# De Lazaro (homiliae 1-7) 6.1-2

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Lazaro (homiliae 1-7), Εἰς τὸν Λάζαρον λόγος δεύτερος, καὶ ὅτι αἱ ψυχαὶ τῶν βιοθανάτων οὐ γίνονται δαίμονες, καὶ περὶ κρίσεως καὶ ἐλεημοσύνης.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/de-lazaro-homiliae-1-7/6.1-2

Οὕτω καὶ ἡμεῖς ποιῶμεν, παρακαλῶ, μηδὲν ἀκριβολογούμενοι πέρα τοῦ δέοντος. Ἀξία γὰρ τοῦ πένητος ἡ χρεία μόνον ἐστί· κἂν ὁστισοῦν μετὰ ταύτης ἔλθῃ πρὸς ἡμᾶς ποτε, μηδὲν περιεργαζώμεθα πλέον οὐ γὰρ τῷ τρόπῳ παρέχομεν, ἀλλὰ τῷ ἀνθρώπῳ· οὐδὲ διὰ τὴν ἀρετὴν αὐτὸν, ἀλλὰ διὰ τὴν συμφορὰν ἐλεῶμεν, ἵνα καὶ αὐτοὶ παρὰ τοῦ Δεσπότου τὸν πολὺν ἔλεον ἐπισπασώμεθα, ἵνα καὶ αὐτοὶ, ἀνάξιοι ὄντες, φιλανθρωπίας ἐπιτύχωμεν. Εἰ γὰρ μέλλοιμεν τὴν ἀξίαν ἐπιζητεῖν ἐπὶ τῶν συνδούλων τῶν ἡμετέρων, καὶ ἀκριβολογεῖσθαι, τοῦτο καὶ ὁ Θεὸς ἐφ' ἡμῶν ἐργάσεται· καὶ ζητοῦντες τοὺς ὁμοδούλους ἀπαιτῆσαι εὐθύνας, αὐτοὶ τῆς ἄνωθεν ἐκπεσούμεθα φιλανθρωπίας· Ἐν ᾧ γὰρ κρίματι κρίνετε, κριθήσεσθε, φησίν. Ἀλλ' ἐπὶ τὴν ὑπόθεσιν πάλιν τὸν λόγον ἐπαναγάγωμεν. Ἰδὼν τοίνυν αὐτὸν ἐν τοῖς κόλποις τοῦ Ἀβραὰμ, φησί· Πάτερ Ἀβραὰμ, ἐλέησόν με, καὶ πέμψον Λάζαρον. Τίνος ἕνεκεν οὐχὶ πρὸς τὸν Λάζαρον τὸν λόγον ἀπέτεινεν; Ἐμοὶ δοκεῖ ὅτι ᾐσχύνθη καὶ ἠρυθρίασε, καὶ ἐκ τῶν κατ' αὐτὸν πραγμάτων ἐνόμιζεν αὐτὸν μνησικακήσειν πάντως. Εἰ γὰρ ἐγὼ, φησὶ, τοσαύτης ἀπολαύων εὐπορίας, καὶ μηδὲν ἠδικημένος, ἐν τοσούτοις ὄντα κακοῖς ὑπερεῖδον τὸν ἄνθρωπον, καὶ οὐδὲ ψιχίων μετέδωκα, πολλῷ μᾶλλον αὐτὸς ὁ οὕτως ὑπεροφθεὶς οὐκ ἐπινεύσει τῇ χάριτι. Ταῦτα οὐχὶ τοῦ Λαζάρου κατηγοροῦντες λέγομεν· οὐ γὰρ δὴ οὕτως ἐκεῖνος διέκειτο, μὴ γένοιτο· ἀλλ' ὅτι οὗτος ταῦτα δεδοικὼς, οὐκ ἐκάλεσεν ἐκεῖνον, ἀλλὰ τὸν Ἀβραὰμ ἐφώνησεν, ὃν ἀγνοεῖν ᾤετο τὰ γεγενημένα· καὶ τὸν δάκτυλον ἐπεζήτησεν ἐκεῖνον, ὃν ταῖς γλώσσαις τῶν κυνῶν ἀφῆκε περιλειχθῆναι πολλάκις. Τί οὖν ἐκεῖνος; Τέκνον, ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου. Ὅρα φιλοσοφίαν, ὅρα φιλοστοργίαν δικαίου. Οὐκ εἶπεν· Ἀπάνθρωπε καὶ ὠμὲ καὶ παμπόνηρε, τοσαῦτα κακὰ διαθεὶς τὸν ἄνθρωπον, φιλανθρωπίας μέμνησαι νῦν καὶ ἐλέου καὶ συγγνώμης; οὐκ ἐρυθριᾷς, οὐδὲ αἰσχύνῃ; Ἀλλὰ τί; Τέκνον, φησὶν, ἀπέλαβες τὰ ἀγαθά σου. Ψυχὴν γὰρ κεκακωμένην μὴ προσταράξῃς, φησίν. Ἀρκεῖ τὰ τῆς τιμωρίας αὐτῷ· μὴ προσεπεμβαίνωμεν αὐτοῦ ταῖς συμφοραῖς. Ἄλλως δὲ, καὶ ἵνα μὴ νομίσῃ, ὅτι μνησικακῶν ὑπὲρ τῶν παρελθόντων ἐκώλυσεν ἀπελθεῖν τὸν Λάζαρον, τέκνον αὐτὸν καλεῖ, μονονοὺχ ὑπὲρ ἑαυτοῦ διὰ τῆς προσηγορίας ἀπολογούμενος. Οὗ κύριός εἰμι, σοὶ, φησὶ, μεταδίδωμι· τὸ δὲ ἐντεῦθεν ἀπελθεῖν ἐκεῖ οὐκ ἔστιν ἡμέτερον λοιπόν. Ἀπέλαβες τὰ ἀγαθά σου. Καὶ διὰ τί οὐκ εἶπεν, ἔλαβες, ἀλλὰ, ἀπέλαβες; Πολὺ πέλαγος ἐντεῦθεν ἡμῖν νοημάτων ὁρῶ ἀνοιγόμενον. Διὸ δὴ πάντα τὰ εἰρημένα μετὰ ἀκριβείας φυλάξαντες, τά τε νῦν, τά τε πρώην λεχθέντα, μετὰ ἀσφαλείας ἁπάσης ἀποθώμεθα, καὶ πρὸς τὴν τῶν μελλόντων ῥηθήσεσθαι ἀκρόασιν ἐκ τῶν εἰρημένων ἐπιτηδειοτέρους ἑαυτοὺς κατασκευάσατε· καὶ εἰ μὲν δυνατὸν ὑμῖν γένοιτο, πάντα μοι μνημονεύετε· εἰ δὲ μὴ δύνασθε πάντα, ἀντὶ πάντων ἐκεῖνο, παρακαλῶ, μέμνησθε διηνεκῶς, ὅτι τὸ μὴ μεταδιδόναι πένησιν ἐκ τῶν οἰκείων χρημάτων, ἁρπαγὴ πενήτων ἐστὶ καὶ ἀποστέρησις τῆς ἐκείνων ζωῆς· καὶ οὐ τὰ ἡμέτερα, ἀλλὰ τὰ ἐκείνων κατέχομεν. Ἂν γὰρ οὕτως ὦμεν διακείμενοι, πάντως προησόμεθα τὰ χρήματα, καὶ πεινῶντα θρέψαντες τὸν Χριστὸν ἐνταῦθα, καὶ πολλὴν ἐκεῖ τὴν ἐμπορίαν ἀποθέμενοι, δυνησόμεθα τῶν μελλόντων ἐπιτυχεῖν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, τιμὴ, κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Lazaro (homiliae 1-7). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg023.local001/.
