# De Lazaro (homiliae 1-7) 9.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Lazaro (homiliae 1-7), Μετὰ τὰς Καλάνδας τῇ ἑξῆς ἐν Ἀντιοχείᾳ λεχθεὶς κατὰ μεθυόντων, καὶ περὶ τῶν εἰς καπηλεῖα εἰσιόντων καὶ εἰς τὴν πόλιν χορείας τελούντων, καὶ ὅτι τὸν διδάσκαλον οὐ χρὴ ἀπογινώσκειν τῶν μαθητῶν, κἂν πρὸς τὸ παρὸν μὴ πείθωνται, καὶ εἰς τὸν πτωχὸν Λάζαρον καὶ τὸν πλούσιον. Λόγος πρῶτος.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/de-lazaro-homiliae-1-7/9.1

Οἶδα ὅτι πολλοὶ καταγνώσονται τῶν λεγομένων, ὡς καινήν τινα καὶ παράδοξον συνήθειαν εἰσαγόντων τῷ βίῳ· ἀλλ' ἐγὼ μειζόνως τῆς πονηρᾶς καταγνώσομαι συνηθείας τῆς νῦν κατεχούσης ἡμᾶς. Ὅτι γὰρ μετὰ τροφὴν καὶ τράπεζαν οὐχ ὕπνον οὐδὲ εὐνὴν, ἀλλ' εὐχὰς καὶ θείων Γραφῶν ἀνάγνωσιν διαδέχεσθαι χρὴ, τοῦτο σαφέστερον ἐδήλωσεν ὁ Χριστός. Τὰ γοῦν ἄπειρα πλήθη τότε ἑστιάσας ἐπὶ τῆς ἐρήμου, οὐκ ἐπὶ κλίνην καὶ ὕπνον αὐτοὺς ἔπεμψεν, ἀλλ' ἐπὶ θείων ἀκρόασιν ἐκάλεσε λογίων. Οὐ γὰρ διέῤῥηξεν αὐτῶν τὰς γαστέρας, οὐδὲ εἰς μέθην ἐξέβαλεν, ἀλλὰ πληρώσας αὐτῶν τὴν χρείαν, πρὸς τὴν πνευματικὴν ἦγε τροφήν. Οὕτω καὶ ἡμεῖς ποιῶμεν, καὶ τοσοῦτον ἐθίσωμεν ἑαυτοὺς ἐσθίειν, ὅσον πρὸς τὸ ζῇν μόνον, οὐχ ὅσον διασπᾶσθαι καὶ βαρύνεσθαι. Οὐ γὰρ διὰ τοῦτο ἐγενόμεθα καὶ ζῶμεν, ἵνα φάγωμεν καὶ πίωμεν· ἀλλὰ διὰ τοῦτο ἐσθίωμεν, ἵνα ζῶμεν. Οὐ τὸ ζῇν διὰ τὸ φαγεῖν, ἀλλὰ διὰ τὸ ζῇν τὸ φαγεῖν γέγονεν ἐξ ἀρχῆς. Ἡμεῖς δὲ ὡς διὰ τοῦτο ἐλθόντες εἰς τὸν κόσμον, οὕτως ἅπαντα εἰς τοῦτο καταναλίσκομεν. Ἀλλ' ἵνα σφοδροτέρα γένηται τῆς τρυφῆς ἡ κατηγορία, καὶ μάλα καθίκηται τῶν ἐν αὐτῇ ζώντων, φέρε, πάλιν ἐπὶ τὸν Λάζαρον τὸν λόγον ἀγάγωμεν. Οὕτω γὰρ ἡμῖν ἀληθεστέρα τε καὶ ἐναργεστέρα ἡ παραίνεσις ἔσται καὶ ἡ συμβουλὴ, ὅταν μὴ διὰ ῥημάτων, ἀλλὰ διὰ πραγμάτων ἴδητε παιδευομένους καὶ κολαζομένους τοὺς ἀδηφαγίᾳ προσέχοντας. Ὁ μὲν οὖν πλούσιος τοσαύτῃ πονηρίᾳ συνέζη, καὶ καθ' ἑκάστην ἐνετρύφα τὴν ἡμέραν, καὶ ἐνεδιδύσκετο λαμπρῶς, χαλεπωτέραν ἑαυτῷ ἀνάπτων τὴν κόλασιν, καὶ μεῖζον τὸ πῦρ ἐργαζόμενος καὶ ἀπαραμύθητον ἑαυτῷ ποιῶν τὴν δίκην, καὶ ἀσύγγνωστον τὴν τιμωρίαν. Ὁ δὲ πένης ἔῤῥιπτο παρὰ τὸν πυλῶνα αὐτοῦ, καὶ οὔτ' ἀπεδυσπέτησεν, οὔτ' ἐβλασφήμησεν, οὔτ' ἠγανάκτησεν· οὐκ εἶπε πρὸς ἑαυτὸν, ὃ πολλοὶ λέγουσι· τί ποτε τοῦτό ἐστιν; οὗτος μὲν πονηρίᾳ συζῶν καὶ ὠμότητι καὶ ἀπανθρωπίᾳ, καὶ τῶν ὑπὲρ τὴν χρείαν ἀπολαύει πάντων, καὶ οὐδ' ἀθυμίαν ὑπομένει, οὐδ' ἄλλο τι τῶν ἀδοκήτων, οἷα πολλὰ τὰ παρὰ ἀνθρώποις ἐστὶν, ἀλλὰ καὶ καθαρὰν καρποῦται τὴν ἡδονήν· ἐγὼ δὲ οὐδὲ τῆς ἀναγκαίας ἔχω τροφῆς μετασχεῖν. Ἀλλὰ τούτῳ μὲν εἰς παρασίτους καὶ κόλακας καὶ μέθην τὰ ὄντα ἅπαντα δαπανῶντι, ὥσπερ ἐκ πηγῶν ἅπαντα ἐπιῤῥεῖ· ἐγὼ δὲ παράδειγμα τοῖς ὁρῶσι κεῖμαι καὶ αἰσχύνη καὶ γέλως, λιμῷ τηκόμενος. Ἆρα ταῦτα προνοίας; ἆρα ἐφορᾷ δίκη τις τὰ ἀνθρώπινα πράγματα; Οὐδὲν τούτων οὐκ εἶπεν, οὐκ ἐνενόησε. Πόθεν τοῦτο δῆλον; Ἐξ ὧν ἀπήγαγον αὐτὸν οἱ ἄγγελοι δορυφοροῦντες, καὶ εἰς τὸν κόλπον τοῦ Ἀβραὰμ ἀποκατέστησαν· οὐκ ἂν δὲ, εἰ βλάσφημος ἦν, τοσαύτης ἀπέλαυσε τιμῆς. Οὕτω μὲν οὖν οἱ πολλοὶ διὰ τοῦτο θαυμάζουσι τὸν ἄνθρωπον μόνον, ὅτι ἐν πενίᾳ ἦν· ἐγὼ δὲ δείκνυμι τιμωρίας ἐννέα τὸν ἀριθμὸν αὐτὸν ὑπομείναντα, οὐχ ἵνα κολάζηται, ἀλλ' ἵνα λαμπρότερος γίνηται· ὅπερ οὖν καὶ ἐγένετο. Δεινὸν μὲν γὰρ ὄντως καὶ ἡ πενία, καὶ ἴσασιν ὅσοι πεῖραν ταύτης εἰλήφασι· λόγος γὰρ οὐδεὶς παραστῆσαι δυνήσεται τὴν ὀδύνην, ὅσην ὑπομένουσιν οἱ πτωχείᾳ συζῶντες, καὶ φιλοσοφεῖν οὐκ εἰδότες. Ἐπὶ δὲ τοῦ Λαζάρου οὐ τοῦτο μόνον ἦν τὸ δεινὸν, ἀλλὰ καὶ ἀῤῥωστία αὐτῷ συνέζευκτο, καὶ αὕτη μεθ' ὑπερβολῆς. Καὶ ὅρα πῶς ἑκατέρας τὰς συμφορὰς δείκνυσιν εἰς ἄκρον ἐλθούσας. Ὅτι μὲν γὰρ πᾶσαν πενίαν ἡ τοῦ Λαζάρου πενία τότε ἐνίκησεν, ἔδειξεν εἰπὼν, ὅτι οὐδὲ τῶν ψιχίων ἀπήλαυε τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου· ὅτι δὲ καὶ ἡ ἀῤῥωστία πρὸς τὸ αὐτὸ μέτρον ἐφθάκει τῇ πενίᾳ, μεθ' ὃ λοιπὸν ἐκταθῆναι οὐκ ἦν, καὶ τοῦτο αὐτὸ πάλιν ἐδήλωσεν, εἰπὼν ὅτι οἱ κύνες ἀπέλειχον τὰ ἕλκη αὐτοῦ. Οὕτως ἦν ἐξησθενηκὼς, ὡς μηδὲ τοὺς κύνας ἀποσοβῆσαι δύνασθαι, ἀλλὰ νεκρὸς ἔμψυχος ἔκειτο, ἐπιόντας μὲν αὐτοὺς θεωρῶν, ἀμύνασθαι δὲ οὐκ ἰσχύων. Οὕτως αὐτῷ τὰ μέλη παρεῖτο, οὕτω τεταρίχευτο τῇ ἀῤῥωστίᾳ, οὕτω δεδαπάνητο τῷ πειρασμῷ. Εἶδες μετ' ἄκρας ὑπερβολῆς καὶ τὴν πενίαν καὶ τὴν ἀῤῥωστίαν πολιορκοῦσαν αὐτοῦ τὸ σῶμα; Εἰ δὲ καθ' ἑαυτὸ τούτων ἕκαστον ἀφόρητον καὶ δεινὸν, ὅταν ὁμοῦ συμπεπλεγμένα ᾖ, πῶς οὐκ ἀδάμας τις ἦν ὁ ταῦτα ὑπομένων; Πολλοὶ πολλάκις ἀῤῥωστοῦσιν, ἀλλὰ τῆς ἀναγκαίας οὐκ ἀποροῦσι τροφῆς· ἄλλοι πενίᾳ μὲν συζῶσιν ἐσχάτῃ, ἀλλ' ὑγιείας ἀπολαύουσι, καὶ θάτερον θατέρου παραμυθία γίνεται· ἐνταῦθα δὲ ἀμφότερα ταῦτα συνεδεδραμήκει. Ἀλλ' ἔχεις μοί τινα εἰπεῖν καὶ ἐν ἀῤῥωστίᾳ ὄντα καὶ ἐν πενίᾳ. Ἀλλ' οὐκ ἐν ἐρημίᾳ τοσαύτῃ. Εἰ γὰρ καὶ μὴ παρ' ἑαυτοῦ μηδὲ οἴκοθεν, ἀλλ' ὑπὸ τῶν ὁρώντων ἐλεεῖσθαι δύναιτο ἂν εἰς τὸ μέσον προκείμενος· τούτῳ δὲ τὰ προειρημένα δεινὰ χαλεπώτερα ἐποίει γίνεσθαι τῶν προστησομένων ἡ ἐρημία· καὶ αὐτὴν ταύτην πάλιν χαλεπωτέραν ἐποίει φαίνεσθαι τὸ ἐν πυλῶνι κεῖσθαι τοῦ πλουσίου. Εἰ μὲν γὰρ ἐπὶ τῆς ἐρήμου καὶ τῆς ἀοικήτου κείμενος, ταῦτ' ἔπασχε καὶ παρεωρᾶτο, οὐκ ἂν οὕτως ἤλγησε· τὸ γὰρ μηδένα παρεῖναι καὶ ἄκοντα φέρειν ἔπειθε τὰ συμβαίνοντα· τὸ δὲ ἐν μέσῳ τοσούτων κείμενον μεθυόντων, εὐημερούντων, παρὰ μηδενὸς μηδὲ τῆς τυχούσης ἐπιμελείας τυγχάνειν, δριμυτέραν ἐποίει τῶν ὀδυνῶν γίνεσθαι τὴν αἴσθησιν, καὶ τὴν ἀθυμίαν ἐξέκαιε μᾶλλον. Οὐ γὰρ οὕτως ἀπόντων τῶν βοηθούντων, ὡς παρόντων μὲν, οὐκ ἐθελόντων δὲ ὀρέξαι χεῖρα, δάκνεσθαι πεφύκαμεν ἐν ταῖς συμφοραῖς· ὅπερ οὖν κἀκεῖνος τότε ἔπασχεν. Οὐδεὶς γὰρ ἦν, οὐχ ὁ λόγῳ παρακαλῶν, οὐχ ὁ ἔργῳ παραμυθούμενος, οὐ φίλος, οὐ γείτων, οὐ συγγενὴς, οὐ τῶν ὁρώντων οὐδεὶς, πάσης τῆς τοῦ πλουσίου διεφθαρμένης οἰκίας.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Lazaro (homiliae 1-7). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg023.local001/.
