Ancient Greek · ~18 min
Section 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De libello repudii 2.1
Not analysed yet
Τί οὖν καὶ Μωϋσῆς; Τοῦτο ἔπραττε κἀκεῖνος διὰ τὴν αὐτὴν αἰτίαν. Σὺ δὲ ἄκουε τοῦ Χριστοῦ λέγοντος, ὅτι Ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ἄκουε αὐτοῦ πάλιν λέγοντος, Ὁ ἀπολύων τὴν γυναῖκα αὐτοῦ παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχευθῆναι, καὶ ὁ ἀπολελυμένην γαμῶν μοιχᾶται. Διὰ τοῦτο ἦλθεν ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ, διὰ τοῦτο δούλου μορφὴν ἔλαβε, διὰ τοῦτο τὸ αἷμα ἐξέχεε τὸ τίμιον, τὸν θάνατον κατέλυσε, τὴν ἁμαρτίαν ἔσβεσε, δαψιλεστέραν τὴν τοῦ Πνεύματος ἔδωκε χάριν, ἵνα πρὸς μείζονά σε ἀγάγῃ φιλοσοφίαν. Ἄλλως δὲ, οὐδὲ ὁ Μωϋσῆς προηγουμένως τοῦτο ἐνομοθέτησεν, ἀλλ' ἀναγκαζόμενος συγκαταβῆναι τῇ τῶν νομοθετουμένων ἀσθενείᾳ. Ἐπειδὴ γὰρ πρὸς φόνους ἦσαν ἕτοιμοι, καὶ συγγενικῶν αἱμάτων τὰς οἰκίας ἐπλήρουν, καὶ οὔτε τῶν οἰκείων, οὔτε τῶν ἀλλοτρίων ἐφείδοντο· ἵνα μὴ κατασφάττωσι τὰς γυναῖκας ἔνδον, ἃς ἂν ἀηδῶς ἔχωσιν, ἐκέλευσεν ἐκβαλεῖν, μεῖζον ἀναιρῶν κακὸν τὴν περὶ τὰς σφαγὰς εὐκολίαν. Ὅτι γὰρ μιαιφόνοι τινὲς ἦσαν, ἄκουε αὐτῶν τῶν προφητῶν λεγόντων· Οἰκοδομοῦντες Σιὼν ἐν αἵματι, καὶ Ἱερουσαλὴμ ἐν ἀδικίαις· καὶ πάλιν, Αἵματα ἐφ' αἵμασι μίσγουσι· καὶ πάλιν, Αἱ χεῖρες ὑμῶν αἵματος πλήρεις. Ὅτι δὲ οὐ κατὰ τῶν ἀλλοτρίων μόνον, ἀλλὰ καὶ κατὰ τῶν οἰκείων ἐμαίνοντο, καὶ τοῦτο δηλῶν ὁ Προφήτης ἔλεγε· Καὶ ἔθυσαν τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν τοῖς δαιμονίοις. Οἱ δὲ παίδων αὐτῶν μὴ φεισάμενοι, οὐκ ἂν ἐφείσαντο γυναικῶν. Ἵν' οὖν μὴ τοῦτο γένηται, τοῦτο ἐπέτρεψε. Διὰ τοῦτο καὶ ὁ Χριστὸς τοῖς Ἰουδαίοις ἐρωτῶσι καὶ λέγουσι, Πῶς Μωϋσῆς ἐπέτρεψε δοῦναι βιβλίον ἀποστασίου; δεικνὺς ὅτι οὐκ ἀντινομοθετῶν αὐτῷ ταῦτα ἔγραφεν, οὕτω πώς φησι· Μωϋσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν εἶπεν, ἀπ' ἀρχῆς δὲ οὐ γέγονεν οὕτως· ἀλλ' ὁ ποιήσας ἐξ ἀρχῆς ἄῤῥεν καὶ θῆλυ ἐποίησεν αὐτούς. Εἰ καλὸν τοῦτο ἦν, φησὶν, οὐκ ἂν ἕνα ἄνδρα ἐποίησε καὶ μίαν γυναῖκα, ἀλλὰ ἕνα ποιήσας τὸν Ἀδὰμ, δύο ἂν ἐποίησε τὰς γυναῖκας, εἴ γε ἐβούλετο τὴν μὲν ἐκβαλεῖν, τὴν δὲ εἰσαγαγεῖν· νῦν δὲ διὰ τοῦ τρόπου τῆς δημιουργίας τὸν νόμον εἰσήγαγεν, ὃν ἐγὼ γράφω νῦν. Ποῖον δὴ τοῦτον; Τὸ τὴν κληρωθεῖσαν ἐξ ἀρχῆς γυναῖκα, ταύτην ἔχειν διαπαντός· οὗτος ἐκείνου παλαιότερος ὁ νόμος, καὶ τοσοῦτον, ὅσον ὁ Ἀδὰμ τοῦ Μωϋσέως. Ὥστε οὐ καινοτομῶ νῦν ἐγὼ, οὐδὲ ξένα ἐπεισφέρω δόγματα, ἀλλὰ τοῦ Μωϋσέως πρεσβύτερα καὶ ἀρχαιότερα. Ἄξιον δὲ καὶ αὐτὸν τὸν νόμον ἀκοῦσαι Μωϋσέως, ὃν περὶ τούτου ἔθηκεν. Ἐάν τις γυναῖκα λάβῃ, φησὶ, καὶ συνοικήσῃ αὐτῇ, καὶ ἔσται, ἐὰν μὴ εὕρῃ χάριν ἐναντίον αὐτοῦ, ὅτι εὗρεν ἐν αὐτῇ ἀσχημοσύνης πρᾶγμα, γράψει αὐτῇ βιβλίον ἀποστασίου, καὶ δώσει αὐτῇ εἰς τὰς χεῖρας αὐτῆς. Ὅρα· οὐκ εἶπε, Γραψάτω, καὶ δότω· ἀλλὰ τί; Γράψει αὐτῇ βιβλίον ἀποστασίου, καὶ δώσει αὐτῇ εἰς τὰς χεῖρας αὐτῆς. Πολὺ δὲ τούτου κἀκείνου τὸ μέσον· τὸ μὲν γὰρ εἰπεῖν, Γραψάτω, καὶ δότω, κελεύοντος καὶ ἐπιτάττοντος· τὸ δὲ εἰπεῖν, Γράψει βιβλίον ἀποστασίου, καὶ δώσει εἰς τὰς χεῖρας αὐτῆς, τὸ γεγενημένον ἀπαγγέλλοντος, οὐκ οἴκοθεν τὸν νόμον εἰσάγοντος. Ἐὰν οὖν τις, φησὶν, ἐκβάλῃ τὴν γυναῖκα, καὶ ἀποστείλῃ αὐτὴν ἐκ τῆς οἰκίας αὐτοῦ, καὶ ἀπελθοῦσα γένηται ἀνδρὶ ἑτέρῳ, καὶ μισήσῃ αὐτὴν καὶ ὁ ἀνὴρ ὁ ἔσχατος, καὶ γράψῃ αὐτῇ βιβλίον ἀποστασίου, καὶ δώσῃ εἰς τὰς χεῖρας αὐτῆς, καὶ ἐξαποστείλῃ αὐτὴν ἐκ τῆς οἰκίας αὐτοῦ, ἢ ἀποθάνῃ ὁ ἀνὴρ αὐτῆς, ὃς ἔλαβεν αὐτὴν ἑαυτῷ γυναῖκα, οὐ δυνήσεται ὁ ἀνὴρ ὁ πρότερον ἐξαποστείλας αὐτὴν ἐπαναστρέψαι καὶ λαβεῖν αὐτὴν ἑαυτῷ γυναῖκα. Εἶτα ἐνδεικνύμενος, ὅτι οὐκ ἐπαινεῖ τὸ γεγενημένον, οὐδὲ γάμον εἶναι νομίζει, ἀλλὰ διὰ τὴν ἀσθένειαν αὐτῶν συγκαταβαίνει, εἰπὼν, Οὐ δυνήσεται ὁ ἀνὴρ ὁ πρότερος λαβεῖν αὐτὴν ἑαυτῷ γυναῖκα, ἐπήγαγε, Μετὰ τὸ μιανθῆναι αὐτὴν, ἐμφαίνων διὰ τοῦ τρόπου τῆς λέξεως, ὅτι ὁ δεύτερος γάμος, ζῶντος τοῦ προτέρου ἀνδρὸς γενόμενος, μίασμα μᾶλλόν ἐστιν, ἢ γάμος. Διὰ τοῦτο οὐκ εἶπε, Μετὰ τὸ γαμηθῆναι αὐτήν. Ὁρᾷς ὅτι συνῳδὰ τῷ Χριστῷ φθέγγεται; Εἶτα καὶ τὴν αἰτίαν προσέθηκεν, Ὅτι βδέλυγμά ἐστιν ἐναντίον τοῦ Θεοῦ. Καὶ Μωϋσῆς μὲν οὕτως· ὁ δὲ προφήτης Μαλαχίας σαφέστερον πολλῷ τοῦ Μωϋσέως αὐτὸ τοῦτο ἐνδείκνυται, μᾶλλον δὲ οὐ Μαλαχίας, ἀλλ' ὁ Θεὸς διὰ τοῦ Μαλαχίου, λέγων οὕτως· Εἰ ἄξιον ἐπιβλέψαι εἰς θυσίαν ὑμῶν; ἢ λαβεῖν δεκτὸν ἐκ τῶν χειρῶν ὑμῶν; εἶτα εἰπόντος, Τίνος ἕνεκεν, φησὶ, γυναῖκα ἐκ νεότητός σου ἐγκατέλιπες; καὶ δεικνὺς ἡλίκον ἐστὶ κακὸν, καὶ ἀποστερῶν πάσης συγγνώμης τὸν τοῦτο ποιήσαντα, διὰ τῶν ἑξῆς τὴν κατηγορίαν αὔξει, ἐπάγων οὕτω καὶ λέγων· Καὶ αὕτη κοινωνός σου, καὶ γυνὴ διαθήκης σου, καὶ ἐγκατάλειμμα πνεύματός σου, καὶ οὐκ ἄλλος ἐποίησεν. Ὅρα πόσα τίθησι δικαιώματα· πρῶτον τὸ τῆς ἡλικίας, Γυνὴ νεότητός σου· εἶτα τὸ ἀναγκαῖον, Καὶ αὕτη κοινωνός σου· εἶτα τὸν τῆς δημιουργίας τρόπον, Ἐγκατάλειμμα πνεύματός σου.