Ancient Greek · ~24 min
Section 4
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De libello repudii 4.1
Not analysed yet
Ὁρᾷς πῶς ἅπασιν ὁ λόγος χρήσιμος, τῇ τε ἐκείνων ἀσθενείᾳ συγκαταβαίνων, καὶ ταύτας οὐκ ἀποστερῶν τῶν οἰκείων ἐπαίνων; Ὅπερ γὰρ ἐπὶ τοῦ γάμου καὶ ἐπὶ τῆς παρθενίας ἐποίησε, τοῦτο καὶ ἐπὶ τοῦ προτέρου γάμου καὶ τοῦ δευτέρου. Καθάπερ γὰρ ἐκεῖ οὐκ ἀπέκλεισε τὸν γάμον, ἵνα μὴ βαρήσῃ τοὺς ἀσθενεστέρους, οὔτε ἀνάγκην ἐπέθηκεν, ἵνα μὴ τοὺς βουλομένους παρθενεύειν ἀποστερήσῃ τῶν κειμένων στεφάνων, ἀλλ' ἔδειξε μὲν ὅτι καλὸς ὁ γάμος, ἐδήλωσε δὲ ὅτι κρείττων ἡ παρθενία· οὕτω δὴ καὶ ἐνταῦθα πάλιν ἡμῖν ἑτέρους τίθησι βαθμοὺς, δεικνὺς ὅτι μεῖζον μὲν καὶ ὑψηλότερον τὸ τῆς χηρείας, δεύτερον δὲ καὶ κατώτερον τὸ τῶν δευτέρων γάμων, τούς τε ἰσχυροτέρους καὶ μὴ μεταπηδᾷν βουλομένους ἀλείφων, καὶ τοὺς ἀσθενεστέρους οὐκ ἀφιεὶς πεσεῖν. Εἰπὼν γὰρ, Μακαριωτέρα δέ ἐστιν, ἐὰν οὕτω μείνῃ, ἵνα μὴ νομίσῃς ἀνθρώπινον εἶναι τὸν νόμον, ἀκούων, Κατὰ τὴν ἐμὴν γνώμην, ἐπήγαγε· Δοκῶ δὲ κἀγὼ Πνεῦμα Θεοῦ ἔχειν. Οὐκ ἔχεις τοίνυν εἰπεῖν, ὅτι ἀνθρωπίνη ἐστὶν ἡ γνώμη, ἀλλὰ τῆς τοῦ Πνεύματος χάριτος ἡ ἀπόφασις, καὶ θεῖος ὁ νόμος. Μὴ τοίνυν Παύλου νομίζωμεν εἶναι ταῦτα λέγοντος, ἀλλὰ τοῦ Παρακλήτου ταῦτα νομοθετοῦντος ἡμῖν. Εἰ δὲ λέγει, Δοκῶ, οὐχ ὡς οὐκ ἔχων λέγει, ἀλλὰ μετριάζων καὶ συστέλλων ἑαυτόν. Ὅτι μὲν οὖν μακαριωτέρα ἐστὶν, εἶπε· πῶς δὲ μακαριωτέρα, οὐκ ἔτι προσέθηκεν, ἀρκοῦσαν ἀπόδειξιν δοὺς τὸ παρὰ τοῦ Πνεύματος κομίζειν τὴν ἀπόφασιν. Εἰ δὲ βούλει καὶ λογισμοῖς ἐξετάσαι, πολλὴν ἀποδείξεων εὐπορίαν ἐνταῦθα εὑρήσεις· καὶ ὄψει τὴν χήραν μακαριωτέραν οὖσαν, οὐ κατὰ τὸν μέλλοντα αἰῶνα μόνον, ἀλλὰ καὶ κατὰ τὸν παρόντα βίον. Καὶ τοῦτο αὐτὸ μάλιστα οἶδεν ὁ Παῦλος, ὃ καὶ περὶ τῶν παρθένων ᾐνίξατο λέγων. Παραινῶν γὰρ καὶ συμβουλεύων παρθενίαν αἱρεῖσθαι, οὕτω πως ἔλεγε· Νομίζω ὅτι καλὸν ἀνθρώπῳ τὸ οὕτως εἶναι διὰ τὴν ἐνεστῶσαν ἀνάγκην· καὶ πάλιν, Καὶ ἐὰν γήμῃ ἡ παρθένος, οὐχ ἥμαρτε· παρθένον ἐνταῦθα λέγων, οὐ τὴν ἀποταξαμένην, ἀλλὰ τὴν ἀπειρόγαμον μόνον, καὶ μὴ γενομένην ὑπεύθυνον τῇ τῆς διηνεκοῦς παρθενίας ὑποσχέσει. Θλίψιν δὲ τῇ σαρκὶ ἕξουσιν οἱ τοιοῦτοι· ἐγὼ δὲ ὑμῶν φείδομαι. Ἑνὶ γὰρ καὶ ψιλῷ ῥήματι τούτῳ κατέλιπε τῷ συνειδότι τῶν ἀκροατῶν ἅπαντα ἀναλέξασθαι, τὰς ὠδῖνας, τὰς παιδοτροφίας, τὴν φροντίδα, τὰς ἀῤῥωστίας, τοὺς θανάτους τοὺς ἀώρους, τὰς ἀπεχθείας, τὰς φιλονεικίας, τὸ γνώμαις μυρίαις δουλεύειν, τὸ τῶν ἀλλοτρίων κακῶν ὑπεύθυνον εἶναι, τὸ μυρίας ἀναδέχεσθαι λύπας μίαν ἔχουσαν ψυχήν. Ἁπάντων δὲ τούτων ἀπαλλάττεται τῶν κακῶν ἡ τὴν ἐγκράτειαν ἑλομένη, καὶ μετὰ τῆς τῶν ἀνιαρῶν ἀπαλλαγῆς κατὰ τὴν μέλλουσαν ζωὴν πολὺν ἔχει κείμενον τὸν μισθόν. Ταῦτ' οὖν ἅπαντα εἰδότες, σπουδάζωμεν τοῖς προτέροις ἀρκεῖσθαι γάμοις. Ἂν δὲ καὶ ἐπὶ δευτέρους παρασκευαζώμεθα εἰσέρχεσθαι, μετὰ τοῦ προσήκοντος τρόπου καὶ σχήματος, μετὰ τῶν τοῦ Θεοῦ νόμων. Διὰ τοῦτο γὰρ εἶπεν, Ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι· καὶ ἐπήγαγε, Μόνον ἐν Κυρίῳ, ὁμοῦ καὶ ἄδειαν διδοὺς, καὶ τειχίζων τὴν ἄδειαν, καὶ ἐξουσίαν παρέχων, καὶ τῇ ἐξουσίᾳ πάλιν ταύτῃ ὅρους καὶ νόμους τιθεὶς πανταχόθεν· οἷον, ἵνα μὴ μιαροὺς καὶ διεφθαρμένους ἄνδρας εἰς τὴν οἰκίαν εἰσαγάγῃ ἡ γυνὴ, ἢ τοὺς ἀπὸ τῆς σκηνῆς, ἢ τοὺς πορνείας προσέχοντας· ἀλλὰ μετὰ σεμνότητος, μετὰ σωφροσύνης, μετὰ εὐλαβείας, ἵνα πάντα εἰς δόξαν Θεοῦ γένηται. Ἐπειδὴ γὰρ πολλαὶ πολλάκις γυναῖκες, τῶν πρώτων τελευτησάντων ἀνδρῶν, μοιχευθεῖσαι πρότερον, οὕτω τοὺς ὑστέρους εἰσήγαγον, καὶ τρόπους ἑτέρους μιαροὺς ἐπενόησαν, διὰ τοῦτο ἐπήγαγε, Μόνον ἐν Κυρίῳ· ἵνα μηδὲν τούτων ὁ δεύτερος ἔχῃ γάμος· οὕτω γὰρ δυνήσεται ἐγκλημάτων ἀπηλλάχθαι. Πάντων μὲν γὰρ βέλτιον ἀναμένειν τὸν τετελευτηκότα, καὶ τὰς πρὸς ἐκεῖνον συνθήκας διατηρεῖν, καὶ ἐγκράτειαν αἱρεῖσθαι, καὶ τοῖς καταλειφθεῖσιν ἐπιμένειν παιδίοις, καὶ παρὰ τοῦ Θεοῦ πλείονα τὴν εὔνοιαν ἐπισπάσασθαι. Ἂν δ' ἄρα τις βουληθῇ δεύτερον ἐπεισαγαγεῖν νυμφίον, μετὰ σωφροσύνης, μετὰ σεμνότητος, μετὰ τῶν προσηκόντων νόμων· καὶ γὰρ καὶ τοῦτο ἐφεῖται, πορνεία δὲ κεκώλυται μόνον καὶ μοιχεία. Ταύτην τοίνυν φεύγωμεν, καὶ οἱ γυναῖκας ἔχοντες, καὶ οἱ μὴ ἔχοντες· καὶ μὴ καταισχύνωμεν ἡμῶν τὸν βίον, μηδὲ καταγέλαστον ζῶμεν ζωὴν, μηδὲ μολύνωμεν τὸ σῶμα, μηδὲ πονηρὸν συνειδὸς εἰς τὴν διάνοιαν εἰσαγάγωμεν. Πῶς γὰρ εἰς ἐκκλησίαν ἐλθεῖν δυνήσῃ μετὰ τὴν πρὸς τὰς πόρνας ὁμιλίαν; πῶς τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἀνατεῖναι, αἷς τὴν πόρνην περιελάμβανες; πῶς κινῆσαι γλῶτταν, καὶ τῷ στόματι καλέσαι τούτῳ, ᾧ τὴν πόρνην ἐφίλησας; ποίοις ὀφθαλμοῖς ὄψει τῶν φίλων τοὺς σεμνοτέρους; Καὶ τί λέγω τοὺς φίλους; Κἂν γὰρ μηδεὶς ὁ συνειδὼς ᾖ, σὺ σαυτὸν ἀναγκασθήσῃ πρὸ πάντων ἐρυθριᾷν καὶ αἰσχύνεσθαι, καὶ πάντων μᾶλλον τὸ ἑαυτοῦ βδελύττεσθαι σῶμα. Εἰ γὰρ μὴ τοῦτο ἦν, τίνος ἕνεκεν ἐπὶ βαλανεῖον μετὰ τὴν ἁμαρτίαν τρέχεις ἐκείνην; οὐκ ἐπειδὴ βορβόρου παντὸς ἀκαθαρτότερον ἑαυτὸν εἶναι νομίζεις; Ποίαν ἑτέραν ζητεῖς μείζονα ἀπόδειξιν τῆς τῶν γεγενημένων ἀκαθαρσίας, ἢ τίνα τὸν Θεὸν προσδοκᾷς ψῆφον οἴσειν, ὅταν ὁ πεπλημμεληκὼς σὺ τοιαύτην περὶ τῶν γεγενημένων γνώμην ἔχῃς; Ὅτι μὲν οὖν ἀκαθάρτους ἑαυτοὺς εἶναι νομίζουσι, σφόδρα ἐπαινῶ καὶ ἀποδέχομαι· ὅτι δὲ οὐκ ἐπὶ τὸν προσήκοντα τῶν καθαρσίων ἔρχονται τρόπον, ἐγκαλῶ διὰ τοῦτο καὶ μέμφομαι. Εἰ μὲν γὰρ σωματικὸς ὁ ῥύπος ἦν, εἰκότως τοῖς τῶν βαλανείων καθαρμοῖς ἑαυτὸν ἀπέσμηχες· τὴν δὲ ψυχὴν καταῤῥυπάνας καὶ ποιήσας ἀκάθαρτον, τοιοῦτον ζήτει καθάρσιον, ὃ τὴν ἐκείνης κηλῖδα ἀποσμῆξαι δυνήσεται. Ποῖον δέ ἐστι τῆς τοιαύτης ἁμαρτίας τὸ βαλανεῖον; Θερμαὶ δακρύων πηγαὶ, στεναγμοὶ κάτωθεν ἀπὸ καρδίας ἀνιόντες, κατάνυξις διηνεκὴς, εὐχαὶ ἐκτενεῖς, ἐλεημοσύναι, καὶ ἐλεημοσύναι δαψιλεῖς, τὸ καταγνῶναι τῶν γεγενημένων, τὸ μηκέτι τοῖς αὐτοῖς ἐπιχειρῆσαι πράγμασιν· οὕτως ἁμαρτίας ἀποσμήχεται φύσις, οὕτως ἐκκαθαίρεται τῆς ψυχῆς ὁ ῥύπος· ὥστε ἐὰν μὴ τοιαῦτα ποιῶμεν, κἂν ἁπάσας τῶν ποταμῶν διέλθωμεν τὰς πηγὰς, οὐδὲ μικρὸν τῆς ἁμαρτίας ταύτης ὑφελέσθαι δυνησόμεθα μέρος. Τὸ μὲν οὖν ἄμεινον, μηκέτι πεῖραν λαβεῖν τῆς μυσαρᾶς ταύτης ἁμαρτίας. Εἰ δ' ἄρα τις ὑπεσκελίσθη ποτὲ, ταῦτα ἐπιτιθέτω τὰ φάρμακα, πρότερον ὑποσχόμενος μηκέτι τοῖς αὐτοῖς περιπεσεῖν. Ὡς ἐὰν ἁμαρτάνοντες καταγινώσκωμεν τῶν ἤδη γεγενημένων, πάλιν δὲ τοῖς αὐτοῖς ἐπιχειρῶμεν, οὐδὲν ἡμῖν ὄφελος ἔσται τῶν καθαρσίων. Ὁ γὰρ ἀπολουόμενος, καὶ τῷ αὐτῷ πάλιν ἐγκυλινδούμενος βορβόρῳ, καὶ ὁ καθαιρῶν πάλιν ὅπερ ᾠκοδόμησε, καὶ οἰκοδομῶν πάλιν, ἵνα καθέλῃ, οὐδὲν κερδαίνει πλέον, ἢ τὸ περιττὰ ποιεῖσθαι καὶ ταλαιπωρεῖν. Καὶ ἡμεῖς τοίνυν, ἵνα μὴ μάτην μηδὲ εἰκῆ τὴν ζωὴν ἀναλώσωμεν, τὰ πρότερα ἁμαρτήματα ἐκκαθάρωμεν, καὶ τὸν ἐπίλοιπον ἅπαντα βίον ἐν σωφροσύνῃ καὶ κοσμιότητι καὶ τῇ λοιπῇ διαγάγωμεν ἀρετῇ· ἵνα καὶ τὸν Θεὸν ἔχοντες ἵλεων, τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.