# De Lazaro (homiliae 1-7) 3.1-3

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Lazaro (homiliae 1-7), Εἰς τὸν Λάζαρον λόγος τρίτος, καὶ τίνος ἕνεκεν οὐκ εἶπεν, Ἔλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, ἀλλ', Ἀπέλαβες· καὶ διὰ τί οἱ μὲν δίκαιοι κινδύνοις πολλάκις περιπίπτουσιν, οἱ δὲ ἁμαρτωλοὶ τούτους διαφεύγουσιν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/de-lazaro-homiliae-1-7/3.1-3

Οἱ μὲν γὰρ ἔξωθεν φιλόσοφοι καὶ ῥήτορες καὶ συγγραφεῖς οὐ τὸ κοινῇ συμφέρον ζητοῦντες, ἀλλ' ὅπως αὐτοὶ θαυμασθεῖεν μόνον σκοποῦντες, εἴ τι καὶ χρήσιμον εἶπον, καὶ τοῦτο, καθάπερ ἐν ζόφῳ τινὶ, τῇ συνήθει ἀσαφείᾳ κατέκρυψαν. Οἱ δὲ ἀπόστολοι καὶ οἱ προφῆται τοὐναντίον ἅπαν ἐποίησαν· σαφῆ γὰρ καὶ δῆλα τὰ παρ' ἑαυτῶν κατέστησαν ἅπασιν, ἅτε κοινοὶ τῆς οἰκουμένης ὄντες διδάσκαλοι, ἵνα ἕκαστος καὶ δι' ἑαυτοῦ μανθάνειν δύνηται ἐκ τῆς ἀναγνώσεως μόνης τὰ λεγόμενα. Καὶ τοῦτο προαναφωνῶν ὁ προφήτης ἔλεγεν· Ἔσονται πάντες διδακτοὶ Θεοῦ· καὶ οὐ μὴ εἴπῃ ἕκαστος τῷ πλησίον αὐτοῦ, Γνῶθι τὸν Κύριον, ὅτι πάντες εἰδήσουσί με ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν. Καὶ ὁ Παῦλός φησι· Κἀγὼ, ἀδελφοὶ, ἦλθον πρὸς ὑμᾶς, οὐ καθ' ὑπεροχὴν λόγου ἢ σοφίας, καταγγέλλων ὑμῖν τὸ μυστήριον τοῦ Θεοῦ. Καὶ πάλιν· Ὁ λόγος μου καὶ τὸ κήρυγμά μου οὐκ ἐν πειθοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ' ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως. Καὶ πάλιν· Λαλοῦμεν γὰρ σοφίαν, φησὶν, οὐ τοῦ αἰῶνος τούτου, οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων. Τίνι γὰρ οὐκ ἔστι δῆλα τὰ τῶν Εὐαγγελίων ἅπαντα; τίς δὲ ἀκούων, ὅτι μακάριοι οἱ πραεῖς, μακάριοι οἱ ἐλεήμονες, μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, καὶ ὅσα τοιαῦτα, διδασκάλου δεήσεται, ὥς τι μαθεῖν τῶν λεγομένων; Ἀλλὰ τὰ τῶν σημείων καὶ θαυμάτων καὶ ἱστοριῶν οὐχὶ καὶ τῷ τυχόντι γνώριμα καὶ σαφῆ; Σκῆψις ταῦτα καὶ πρόφασις καὶ νωθείας παρακαλύμματα. Οὐ νοεῖς τὰ ἐγκείμενα; πῶς γὰρ δυνήσῃ νοῆσαί ποτε, μηδὲ ἁπλῶς ἐγκύψαι βουλόμενος; Λάβε μετὰ χεῖρας τὸ βιβλίον· ἀνάγνωθι τὴν ἱστορίαν ἅπασαν, καὶ τὰ γνώριμα κατασχὼν, τὰ ἄδηλα καὶ τὰ ἀσαφῆ πολλάκις ἔπελθε· κἂν μὴ δυνηθῇς τῇ συνεχείᾳ τῆς ἀναγνώσεως εὑρεῖν τὸ λεγόμενον, βάδισον πρὸς τὸν σοφώτερον, ἐλθὲ πρὸς τὸν διδάσκαλον, ἀνακοίνωσαι περὶ τῶν εἰρημένων, πολλὴν ἐπίδειξαι τὴν σπουδήν· κἂν ἴδῃ σε ὁ Θεὸς τοσαύτῃ κεχρημένον τῇ προθυμίᾳ, οὐ περιόψεταί σου τὴν ἀγρυπνίαν καὶ τὴν φροντίδα, ἀλλὰ κἂν ἄνθρωπος μὴ διδάξῃ τὸ ζητούμενον, αὐτὸς ἀποκαλύψει πάντως. Ἀναμνήσθητι τοῦ εὐνούχου τῆς βασιλίδος Αἰθιόπων, ὃς ἄνθρωπος βάρβαρος ὢν, καὶ μυρίαις συνεχόμενος φροντίσι, καὶ πανταχόθεν πολλοῖς περικυκλούμενος πράγμασιν, οὐκ εἰδὼς ἅπερ ἀνεγίνωσκεν, ὅμως ἀνεγίνωσκεν ἐπὶ τοῦ ὀχήματος καθήμενος. Εἰ δὲ ἐν ὁδῷ τοσαύτην σπουδὴν ἐπεδείκνυτο, ἐννόησον τίς ἦν οἴκοι διατρίβων· εἰ τὸν καιρὸν τῆς ὁδοιπορίας οὐκ ἠνείχετο χωρὶς ἀναγνώσεως μένειν, πολλῷ μᾶλλον ἐν τῇ οἰκίᾳ καθήμενος· εἰ μηδὲν εἰδὼς ὧν ἀνεγίνωσκεν, οὐκ ἀφίστατο τῆς ἀναγνώσεως, πολλῷ μᾶλλον μετὰ τὸ μαθεῖν. Ὅτι γὰρ ἅπερ ἀνεγίνωσκεν οὐκ ᾔδει, ἄκουσον τί φησιν αὐτῷ ὁ Φίλιππος· Ἆρά γε γινώσκεις ἃ ἀναγινώσκεις; Κἀκεῖνος ταῦτα ἀκούσας οὐκ ἠρυθρίασεν οὐδὲ ᾐσχύνθη, ἀλλ' ὡμολόγησε τὴν ἄγνοιαν, καί φησι· Πῶς γὰρ ἂν δυναίμην, ἐὰν μή τις ὁδηγήσῃ με; Ἐπεὶ οὖν, οὐδέπω τὸν ὁδηγοῦντα ἔχων, οὕτως ἀνεγίνωσκε, διὰ τοῦτο ταχέως ἐπελάβετο τοῦ χειραγωγοῦντος. Εἶδεν αὐτοῦ τὴν προθυμίαν ὁ Θεὸς, ἀπεδέξατο τὴν σπουδὴν, καὶ ἔπεμψεν αὐτῷ διδάσκαλον εὐθέως. Ἀλλὰ οὐ πάρεστιν ὁ Φίλιππος νῦν; Ἀλλὰ τὸ Πνεῦμα τὸ κινῆσαν τὸν Φίλιππον πάρεστι. Μὴ καταφρονῶμεν τῆς σωτηρίας ἡμῶν, ἀγαπητοί· Ταῦτα πάντα ἐγράφη δι' ἡμᾶς πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησε. Μεγάλη ἀσφάλεια πρὸς τὸ μὴ ἁμαρτάνειν τῶν Γραφῶν ἡ ἀνάγνωσις, μέγας κρημνὸς καὶ βάραθρον βαθὺ τῶν Γραφῶν ἡ ἄγνοια, μεγάλη προδοσία σωτηρίας τὸ μηδὲν ἀπὸ τῶν θείων εἰδέναι νόμων· τοῦτο καὶ αἱρέσεις ἔτεκε, τοῦτο καὶ βίον διεφθαρμένον εἰσήγαγε, τοῦτο τὰ ἄνω κάτω πεποίηκεν. Ἀμήχανον γὰρ, ἀμήχανον ἄκαρπον ἀναχωρῆσαί τινα συνεχῶς ἀναγνώσεως ἀπολαύοντα μετὰ ἐπιστασίας. Ἰδοὺ γοῦν μία παραβολὴ πόσα ἡμᾶς ὠφέλησε; πῶς ἡμῶν βελτίω τὴν ψυχὴν εἰργάσατο; Πολλοὶ μὲν γὰρ, εὖ οἶδ' ὅτι, διαρκῆ τὴν ὠφέλειαν ἐκ τῆς ἀκροάσεως λαβόντες ἀπῆλθον· εἰ δὲ εἰσί τινες, οἳ μὴ τοσοῦτον ἐκαρπώσαντο, ἀλλ' ὅμως τὴν γοῦν ἡμέραν αὐτὴν, καθ' ἣν ἤκουσαν, βελτίους ἐγένοντο πάντως. Οὐ μικρὸν δὲ καὶ τὸ ἡμέραν μίαν ἐν ἁμαρτημάτων κατανύξει διαγαγεῖν, καὶ διαβλέψαι πρὸς τὴν ἄνω φιλοσοφίαν, καὶ παρασχεῖν τῇ ψυχῇ μικρὸν γοῦν ἀπὸ τῶν βιωτικῶν ἀναπνεῦσαι φροντίδων. Ἂν δὲ καθ' ἑκάστην τοῦτο ποιῶμεν σύναξιν, καὶ μὴ διαλιμπάνωμεν, ἡ συνέχεια τῆς ἀκροάσεως ἐργάσεταί τι μέγα καὶ γενναῖον ἐν ἡμῖν ἀγαθόν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Lazaro (homiliae 1-7). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg023.local001/.
