# De Lazaro (homiliae 1-7) 12.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Lazaro (homiliae 1-7), Μετὰ τὰς Καλάνδας τῇ ἑξῆς ἐν Ἀντιοχείᾳ λεχθεὶς κατὰ μεθυόντων, καὶ περὶ τῶν εἰς καπηλεῖα εἰσιόντων καὶ εἰς τὴν πόλιν χορείας τελούντων, καὶ ὅτι τὸν διδάσκαλον οὐ χρὴ ἀπογινώσκειν τῶν μαθητῶν, κἂν πρὸς τὸ παρὸν μὴ πείθωνται, καὶ εἰς τὸν πτωχὸν Λάζαρον καὶ τὸν πλούσιον. Λόγος πρῶτος.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/de-lazaro-homiliae-1-7/12.1

Ταῦτ' οὖν εἰδότες ἅπαντα φιλοσοφῶμεν, καὶ μὴ λέγωμεν, ὅτι εἰ τὸν δεῖνα ἐφίλει ὁ Θεὸς, οὐκ ἂν αὐτὸν ἀφῆκε γενέσθαι πένητα. Αὐτὸ μὲν οὖν τοῦτο μέγιστον ἀγάπης τεκμήριόν ἐστιν· Ὃν γὰρ ἀγαπᾷ Κύριος, παιδεύει· μαστιγοῖ δὲ πάντα υἱὸν, ὃν παραδέχεται. Καὶ πάλιν, Τέκνον, ἐὰν προσέρχῃ δουλεύειν Κυρίῳ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμὸν, εὔθυνον τὴν καρδίαν σου, καὶ καρτέρησον. Ἐκβάλωμεν οὖν, ἀγαπητοὶ, τὰς περιττὰς ταύτας προλήψεις ἀφ' ἑαυτῶν, καὶ τὰ δημώδη ταῦτα ῥήματα. Αἰσχρότης γὰρ, φησὶ, καὶ μωρολογία, καὶ εὐτραπελία μὴ ἐκπορευέσθω ἐκ τοῦ στόματος ὑμῶν. Μήτε οὖν αὐτοὶ ταῦτα λέγωμεν, ἀλλὰ κἂν ἑτέρους ἴδωμεν ταῦτα λέγοντας, ἐπιστομίσωμεν, κατεξαναστῶμεν σφοδρῶς, ἐπίσχωμεν τὴν ἀναίσχυντον αὐτῶν γλῶτταν. Εἴ τινα ἴδῃς, εἰπέ μοι, λῄσταρχον κατατρέχοντα τὰς ὁδοὺς, τοῖς παριοῦσιν ἐφεδρεύοντα, τὰ ἐκ τῶν ἀγρῶν ἁρπάζοντα, εἰς σπήλαια καὶ καταδύσεις χρυσίον καὶ ἀργύριον κατορύττοντα, καὶ ἀγέλας ἀποκλείοντα πολλὰς ἐκεῖ, καὶ ἱμάτια καὶ ἀνδράποδα πολλὰ κεκτημένον ἐκ τῆς καταδρομῆς ἐκείνης, ἆρα αὐτὸν, εἰπέ μοι, μακαρίζεις διὰ τὸν πλοῦτον ἐκεῖνον, ἢ ταλανίζεις διὰ τὴν μέλλουσαν αὐτὸν διαδέχεσθαι δίκην; Καίτοι οὔπω συνείληπται, οὐδὲ εἰς χεῖρας τοῦ δικαστοῦ παραδέδοται, οὐδὲ εἰς δεσμωτήριον ἐνέπεσεν, οὐδὲ κατήγορον ἔσχεν, οὐδὲ ὑπὸ ψῆφον ἐγένετο, ἀλλὰ τρυφᾷ, μεθύει, εὐπορίας ἀπολαύει πολλῆς· ἀλλ' ὅμως οὐ διὰ τὰ παρόντα καὶ τὰ ὁρώμενα αὐτὸν μακαρίζομεν, ἀλλὰ διὰ τὰ μέλλοντα καὶ προσδοκώμενα ταλανίζομεν. Τοῦτο καὶ ἐπὶ τῶν πλουτούντων καὶ πλεονεκτούντων λόγισαι. Λῃσταί τινές εἰσιν ὁδοῖς ἐφεδρεύοντες, τὰ τῶν παριόντων ἁρπάζοντες, ὥσπερ ἐν σπηλαίοις καὶ καταδύσεσι, τοῖς ἑαυτῶν θαλάμοις κατορύττοντες τὰς ἑτέρων περιουσίας. Μὴ τοίνυν μακαρίζωμεν αὐτοὺς διὰ τὰ παρόντα, ἀλλὰ ταλανίζωμεν διὰ τὰ μέλλοντα, διὰ τὸ φοβερὸν ἐκεῖνο δικαστήριον, διὰ τὰς ἀπαραιτήτους εὐθύνας, διὰ τὸ σκότος τὸ ἐξώτερον, ὃ μέλλει αὐτοὺς ὑποδέχεσθαι. Καίτοι οἱ μὲν λῃσταὶ πολλάκις ἐξέφυγον ἀνθρώπων χεῖρας· ἀλλ' ὅμως καὶ τοῦτο εἰδότες, καὶ ἑαυτοῖς καὶ ἐχθροῖς ἀπευξάμεθα ἂν τὸν ἐκείνων βίον, καὶ τὴν εὐπορίαν τὴν ἐπάρατον. Ἐπὶ δὲ τοῦ Θεοῦ οὐκ ἔστι τοῦτο εἰπεῖν· οὐδεὶς γὰρ αὐτοῦ διαφεύξεται τὴν ψῆφον, ἀλλὰ πάντες πάντως οἱ ἐν πλεονεξίαις καὶ ἁρπαγαῖς ζῶντες τὴν παρ' αὐτοῦ δίκην ἐπισπάσονται τὴν ἀθάνατον ἐκείνην καὶ τέλος οὐκ ἔχουσαν, καθάπερ οὖν καὶ ὁ πλούσιος ἐκεῖνος. Ἅπερ οὖν ἅπαντα παρ' ἑαυτοῖς συλλέγοντες, ἀγαπητοὶ, μὴ τοὺς ἐν πλούτῳ, ἀλλὰ τοὺς ἐν ἀρετῇ ζῶντας μακαρίζωμεν· μὴ τοὺς ἐν πενίᾳ, ἀλλὰ τοὺς ἐν κακίᾳ ταλανίζωμεν· μὴ τὰ παρόντα βλέπωμεν, ἀλλὰ τὰ μέλλοντα σκοπῶμεν· μὴ τὴν ἔξωθεν περιβολὴν, ἀλλὰ τὸ ἑκάστου συνειδὸς ἐξετάζωμεν, καὶ τὴν ἐκ τῶν κατορθωμάτων ἀρετὴν καὶ χαρὰν διώκοντες, ζηλώσωμεν τὸν Λάζαρον καὶ πλούσιοι καὶ πένητες. Οὐ γὰρ ἕνα καὶ δύο καὶ τρεῖς μόνον οὗτος, ἀλλὰ πλείστους ἄθλους ἀρετῆς ὑπέμενε, τὴν πενίαν λέγω, τὴν ἀῤῥωστίαν, τὴν ἐρημίαν τῶν προστησομένων, τὸ ἐν οἰκίᾳ δυναμένῃ τὰ τοιαῦτα σβέσαι κακὰ ἅπαντα ὑπομεῖναι ἐκεῖνα, καὶ μηδενὸς εἰς παραμυθίας λόγον ἀξιοῦσθαι, τὸ τρυφῆς τοσαύτης ἀπολαύοντα τὸν ὑπερορῶντα ὁρᾷν, καὶ οὐ τρυφῆς ἀπολαύοντα μόνον, ἀλλὰ καὶ ἐν πονηρίᾳ ζῶντα, καὶ μηδὲν πάσχοντα δεινόν· τὸ καὶ μὴ πρὸς Λάζαρον ἕτερον ἔχειν ἰδεῖν, τὸ μηδὲν περὶ ἀναστάσεως δύνασθαι φιλοσοφεῖν, τὸ μετὰ τῶν εἰρημένων κακῶν καὶ πονηρὰν παρὰ τοῖς πολλοῖς ἀπὸ τῶν συμφορῶν ἐκείνων λαμβάνειν ὑπόληψιν, τὸ μὴ μέχρι δύο καὶ τριῶν ἡμερῶν, ἀλλὰ διὰ παντὸς τοῦ βίου, καὶ ἑαυτὸν ἐν τούτοις, καὶ τὸν πλούσιον ἐν τοῖς ἐναντίοις ὁρᾷν. Τίνα οὖν ἕξομεν ἀπολογίαν, εἰ τούτου πάντα ὁμοῦ τὰ δεινὰ μετὰ τοσαύτης φέροντος ἀνδρείας, ἡμεῖς μηδὲ τὰ ἡμίση τούτων οἴσομεν; Οὐ γὰρ ἔχεις, οὐκ ἔχεις δεῖξαι, οὐδὲ εἰπεῖν ἄλλον τινὰ τοσαῦτα καὶ τοιαῦτα πεπονθότα κακά. Διὰ γὰρ τοῦτο αὐτὸν καὶ εἰς μέσον προὔθηκεν ὁ Χριστὸς, ἵνα ὅπουπερ ἂν ἐμπέσωμεν τῶν δεινῶν, ὁρῶντες παρὰ τούτῳ τὴν ὑπερβολὴν οὖσαν τῶν θλίψεων, ἱκανὴν ἐκ τῆς ἐκείνου φιλοσοφίας καὶ ὑπομονῆς ἀναλάβωμεν παράκλησιν καὶ παραμυθίαν· κοινὸς γὰρ τῆς οἰκουμένης διδάσκαλος πρόκειται τοῖς ὁτιοῦν πάσχουσι δεινὸν, πρὸς αὐτὸν παρέχων πᾶσιν ὁρᾷν, καὶ πάντας αὐτοὺς νικῶν τῇ τῶν οἰκείων κακῶν ὑπερβολῇ. Ὑπὲρ δὴ τούτων ἁπάντων εὐχαριστήσαντες τῷ φιλανθρώπῳ Θεῷ, καρπωσώμεθα τὴν ἐκ τοῦ διηγήματος ὠφέλειαν, συνεχῶς αὐτὸν καὶ ἐν συνεδρίοις, καὶ ἐν οἰκίᾳ, καὶ ἐν ἀγορᾷ, καὶ πανταχοῦ περιφέροντες, καὶ μετὰ ἀκριβείας ἅπαντα τὸν ἐκ τῆς παραβολῆς ταύτης καταμανθάνοντες πλοῦτον, ἵνα καὶ τὰ παρόντα ἀλύπως παραδράμωμεν δεινὰ, καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, τιμὴ, προσκύνησις, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Lazaro (homiliae 1-7). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg023.local001/.
