Ancient Greek · ~25 min
Πρὸς τοὺς ἐγκαλέσαντας ὑπὲρ τοῦ μήκους τῶν προοιμίων, καὶ ὅτι χρήσιμον τὸ φέρειν ἐλέγχους, καὶ τίνος ἕνεκεν οὐκ εὐθέως πιστεύσας μετωνομάσθη Παῦλος, καὶ ὅτι οὐκ ἐξ ἀνάγκης, ἀλλ' ἐκ προαιρέσεως γέγονεν αὐτῷ ἡ μεταβολὴ, καὶ εἰς τὸ ῥητόν· «Σαῦλε, Σαῦλε, τί με διώκεις;»
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De mutatione nominum (homiliae 1-4) 1.1-3
Not analysed yet
Ἐνεκάλεσαν ἡμῖν τινες τῶν ἀγαπητῶν τῶν ἡμετέρων, ὅτι τοῦ λόγου τὰ προοίμια πρὸς μῆκος ἐκτείνομεν, καὶ εἰ μὲν δικαίως, ἢ ἀδίκως ἐνεκάλεσαν, τότε εἴσεσθε, ἐπειδὰν καὶ τὰ παρ' ἡμῶν ἀκούσαντες, ὡς ἐν κοινῷ δικαστηρίῳ τὴν ψῆφον ἐνέγκητε. Ἐγὼ δὲ καὶ πρὶν ἀποδεῖξαι τοῦτο, χάριν αὐτοῖς ἔχω τῶν ἐγκλημάτων· κηδεμονίας γὰρ, οὐ πονηρίας ἐστὶ τὰ ἐγκλήματα· καὶ τὸν φιλοῦντά με, οὐχ ὅταν ἐπαινῇ με μόνον, ἀλλὰ καὶ ὅταν ἐγκαλῇ καὶ διορθῶται, τότε φαίην ἂν ἔγωγε φιλεῖν. Τὸ μὲν γὰρ ἁπλῶς πάντα ἐπαινεῖν, καὶ τὰ καλῶς ἔχοντα, καὶ τὰ μὴ καλῶς, οὐκ ἔστι φιλοῦντος, ἀλλ' ἀπατεῶνος καὶ εἴρωνος· τὸ δὲ ἐπαινεῖν μὲν ἄν τι τῶν δεόντων γίνηται, ἐγκαλεῖν δὲ ἄν τι διαμαρτάνηται, τοῦτο φίλου καὶ κηδεμόνος. Καὶ ἵνα μάθητε, ὅτι τὸ ἁπλῶς πάντα ἐπαινεῖν καὶ μακαρίζειν ἐπὶ πᾶσιν, οὐκ ἔστι φίλου, ἀλλὰ πλανῶντος· Λαός μου γὰρ, φησὶν, οἱ μακαρίζοντες ὑμᾶς, πλανῶσιν ὑμᾶς, καὶ τὸν τρίβον τῶν ποδῶν ὑμῶν ἐκταράσσουσι. Τὸν μὲν οὖν ἐχθρὸν οὐδὲ ἐπαινοῦντα δέχομαι, τὸν δὲ φίλον καὶ ἐγκαλοῦντα προσίεμαι. Ἐκεῖνος, κἂν φιλῇ με, ἀηδής ἐστιν· οὗτος, κἂν τραυματίζῃ με, ποθεινός ἐστιν· ἐκείνου τὸ φίλημα ὑποψίας γέμει, τούτου τὸ τραῦμα κηδεμονίαν ἔχει. Διὰ τοῦτό φησί τις· Ἀξιοπιστότερα τραύματα φίλου, ἢ ἑκούσια φιλήματα ἐχθροῦ. Τί λέγεις; Τραύματα φιλημάτων βελτίονα, φησίν· οὐ γὰρ τῇ φύσει τῶν γινομένων, ἀλλὰ τῇ διαθέσει τῶν ποιούντων προσέχω. Βούλει μαθεῖν, πῶς ἀξιοπιστότερα τραύματα φίλου, ἢ ἑκούσια φιλήματα ἐχθροῦ; Ἐφίλησε τὸν Κύριον ὁ Ἰούδας, ἀλλὰ προδοσίας αὐτοῦ τὸ φίλημα ἔγεμεν, ἰὸν αὐτοῦ τὸ στόμα εἶχε, πονηρίας ἡ γλῶσσα ἐπέπληστο. Τὸν παρὰ Κορινθίοις πεπορνευκότα ἐτραυμάτισεν ὁ Παῦλος, ἀλλ' ἔσωσε. Καὶ πῶς ἐτραυμάτισε; φησί. Τῷ Σατανᾷ παραδούς. Παράδοτε γὰρ, φησὶ, τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός. Διὰ τί; Ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου Ἰησοῦ. Εἶδες τραύματα σωτηρίαν ἔχοντα; εἶδες φίλημα προδοσίας γέμον; Οὕτως Ἀξιοπιστότερα τραύματα φίλου, ἢ ἑκούσια φιλήματα ἐχθροῦ. Τοῦτο μὴ ἐπ' ἀνθρώπων μόνον, ἀλλὰ καὶ ἐπὶ τοῦ Θεοῦ, καὶ ἐπὶ τοῦ διαβόλου ἐξετάσωμεν. Ὁ μὲν φίλος, ὁ δὲ ἐχθρός· ὁ μὲν σωτὴρ καὶ κηδεμὼν, ὁ δὲ ἀπατεὼν καὶ πολέμιος. Ἀλλ' ὁ μὲν ἐφίλησέ ποτε, ὁ δὲ ἐτραυμάτισε. Πῶς ὁ μὲν ἐφίλησεν, ὁ δὲ ἐτραυμάτισεν; Ὁ μὲν εἶπεν, Ἔσεσθε ὡς θεοί· ὁ δὲ εἶπε, Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ. Τίς οὖν ὠφέλησε μᾶλλον, ἐκεῖνος ὁ εἰπὼν, ὅτι Ἔσεσθε ὡς θεοὶ, ἢ οὗτος ὁ εἰπὼν, ὅτι Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ; Οὗτος θάνατον ἠπείλησεν, ἐκεῖνος ἀθανασίαν ἐπηγγείλατο· ἀλλ' ὁ μὲν ἀθανασίαν ἐπαγγειλάμενος, καὶ τοῦ παραδείσου ἐξέβαλεν· ὁ δὲ θάνατον ἀπειλήσας, εἰς τὸν οὐρανὸν ἀνήγαγεν. Εἶδες πῶς Ἀξιοπιστότερα τραύματα φίλου, ἢ ἑκούσια φιλήματα ἐχθροῦ; Διὰ τοῦτο καὶ πρὶν ἀποδεῖξαι, χάριν ἔχω τοῖς ἐγκαλοῦσιν. Οἱ μὲν γὰρ, κἂν δικαίως, κἂν ἀδίκως ἐγκαλῶσιν, οὐκ ὀνειδίσαι βουλόμενοι, ἀλλὰ διορθῶσαι, τοῦτο ποιοῦσιν· οἱ δὲ ἐχθροὶ, κἂν δικαίως ἐγκαλῶσιν, οὐχὶ διορθῶσαι, ἀλλ' ἐκπομπεῦσαι σπουδάζοντες ἐλέγχουσιν. Οὗτοι τοίνυν ἐπαινοῦντες, σπουδαιότερον ζητοῦσι ποιῆσαι, ἐκεῖνοι δὲ, κἂν ἐπαινῶσιν, ὑποσκελίσαι σπεύδουσι. Πλὴν ὅπως ἂν ὁ ἔλεγχος κινῆται, μέγα ἀγαθὸν τὸ δύνασθαι φέρειν ἐλέγχους καὶ ἐγκλήματα, καὶ μὴ ἐκθηριοῦσθαι. Ὁ γὰρ μισῶν ἐλέγχους, ἄφρων ἐστὶ, φησίν. Οὐκ εἶπε, τοιούσδε ἢ τοιούσδε ἐλέγχους, ἀλλ' ἁπλῶς, ἐλέγχους. Εἰ μὲν γὰρ δικαίως ἐνεκάλεσεν ὁ φίλος, διόρθωσαι τὸ ἁμάρτημα· εἰ δὲ ἀλόγως ἐμέμψατο, τέως ἐπαίνεσον αὐτὸν τῆς γνώμης, ἀπόδεξαι τὸν σκοπὸν, χάριν ὁμολόγησον τῆς φιλίας· ἀπὸ γὰρ τοῦ σφόδρα φιλεῖν τὸ ἐγκαλεῖν γίνεται. Μὴ δυσχεραίνωμεν ἐλεγχόμενοι. Καὶ γὰρ μεγάλα ὀνίνησι τοῦτο τὴν ζωὴν τὴν ἡμετέραν, εἰ γίνοιτο παρὰ πάντων, εἰ καὶ ἐλέγχοιμεν τοὺς ἁμαρτάνοντας, καὶ ἁμαρτάνοντες φέροιμεν τοὺς ἐλέγχους εὐκόλως· ὅπερ γὰρ ἐπὶ τῶν τραυμάτων ἐστὶ τὰ φάρμακα, τοῦτο ἐπὶ τῶν ἁμαρτημάτων οἱ ἔλεγχοι· ὥσπερ οὖν ὁ τὰ φάρμακα διακρουόμενος, ἀνόητος, οὕτω καὶ ὁ τοὺς ἐλέγχους μὴ καταδεχόμενος, ἄφρων. Ἀλλ' ἐκθηριοῦνται πολλοὶ πολλάκις, πρὸς αὐτοὺς ἐννοοῦντες καὶ λέγοντες· Σοφὸς, φησὶν, ἐγὼ καὶ συνετὸς τοῦ δεῖνος ἀνέξομαι; οὐκ εἰδότες, ὅτι τοῦτο αὐτὸ ἐσχάτης ἀνοίας τεκμήριον. Εἶδον γὰρ, φησὶν, ἄνθρωπον δοκοῦντα σοφὸν εἶναι παρ' ἑαυτῷ, ἐλπίδα δὲ ἔχει μᾶλλον ὁ ἄφρων αὐτοῦ. Διὰ τοῦτο καὶ Παῦλος λέγει, Μὴ γίνεσθε φρόνιμοι παρ' ἑαυτοῖς. Κἂν γὰρ μυριάκις εἶ σοφὸς, καὶ τὰ δέοντα συνορῶν, ἀλλ' ἄνθρωπος εἶ, καὶ χρείαν ἔχεις συμβούλου. Ὁ Θεὸς γὰρ μόνος ἐστὶν ἀνενδεὴς, καὶ μόνος οὐ δεῖται συμβούλου. Δι' ὃ καὶ περὶ ἐκείνου μόνου λέγεται· Τίς γὰρ ἔγνω νοῦν Κυρίου, ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο; ἄνθρωποι δὲ, κἂν μυριάκις ὦμεν σοφοὶ, μυριάκις ἐλεγχόμεθα, καὶ τὸ τῆς φύσεως ἡμῶν ἀσθενὲς διαφαίνεται. Οὐ γὰρ δύναται πάντα εἶναι ἐν ἀνθρώποις, φησί. Διὰ τί; Ὅτι οὐκ ἀθάνατος υἱὸς ἀνθρώπου. Τί φωτεινότερον ἡλίου; Ἀλλ' ὅμως καὶ τοῦτο ἐκλείπει. Καθάπερ οὖν ἐκεῖνο τὸ φῶς τὸ λαμπρὸν, τὴν ἀπαστράπτουσαν ἀκτῖνα σκότος ἐπελθὸν ἀποκρύπτει· οὕτω πολλάκις καὶ τὴν σύνεσιν τὴν ἡμετέραν, καθάπερ ἐν σταθηρᾷ μεσημβρίᾳ λάμπουσαν καὶ διαφαινομένην, ἐπελθοῦσα ἄνοια ἀπέκρυψε πολλάκις· καὶ ὁ μὲν σοφὸς τὸ δέον οὐ συνεῖδεν, ὁ δὲ ἐλάττων ἐκείνου πολλῷ ὀξύτερον ἐκείνου τοῦτο ἐφώρασε. Καὶ τοῦτο γίνεται, ἵνα μήτε ὁ σοφὸς ἐπαίρηται, μήτε ὁ εὐτελὴς ἑαυτὸν ταλανίζῃ. Μέγα ἀγαθὸν ἐλέγχους δύνασθαι φέρειν, μέγα ἀγαθὸν δύνασθαι ἐλέγχειν· τοῦτο κηδεμονίας μεγίστης. Νυνὶ δὲ ἂν μὲν ἴδωμεν ἄνθρωπον τὸν χιτωνίσκον ἔχοντα παραλελυμένον ἐκ πλαγίων, ἢ τὴν ἄλλην στολὴν κακῶς περικειμένην, διορθοῦμεν καὶ ὑπομιμνήσκομεν· ἂν δὲ ἴδωμεν αὐτοῦ τὴν ζωὴν παραλελυμένην, οὐδὲ λόγον προϊέμεθα. Ἂν ἴδωμεν αὐτοῦ τὸν βίον ἀσχήμονα ὄντα, παρατρέχομεν· καίτοι τὰ μὲν τῶν ἱματίων, μέχρι γέλωτος, τὰ δὲ τῆς ψυχῆς, μέχρι κινδύνου καὶ τιμωρίας ἐστίν. Ὁρᾷς τὸν ἀδελφὸν, εἰπέ μοι, κατὰ κρημνοῦ φερόμενον, ἠμελημένον ἔχοντα βίον, οὐ συνορῶντα τὸ δέον, καὶ οὐκ ὀρέγεις χεῖρα, οὐκ ἀνιστᾷς ἐκ τοῦ πτώματος; οὐκ ἐγκαλεῖς, καὶ ἐλέγχεις; ἀλλὰ τὸ μὴ προσκροῦσαι αὐτῷ καὶ φανῆναι ἐπαχθὴς προτιμᾷς τῆς ἐκείνου σωτηρίας; Καὶ ποίαν ἕξεις συγγνώμην παρὰ τοῦ Θεοῦ; τίνα ἀπολογίαν; Οὐκ ἤκουσας τί τοῖς Ἰουδαίοις ἐκέλευσεν ὁ Θεός· τὰ ὑποζύγια τῶν ἐχθρῶν μὴ περιορᾷν πλανώμενα, μηδὲ παρατρέχειν πεπτωκότα; Εἶτα Ἰουδαῖοι μὲν τὰ ἄλογα κελεύονται μὴ περιορᾷν τῶν ἐχθρῶν, ἡμεῖς δὲ τὰς ψυχὰς τῶν ἀδελφῶν καθ' ἑκάστην ὑποσκελιζομένας ἡμέραν περιοψόμεθα; Καὶ πῶς οὐκ ἐσχάτης τοῦτο ὠμότητος καὶ θηριωδίας, μηδὲ τοσαύτην ἀπονέμειν ἀνθρώποις πρόνοιαν, ὅσην τοῖς ἀλόγοις ἐκεῖνοι; Τοῦτο πάντα ἀνέτρεψε, τοῦτο τὸν βίον ἡμῶν συνέχεεν, ὅτι οὔτε ἐλεγχόμενοι φέρομεν γενναίως, οὔτε ἑτέρους ἐλέγχειν βουλόμεθα· διὰ γὰρ τοῦτο καὶ ἐπαχθεῖς ἐσμεν ἐλέγχοντες, ἐπειδὴ ἐκθηριούμεθα ἐλεγχόμενοι. Εἰ γὰρ ᾔδει ὁ ἀδελφὸς, ὅτι ἐλέγξας σε ἐπῃνεῖτο παρὰ σοῦ, καὶ αὐτὸς ἐλεγχόμενος τὴν αὐτὴν ἀμοιβὴν ἀπέδωκεν ἄν.