐντεῦθεν οἱ πονηρευόμενοι καὶ ἐν ἁμαρτίαις ζῶντες κολάζονται. Μὴ γάρ μοι τὸν τραπέζης ἀπολαύοντα πολυτελοῦς ἁπλῶς εἴπῃς, καὶ τὸν ἱμάτια περιβεβλημένον σηρικὰ, καὶ ἀνδραπόδων ἀγέλας περιφέροντα, καὶ σοβοῦντα ἐπὶ τῆς ἀγορᾶς· ἀλλ' ἀνάπτυξόν μοι τούτου τὸ συνειδὸς, καὶ ὄψει πολὺν ἔνδοθεν θόρυβον τῶν ἁμαρτημάτων, φόβον διηνεκῆ, χειμῶνα, ταραχὴν, καθάπερ ἐν δικαστηρίῳ τὸν νοῦν ἐπὶ τὸν θρόνον ἀναβάντα τὸν βασιλικὸν τοῦ συνειδότος, καὶ ὥσπερ τινὰ δικαστὴν καθήμενον, καὶ τοὺς λογισμοὺς παριστῶντα, καθάπερ δημίους, καὶ ἀναρτῶντα τὴν διάνοιαν, καὶ καταξαίνοντα ὑπὲρ τῶν ἡμαρτημένων, καὶ ἐμβοῶντα μεγάλα, μηδενὸς εἰδότος, ἀλλ' ἢ τοῦ ταῦτα ἐπισταμένου βλέπειν Θεοῦ μόνου. Καὶ γὰρ ὁ μοιχεύων, κἂν μυριάκις ᾖ πλούσιος, κἂν μηδένα κατηγοροῦντα ἔχῃ, οὐ παύεται ἑαυτοῦ κατηγορῶν ἔνδον· καὶ ἡ μὲν ἡδονὴ πρόσκαιρος, ἡ δὲ ὀδύνη διηνεκὴς, φόβος πανταχόθεν καὶ τρόμος, ὑποψία καὶ ἀγωνία· τοὺς στενωποὺς δέδοικε, τὰς σκιὰς αὐτὰς τρέμει, τοὺς οἰκέτας τοὺς ἑαυτοῦ, τοὺς συνειδότας, τοὺς ἀγνοοῦντας, τὴν ἠδικημένην αὐτὴν, τὸν ὑβρισμένον ἄνδρα· περιέρχεται πικρὸν κατήγορον περιφέρων τὸ συνειδὸς, αὐτοκατάκριτος ὢν, καὶ οὐδὲ μικρὸν ἀναπνεῦσαι δυνάμενος. Καὶ γὰρ καὶ ἐπὶ κλίνης, καὶ ἐν τραπέζῃ, καὶ ἐν ἀγορᾷ, καὶ ἐν οἰκίᾳ, καὶ ἐν ἡμέρᾳ, καὶ ἐν νυκτὶ, καὶ ἐν αὐτοῖς τοῖς ὀνείρασι πολλάκις τὰ τῆς ἁμαρτίας εἴδωλα βλέπει, καὶ τὸν τοῦ Κάϊν ζῇ βίον, στένων καὶ τρέμων ἐπὶ τῆς γῆς, καὶ μηδενὸς εἰδότος, ἔνδον ἔχει τὸ πῦρ συνειλεγμένον ἀεί. Τοῦτο καὶ οἱ ἁρπάζοντες, καὶ οἱ πλεονεκτοῦντες πάσχουσι· τοῦτο καὶ οἱ μεθύοντες, καὶ ἕκαστος δὲ ἁπλῶς τῶν ἐν ἁμαρτίαις ζώντων· ἀμήχανον γὰρ ἐκεῖνο διαφθαρῆναι τὸ δικαστήριον· ἀλλὰ κἂν μὴ μετίωμεν τὴν ἀρετὴν, ὅμως ὀδυνώμεθα, ἐπειδὴ μὴ μετερχόμεθα, κἂν μετίωμεν τὴν κακίαν, ὅμως παυσάμενοι τῆς ἡδονῆς τῆς κατὰ τὴν ἁμαρτίαν, αἰσθανόμεθα τῆς ὀδύνης. Μὴ τοίνυν λέγωμεν ἐπὶ τῶν πλουτούντων ἐνταῦθα καὶ πονηρευομένων, καὶ τῶν δικαίων τῶν ἀπολαυόντων ἐκεῖ, ὅτι ἓν ἓν, ἀλλ' ὅτι δύο οὐδέν. Τοῖς μὲν γὰρ δικαίοις καὶ τὰ ἐκεῖ καὶ τὰ ἐνταῦθα πολλὴν παρέχει τὴν ἡδονήν· οἱ δὲ ἐν πονηρίαις καὶ ἐν πλεονεξίαις, καὶ ἐνταῦθα καὶ ἐκεῖ κολάζονται. Καὶ γὰρ καὶ ἐνταῦθα κολάζονται τῇ προσδοκίᾳ τῆς ἐκεῖ τιμωρίας, καὶ τῇ πονηρᾷ παρὰ πάντων ὑποψίᾳ, καὶ αὐτῷ τῷ ἁμαρτάνειν καὶ τὴν ψυχὴν τὴν ἑαυτῶν διαφθείρειν· καὶ μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν ἀφορήτους ὑπομένουσι τιμωρίας. Πάλιν οἱ δίκαιοι, κἂν μυρία πάσχωσιν ἐνταῦθα δεινὰ, χρησταῖς συντρέφονται ταῖς ἐλπίσιν, ἡδονὴν ἔχοντες καθαρὰν, βεβαίαν, ἀκίνητον· καὶ μετὰ ταῦτα τὰ μυρία αὐτοὺς διαδέξεται ἀγαθὰ, καθάπερ οὖν καὶ τὸν Λάζαρον. Μὴ γάρ μοι τοῦτο εἴπῃς, ὅτι ἥλκωτο, ἀλλὰ τοῦτο σκόπει, ὅτι χρυσοῦ παντὸς τιμιωτέραν ἔνδον εἶχε τὴν ψυχήν· μᾶλλον δὲ οὐ τὴν ψυχὴν μόνον, ἀλλὰ καὶ τὸ σῶμα αὐτοῦ· ἀρετὴ γὰρ σώματος οὐ πολυσαρκία καὶ εὐεξία, ἀλλὰ τοσαύτας καὶ τοιαύτας φέρειν βασάνους. Οὐ γὰρ, εἴ τις ἐπὶ τοῦ σώματος τραύματα ἔχοι τοιαῦτα, βδελυκτὸς ὁ τοιοῦτος· ἀλλ' εἴ τις ἐπὶ τῆς ψυχῆς ἕλκη μυρία ἔχων, μηδεμίαν αὐτῶν ἐπιμέλειαν ποιοῖτο· οἷος ἦν ἐκεῖνος ὁ πλούσιος, ἔνδοθεν ἡλκωμένος ἅπας. Καὶ καθάπερ οἱ κύνες τούτου περιέλειχον τὰ τραύματα, οὕτως ἐκείνου δαίμονες τὰ ἁμαρτήματα· καὶ καθάπερ οὗτος ἐν λιμῷ τροφῆς, οὕτως ἐκεῖνος ἐν λιμῷ πάσης ἀρετῆς ἔζη.