# De Lazaro (homiliae 1-7) 3.1-5

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Lazaro (homiliae 1-7), ΕΙΣ ΤΟ ΡΗΤΟΝ ΤΟΥ ΑΠΟΣΤΟΛΟΥ· Περὶ δὲ τῶν κεκοιμημένων οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ἵνα μὴ λυπῆσθε· καὶ εἰς τὸν Ἰὼβ καὶ τὸν Ἀβραάμ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/de-lazaro-homiliae-1-7/3.1-5

Ἐννόησον πρὸς τίνα ἀπῆλθε, καὶ λαβὲ παραμυθίαν· ἔνθα Παῦλός ἐστιν, ἔνθα Πέτρος, ἔνθα τῶν ἁγίων ὁ χορὸς ἅπας· ἐννόησον πῶς ἀναστήσεται, μεθ' ὅσης δόξης καὶ λαμπρότητος· ἐννόησον ὅτι πενθῶν καὶ ὀδυρόμενος οὔτε τὸ γεγενημένον δυνήσῃ διορθώσασθαι τοῖς ὀδυρμοῖς, καὶ σαυτὸν καταβλάψεις τὰ ἔσχατα· ἐννόησον τίνας μιμῇ τοῦτο ποιῶν, καὶ φεῦγε τὴν κοινωνίαν τῆς ἁμαρτίας. Τίνας οὖν μιμῇ καὶ ζηλοῖς; Τοὺς ἀπίστους, τοὺς οὐκ ἔχοντας ἐλπίδα, καθάπερ καὶ ὁ Παῦλος εἶπεν· Ἵνα μὴ λυπῆσθε, ὡς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. Καὶ πρόσεχε τῇ τοῦ ῥήματος ἀκριβείᾳ· οὐ γὰρ εἶπεν, Οἱ μὴ ἔχοντες ἐλπίδα ἀναστάσεως, ἀλλ' ἁπλῶς, Οἱ μὴ ἔχοντες ἐλπίδα. Ὁ γὰρ ἐλπίδα τῆς ἐκεῖ κρίσεως μὴ ἔχων, οὐδεμίαν ἐλπίδα ἔχει, οὐδ' ὅτι Θεός ἐστιν οἶδεν, οὐδ' ὅτι προνοεῖται τῶν παρόντων πραγμάτων, οὐδ' ὅτι τὰ πάντα θεία τις ἐφορᾷ δίκη. Ὁ ταῦτα δὲ οὐκ εἰδὼς οὐδὲ νομίζων, θηρίου παντός ἐστιν ἀλογώτερος, καὶ νόμους καὶ δικαστήρια καὶ θεσμοὺς καὶ πάντα ἁπλῶς τὰ ἀγαθὰ ἀπὸ τῆς οἰκείας ἐξορίσας ψυχῆς· ὁ γὰρ μὴ προσδοκῶν εὐθύνας ὑφέξειν τῶν πεπραγμένων, πάσης μὲν ἀρετῆς ἀφέξεται, πάσης δὲ κακίας ἀνθέξεται. Ταῦτ' οὖν ἐννοήσαντες, καὶ τὴν ἄνοιαν καὶ τὴν παραπληξίαν τῶν Ἑλλήνων, οἷς κοινωνοῦμεν διὰ τῶν θρήνων, λογισάμενοι, φεύγωμεν τὴν πρὸς αὐτοὺς συμφωνίαν. Διὰ γὰρ τοῦτο καὶ Παῦλος αὐτῶν ἀνεμνήσθη, ἵνα τὴν ἀτιμίαν ἐννοήσας πρὸς ἣν καταπίπτεις, ἐκ τῆς πρὸς ἐκείνους συμφωνίας ἀνανήψῃς, καὶ πρὸς τὴν οἰκείαν εὐγένειαν ἐπανέλθῃς. Καὶ οὐκ ἐνταῦθα μόνον, ἀλλὰ πολλαχοῦ τοῦτο ποιεῖ καὶ συνεχῶς ὁ μακάριος Παῦλος. Ὅταν γὰρ ἀπαγαγεῖν τῶν ἁμαρτημάτων βούληται, δείκνυσι τίσι κοινωνοῦμεν διὰ τῶν ἁμαρτημάτων, ἵνα τῇ ποιότητι τοῦ προσώπου δηχθεὶς, τὴν κοινωνίαν φύγῃς. Θεσσαλονικεῦσι γοῦν γράφων, οὕτως ἔλεγεν· Ἕκαστος τὸ ἑαυτοῦ σῶμα κτᾶσθε ἐν ἁγιασμῷ καὶ τιμῇ, μὴ ἐν πάθει ἀτιμίας, καθάπερ ἔθνη τὰ μὴ εἰδότα Θεόν. Καὶ πάλιν· Μὴ καθὼς τὰ λοιπὰ ἔθνη περιπατεῖτε ἐν ματαιότητι τοῦ νοὸς αὐτῶν. Οὕτω δὴ καὶ ἐνταῦθα· Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, περὶ τῶν κεκοιμημένων, ἵνα μὴ λυπῆσθε, καθὼς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. Οὐ γὰρ ἡ φύσις τῶν πραγμάτων, ἀλλ' ἡ προαίρεσις ἡ ἡμετέρα λυπεῖν ἡμᾶς εἴωθεν· οὐχ ὁ θάνατος τοῦ ἀπελθόντος, ἀλλ' ἡ ἀσθένεια τῶν θρηνούντων. Τὸν γοῦν πιστὸν οὐδὲν τῶν παρόντων λυπῆσαι δυνήσεται, ἀλλὰ πρὸ τῶν μελλόντων ἀγαθῶν καὶ ἐν τῷ παρόντι διέστηκε τῶν ἀπίστων, οὐ μικρὰ ἀπολαμβάνων ἐκ τῆς κατὰ Χριστὸν φιλοσοφίας ἀγαθὰ, καὶ μεγίστην ἐκ τούτου καρπούμενος εὐθυμίαν καὶ διηνεκῆ χαράν. Διὸ καὶ ὁ Παῦλός φησι· Χαίρετε ἐν Κυρίῳ πάντοτε· πάλιν ἐρῶ, χαίρετε. Ὥστε καὶ πρὸ τῆς ἀναστάσεως οὐ μικρὰν ταύτην ἐλάβομεν ἀμοιβὴν, τῷ μὴ καταπίπτειν ἐπὶ μηδενὶ τῶν συμπιπτόντων δεινῶν, ἀλλὰ τῇ τῶν μελλόντων ἐλπίδι παραμυθίας ἀπολαύειν πολλῆς. Ὥσπερ οὖν ἑκατέρωθεν ἡμεῖς κερδαίνομεν, οὕτως ὁ ἄπιστος ἑκατέρωθεν καταβλάπτεται, καὶ τῷ κολάζεσθαι ὕστερον διὰ τὴν τῆς ἀναστάσεως ἀπιστίαν, καὶ τῷ καταπίπτειν ἐπὶ τοῖς παροῦσι πράγμασι, διὰ τὸ μηδὲν προσδοκᾷν μετὰ ταῦτα χρηστόν. Οὐ τοίνυν διὰ τὴν ἀνάστασιν μόνον ὀφείλομεν εὐχαριστεῖν τῷ Θεῷ, ἀλλὰ καὶ διὰ τὴν ἐλπίδα τῆς ἀναστάσεως, ἣ καὶ τὴν ὀδυνωμένην δύναται παραμυθήσασθαι ψυχὴν, καὶ πεῖσαι περὶ τῶν ἀπελθόντων θαῤῥεῖν, ὡς ἀναστησομένων πάλιν καὶ συνεσομένων ἡμῖν. Εἰ γὰρ ἀλγεῖν χρὴ καὶ πενθεῖν, τοὺς ἐν ἁμαρτίαις ζῶντας πενθεῖν δεῖ καὶ ὀδύρεσθαι, οὐ τοὺς ἀπελθόντας μετ' ἀρετῆς. Οὕτω καὶ Παῦλος ποιεῖ· Κορινθίοις γὰρ ἐπιστέλλων φησί· Μή πως ἐλθόντα με πρὸς ὑμᾶς ταπεινώσῃ ὁ Θεὸς, καὶ πενθήσω πολλούς. Οὐκ εἶπε τῶν ἀποθανόντων, ἀλλὰ τῶν προημαρτηκότων, καὶ μὴ μετανοησάντων ἐπὶ τῇ ἀσελγείᾳ καὶ ἀκαθαρσίᾳ ᾗ ἔπραξαν· τούτους δεῖ πενθεῖν. Οὕτω καὶ ἄλλος παραινεῖ λέγων· Κλαῦσον ἐπὶ νεκρῷ, ἐξέλιπε γὰρ φῶς· καὶ ἐπὶ μωρῷ κλαῦσον, ἐξέλιπε γὰρ σύνεσις. Ὀλίγον κλαῦσον ἐπὶ νεκρῷ, ὅτι ἀναπέπαυται, τοῦ δὲ μωροῦ ὑπὲρ τὸν θάνατον ἡ ζωὴ πονηρά. Εἰ δὲ ὁ συνέσεως ἀπεστερημένος διαπαντὸς ἄξιος ἂν εἴη θρηνεῖσθαι, πολλῷ μᾶλλον ὁ δικαιοσύνης ἔρημος, καὶ τῆς κατὰ Θεὸν ἐλπίδος ἐκπεπτωκώς. Τούτους οὖν πενθῶμεν ἡμεῖς· τοῦτο μὲν γὰρ ἔχει κέρδος τὸ πένθος. Πολλάκις γοῦν τοὺς τοιούτους θρηνοῦντες διωρθωσάμεθα. Τὸ δὲ ἐπὶ τοῖς ἀπελθοῦσιν, ἀνόνητον ὁμοῦ καὶ βλαβερόν. Μὴ τοίνυν ἀντιστρέψωμεν τὴν τάξιν, ἀλλ' ἁμαρτίαν θρηνῶμεν μόνον· τὰ δὲ ἄλλα πάντα, κἂν πενία, κἂν νόσος, κἂν θάνατος ἄωρος, κἂν ἐπήρεια, κἂν συκοφαντία, κἂν ὁτιοῦν προσπίπτῃ τῶν ἀνθρωπίνων κακῶν, πάντα γενναίως φέρωμεν. Ὑπόθεσις γὰρ ἡμῖν τὰ δεινὰ ταῦτα στεφάνων εἰσὶ πλειόνων, ἂν νήφωμεν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Lazaro (homiliae 1-7). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg023.local001/.
