Ancient Greek · ~12 min
Section 3
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Melchisedech [Sp.] 3.1
Not analysed yet
Ἀλλ' ἐπειδὴ πολλοὶ μὴ νοήσαντες τὰ περὶ αὐτοῦ γεγραμμένα, καὶ μείζονα τοῦ Χριστοῦ αὐτὸν εἶναι εἰρήκασι, καὶ συνεστήσαντο ἑαυτοῖς αἵρεσιν, καὶ λέγονται Μελχισεδεκιταὶ, καὶ φιλονεικοῦσιν ἡμῖν, δεῖξαι βουλόμενοι, ὅτι μείζων ἐστὶ τοῦ Χριστοῦ, προφέροντες τὸ, Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ· δεῖ καὶ πρὸς αὐτοὺς ἀπαντῆσαι. Φασὶ γάρ· Πῶς οὐκ ἂν εἴη Χριστοῦ μείζων, οὗ κατὰ τὴν εἰκόνα καὶ τὴν τάξιν ἱερατεύει Χριστός; Ἡμεῖς οὖν λέγομεν αὐτὸν ἄνθρωπον ὁμοιοπαθῆ ἡμῖν, καὶ οὔτε μείζονα τοῦ Χριστοῦ, ἀλλ' οὔτε Ἰωάννου τοῦ Βαπτιστοῦ· Μείζων γὰρ αὐτοῦ, φησὶν ὁ Χριστὸς, ἐν γεννητοῖς γυναικῶν οὐκ ἐγήγερται. Ἄλλοι δὲ πάλιν πλανηθέντες λέγουσιν αὐτὸν εἶναι τὸ Πνεῦμα τὸ ἅγιον· ἀλλ' ἡμεῖς οὐδὲ τοῦτό φαμεν. Ἐπεὶ τίς χρεία τὸν Λόγον τοῦ Θεοῦ ἐνανθρωπῆσαι, ἤδη πάλαι τοῦ Πνεύματος ἀνθρώπου γεγονότος; Ὅτι δὲ οὐκ ἔστιν μείζων Χριστοῦ, οὔτε δὲ πάλιν τὸ Πνεῦμα τὸ ἅγιον, εἰπάτωσαν ἡμῖν ἐκεῖνοι, ποίου χωρίου εἶναι αὐτὸν λέγουσιν· ἆρα οὐρανίου; ἆρα ἐπιγείου; ἢ καταχθονίου; Ἐὰν οὖν εἴπωσιν, ὅτι τῶν οὐρανίων ἐστὶν ὁ Μελχισεδὲκ, ἢ ἄλλου τινὸς χωρίου, ἀκουσάτωσαν ὅτι καὶ αὐτὸς γόνυ κάμπτει τῷ Χριστῷ τῷ σαρκωθέντι ἐκ τῆς θεοτόκου Μαρίας. Λέγει γὰρ ὁ Ἀπόστολος, ὅτι Αὐτῷ κάμψει πᾶν γόνυ, καὶ τὰ ἑξῆς. Εἰ οὖν πᾶν γόνυ κάμπτει, ὁ Μελχισεδὲκ ἐλάττων ἂν εἴη τοῦ Χριστοῦ· προσκυνεῖ γὰρ τῷ προσκυνουμένῳ Χριστῷ. Εἰ δὲ οἱ ἄθλιοι καὶ τάλανες, καὶ τὸ ἑξῆς εἰρημένον σκοπήσωσιν· ἐπιφέρει γὰρ λέγων, Ἀφωμοιωμένος τῷ Υἱῷ τοῦ Θεοῦ· οὕτω δεῖ νοεῖν, ὅτι ὥσπερ καὶ ἡμεῖς κατ' εἰκόνα Θεοῦ γεγόναμεν καὶ ὁμοίωσιν, οὕτω καὶ αὐτός. Ἰουδαῖοι μὲν γὰρ αὐτὸν λέγουσιν ἐκ πορνείας γεννηθέντα, καὶ διὰ τοῦτο ἀγενεαλόγητον γενέσθαι· πρὸς οὓς ἐροῦμεν, ὅτι Κακῶς φατε. Καὶ γὰρ καὶ Σολομὼν ἐκ τῆς τοῦ Οὐρίου γεννηθεὶς γυναικὸς μοιχαλίδος γενεαλογεῖται. Ἀλλ' ἐπειδὴ ὁ Μελχισεδὲκ τύπος ἦν τοῦ Κυρίου, καὶ εἰκόνα ἔφερε τοῦ Χριστοῦ, καθὼς καὶ Ἰωνᾶς, διὰ τοῦτο ἡ Γραφὴ παρέλιπεν αὐτοῦ τὸν πατέρα, ἵνα ἐν ἐκείνῳ, καθάπερ ἐν εἰκόνι τὸν ἀληθῶς ἀπάτορα καὶ ἀγενεαλόγητον Χριστὸν ἐνοπτρισώμεθα. Ἀντιλέγουσι δὲ καὶ τοῦτο ἡμῖν οἱ Μελχισεδεκιταὶ λέγοντες· Τί οὖν ἐστιν ὃ λέγει πρὸς αὐτὸν ὁ Πατήρ· Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ; Πρὸς οὓς λέγομεν, ὅτι οὗτος ὁ Μελχισεδὲκ ἀνὴρ δίκαιος γέγονε, καὶ ἀληθῶς εἰκόνα ἔφερε τοῦ Χριστοῦ. Προφητικῷ τοίνυν πνεύματι κινούμενος, τὴν μέλλουσαν προσφορὰν ὑπὲρ τῶν ἐθνῶν προσκομίζεσθαι νοήσας, ἄρτῳ καὶ οἴνῳ τὸν Θεὸν ἐγέραιρε, μιμούμενος τὸν μέλλοντα Χριστόν. Ἐπειδὴ οὖν ἡ Ἰουδαίων συναγωγὴ ἐν τάξει τοῦ Ἀαρὼν θυσίαν προσέφερε τῷ Θεῷ, οὐκ ἄρτον καὶ οἶνον, ἀλλὰ μόσχους καὶ ἀμνοὺς, καὶ θυσίαις δι' αἵματος ἐδόξαζε τὸν Θεὸν, ὁ Θεὸς πρὸς τὸν μέλλοντα γεννᾶσθαι ἐκ τῆς παρθένου Μαρίας Ἰησοῦν τὸν Χριστὸν, τὸν Υἱὸν τοῦ Θεοῦ, βοᾷ καὶ λέγει· Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ· οὐ κατὰ τὴν Ἀαρὼν, τοῦ ἐν μόσχοις καὶ ἄρνασι λατρεύοντος· ἀλλὰ, Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδὲκ, ἄρτῳ καὶ οἴνῳ τὴν τῶν προσκομιζόντων προσφορὰν εἰς τὸ διηνεκὲς προσάγων. Δι' οὗ τῷ Πατρὶ ἡ δόξα σὺν τῷ παναγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.