# De Maccabeis (homiliae 1-3) 2.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Maccabeis (homiliae 1-3), ΕΙΣ ΤΟΥΣ ΑΓΙΟΥΣ ΜΑΚΚΑΒΑΙΟΥΣ Καὶ εἰς τὴν μητέρα αὐτῶν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/de-maccabeis-homiliae-1-3/2.1

Καὶ τί λέγω γέροντα καὶ νέον, ὅπου γε καὶ γυναῖκες πρὸς ταῦτα ἀπεδύσαντο τὰ παλαίσματα, καὶ λαμπροὺς ἀνεδήσαντο τοὺς στεφάνους; Οἱ μὲν γὰρ ἔξωθεν ἀγῶνες καὶ ἡλικίαν, καὶ φύσιν, καὶ ἀξίαν ἐξετάζοντες, καὶ δούλοις, καὶ γυναιξὶ, καὶ πρεσβυτέροις, καὶ μειρακίοις τὴν πρὸς αὐτοὺς εἴσοδον ἀποκλείουσιν, ἐνταῦθα δὲ πάσῃ μὲν ἀξίᾳ, πάσῃ δὲ ἡλικίᾳ, ἑκατέρᾳ δὲ τῇ φύσει τὸ θέατρον μετὰ πάσης ἀδείας ἠνέῳκται, ἵνα καὶ τὴν ἀφθονίαν καὶ τὴν ἄφατον δύναμιν τοῦ τὸν ἀγῶνα τιθέντος καταμάθῃς, καὶ τὸ ἀποστολικὸν ἐκεῖνο διὰ τῶν ἔργων βεβαιούμενον ἴδῃς, Ὅτι ἡ δύναμις αὐτοῦ ἐν ἀσθενείᾳ τελειοῦται. Ὅταν γὰρ παιδία καὶ γέροντες τὰ ὑπὲρ τὴν φύσιν ἰσχύωσι, διὰ πάντων λαμπρῶς ἡ τοῦ δι' αὐτῶν ἐνεργοῦντος Θεοῦ διαφαίνεται χάρις. Καὶ ἵνα μάθῃς ὅτι ἡ ἀσθένεια τῶν ἀθλητῶν, αὕτη ἡ ἔξωθεν, λαμπροτέρους ποιεῖ γενέσθαι τοὺς στεφανίτας, φέρε δὴ, τὸν γέροντα καὶ τὰ παιδία ἀφέντες τὴν ἀσθενεστέραν αὐτῶν παραγάγωμεν εἰς μέσον, τὴν γυναῖκα, τὴν γεγηρακυῖαν, τὴν ἑπτὰ παίδων μητέρα· καὶ γὰρ αἱ ὠδῖνες οὐ μικρὸν κώλυμα τῶν παλαισμάτων τούτων εἰσί. Τί οὖν αὐτῆς πρότερον θαυμάσαι ἄξιον; τὸ τῆς φύσεως ἀσθενὲς, ἢ τὸ τῆς ἡλικίας ὥριμον, ἢ τὸ τῆς συμπαθείας εὐεπηρέαστον; Μεγάλα μὲν γὰρ καὶ ταῦτα κωλύματα πρὸς τὸν τοσαύτης καρτερίας δεόμενον δρόμον. Ἐγὼ δὲ καὶ ἕτερον ἔχω τούτων μεῖζον εἰπεῖν, δι' οὗ καὶ τὴν ἀνδρείαν τῆς γυναικὸς καὶ τὴν τοῦ διαβόλου κακουργίαν ἅπασαν κατοψόμεθα. Τί δὲ τοῦτό ἐστι; Σκόπει μιαροῦ δαίμονος πονηρίαν· οὐ πρώτην αὐτὴν εἵλκυσεν εἰς τὰ σκάμματα, ἀλλὰ μετὰ τοὺς παῖδας ἤγαγε πρὸς τὰ παλαίσματα. Τί δήποτε; Ἵνα ταῖς τῶν ἑπτὰ παίδων βασάνοις προκαταβαλὼν αὐτῆς τὸ φρόνημα, καὶ τὸ στεῤῥὸν τῆς διανοίας μαλάξας, διὰ τῆς τῶν γινομένων θέας προδαπανηθείσης αὐτῇ τῆς ἰσχύος ἐν ταῖς τῶν ἐγγόνων κολάσεσιν, ἀσθενεστέρᾳ λοιπὸν γενομένῃ ῥᾳδίως ἐπιθῆται. Μὴ γὰρ δὴ τοῦτο ἴδῃς, ὅτι ἐκεῖνοι τὰς βασάνους ἐδέχοντο, ἀλλ' ἐκεῖνο σκόπει, ὅτι αὐτὴ καθ' ἕκαστον αὐτῶν χαλεπωτέρας ὑπέμενε τὰς ὀδύνας, καὶ καθ' ἕκαστον αὐτῶν ἀπεσφάττετο. Καὶ τὸ λεγόμενον τοῦτο ἴσασι καλῶς, ὅσαι πεῖραν ὠδίνων ἔλαβον γυναῖκες, καὶ μητέρες ἐγένοντο. Πολλάκις γοῦν ὁρῶσα μήτηρ παιδίον πυρετῷ φλεγόμενον, πάντα ἂν ἕλοιτο παθεῖν, ὥστε ἀπὸ τοῦ σώματος ἐκείνου πρὸς ἑαυτὴν μεταγαγεῖν τὸ πῦρ τοῦ νοσήματος· οὕτω τῶν οἰκείων κακῶν τὰς τῶν παίδων συμφορὰς ἀφορητοτέρας αἱ μητέρες εἶναι νομίζουσιν. Εἰ δὲ τοῦτο ἀληθὲς, ὥσπερ οὖν ἀληθὲς, χαλεπώτερον τῶν παιδίων ἐν ταῖς τῶν παιδίων βασάνοις ἐκολάζετο ἡ μήτηρ, καὶ μεῖζον τὸ μαρτύριον ἐν τῇ μητρὶ ἢ ἐν τοῖς παιδίοις ἐγίνετο. Εἰ γὰρ ἑνὸς παιδίου νόσος ἀκουομένη μόνον διαταράττει τὰ σπλάγχνα τῆς τεκούσης, οὐχ ἑνὸς παιδίου, ἀλλὰ τοσούτου χοροῦ παίδων ἀναιρουμένου, οὐκ ἀκοῇ δεχομένη τὰ παθήματα, ἀλλ' ὄψει παραλαμβάνουσα τὰ γινόμενα, τί οὐκ ἂν ἔπαθε; πῶς οὐκ ἐξέστη τῇ διανοίᾳ ἕκαστον αὐτῶν ὁρῶσα διαφόροις τισὶ καὶ φρικταῖς τιμωρίαις κατὰ μικρὸν ἀναιρούμενον; πῶς οὐκ ἀπεῤῥάγη τοῦ σώματος ἡ ψυχή; πῶς οὐκ ἀπὸ τῆς πρώτης ὄψεως ἐπὶ τὴν πυρὰν ἐπεπήδησεν ἀπαλλάττουσα ἑαυτὴν τῆς λοιπῆς θεωρίας; Εἰ γὰρ καὶ φιλόσοφος ἦν, ἀλλὰ μήτηρ· εἰ καὶ θεοφιλὴς, ἀλλὰ καὶ σάρκα περιέκειτο· εἰ καὶ πρόθυμος ἦν, ἀλλὰ καὶ γυναικείας μετεῖχε φύσεως· εἰ καὶ τῷ ζήλῳ τῆς εὐσεβείας ἔζεεν, ἀλλὰ καὶ τῷ δεσμῷ τῶν ὠδίνων κατείχετο. Εἰ γὰρ ἡμεῖς ἄνδρες ὄντες κατάδικον πολλάκις ὁρῶντες διὰ τῆς ἀγορᾶς ἀγόμενον τὸ σπαρτίον ἐπὶ τοῦ στόματος ἔχοντα, ἐπὶ τὸ βάραθρον ἑλκόμενον, οὐδὲν δικαίωμα φιλίας πρὸς αὐτὸν ἔχοντες, ἀπὸ τῆς θέας μόνης κατακλώμεθα, καίτοι ἱκανὴν ἔχοντες παραμυθίαν πρὸς τὸ μηδὲν τοιοῦτον παθεῖν, τοῦ καταδεδικασμένου τὴν πονηρίαν· τί παθεῖν ταύτην εἰκὸς οὐχὶ κατάδικον ἕνα ὁρῶσαν ἀπαγόμενον, ἀλλ' ἑπτὰ παιδία ἀθρόον ἐν ἡμέρᾳ μιᾷ οὐχὶ συντόμῳ τελευτῇ, ἀλλὰ ποικίλαις κατακοπτόμενα σφαγαῖς; Εἰ γὰρ λιθίνη τις ἦν, εἰ γὰρ ἐξ ἀδάμαντος αὐτῇ τὰ σπλάγχνα ἐπεπήγει, οὐκ ἂν διεταράχθη, οὐκ ἂν ἔπαθέ τι τοιοῦτον, οἷον καὶ γυναῖκα καὶ μητέρα παθεῖν εἰκὸς ἦν; Ἐννόησον πῶς θαυμάζομεν τὸν πατριάρχην Ἀβραὰμ, ὅτι τὸν υἱὸν αὐτοῦ ἀνενεγκὼν συνεπόδισε καὶ ἐπὶ τὸ θυσιαστήριον ἀνεβίβασε, καὶ τότε ὄψει καλῶς ὅση τῆς γυναικὸς ἡ ἀνδρεία. Ὢ πικροτάτης θέας καὶ ἡδίστης ἐκείνης· πικροτάτης μὲν διὰ τὴν φύσιν τῶν γινομένων, ἡδίστης δὲ διὰ τὴν διάθεσιν τῆς ὁρώσης. Οὐ γὰρ ἑώρα τὸ καταῤῥέον αἷμα, ἀλλ' ἑώρα τοὺς στεφάνους τῆς δικαιοσύνης πλεκομένους· οὐκ ἔβλεπε διορυττομένας πλευρὰς, ἀλλ' ἔβλεπεν οἰκοδομουμένας σκηνὰς αἰωνίους· οὐχ ἑώρα περιεστῶτας δημίους, ἀλλ' ἑώρα κυκλοῦντας ἀγγέλους· ἐπελάθετο τῶν ὠδίνων, κατεφρόνησε τῆς φύσεως, ὑπερεῖδε τῆς ἡλικίας· κατεφρόνησε φύσεως, πράγματος τυραννικοῦ, φύσεως, ἣ καὶ τῶν θηρίων κρατεῖν εἴωθε. Πολλὰ γοῦν τῶν δυσαλώτων θηρίων οὕτως ἁλίσκεται, διὰ τὴν πρὸς τὰ παιδία συμπάθειαν τῆς οἰκείας ἀλογοῦντα σωτηρίας, καὶ ἀφυλάκτως εἰς τὰς τῶν θηρατῶν ἐμπίπτοντα χεῖρας· καὶ οὐδέν ἐστι ζῶον οὕτως ἀσθενὲς, ὃ μὴ ὑπερασπίζοι τῶν ἐγγόνων· οὐδὲν οὕτως ἥμερον, ὃ μὴ τῶν παιδίων ἀφαιρουμένων παροξύνηται. Ἀλλ' αὕτη καὶ τὴν διὰ τῶν λογικῶν ἀνθρώπων καὶ τὴν διὰ τῶν ἀλόγων ζώων τεταμένην τῆς φύσεως τυραννίδα κατέλυσε· καὶ οὐ μόνον οὐκ ἐπεπήδησε τῇ κεφαλῇ τοῦ τυράννου, οὐδὲ διεσπάραξεν αὐτοῦ τὴν ὄψιν, ὁρῶσα τοὺς σκύμνους διασπαρασσομένους, ἀλλὰ τοσαύτην ἐπεδείξατο φιλοσοφίας ὑπερβολὴν, ὡς καὶ προπαρασκευάζειν αὐτῷ τὴν ἀπάνθρωπον θοίνην, καὶ τῶν προτέρων ἔτι κολαζομένων, τοὺς ὑπολειπομένους πρὸς τὴν τῶν αὐτῶν πεῖραν ἀλείφειν δεινῶν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Maccabeis (homiliae 1-3). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg047.local001/.
