# De mutatione nominum (homiliae 1-4) 2.1-3

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De mutatione nominum (homiliae 1-4), Πρὸς τοὺς ἐγκαλέσαντας ὑπὲρ τοῦ μήκους τῶν προοιμίων, καὶ ὅτι χρήσιμον τὸ φέρειν ἐλέγχους, καὶ τίνος ἕνεκεν οὐκ εὐθέως πιστεύσας μετωνομάσθη Παῦλος, καὶ ὅτι οὐκ ἐξ ἀνάγκης, ἀλλ' ἐκ προαιρέσεως γέγονεν αὐτῷ ἡ μεταβολὴ, καὶ εἰς τὸ ῥητόν· «Σαῦλε, Σαῦλε, τί με διώκεις;». Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/de-mutatione-nominum-homiliae-1-4/2.1-3

Βούλει μαθεῖν ὅτι κἂν σφόδρα συνετὸς ᾖς, κἂν σφόδρα ἀπηρτισμένος, κἂν πρὸς αὐτὴν τὴν ἄκραν κορυφὴν ἔλθῃς τῆς ἀρετῆς, χρείαν ἔχεις συμβούλου, καὶ διορθοῦντος καὶ ἐλέγχοντος; Ἄκουσον ἱστορίαν παλαιάν. Οὐδὲν Μωϋσέως ἦν ἴσον. Καὶ γὰρ πραότατος, φησὶν, ἦν πάντων ἀνθρώπων ἐκεῖνος, καὶ τῷ Θεῷ φίλος, καὶ τῆς ἔξωθεν φιλοσοφίας ἐνεπέπληστο, καὶ τῆς πνευματικῆς πλήρης ἦν συνέσεως. Ἐπαιδεύθη γὰρ, φησὶ, Μωϋσῆς πᾶσαν σοφίαν Αἰγυπτίων. Εἶδες ἀπηρτισμένην αὐτοῦ τὴν παίδευσιν; Καὶ ἦν δυνατὸς ἐν λόγῳ, καὶ ἄλλῃ ἀρετῇ. Ἀλλ' ἄκουσον καὶ ἑτέραν μαρτυρίαν. Πολλοῖς, φησὶ, προφήταις ὡμίλησεν ὁ Θεὸς, ἀλλ' οὐδενὶ οὕτως ὡμίλησεν· ἀλλὰ τοῖς μὲν ἄλλοις ἐν αἰνίγμασι καὶ δι' ὀνειράτων, τῷ δὲ Μωϋσῇ πρόσωπον πρὸς πρόσωπον. Τί μεῖζον τούτου ζητεῖς τεκμήριον τῆς ἀρετῆς ἐκείνου, ὅταν ὁ πάντων Δεσπότης τῷ δούλῳ ὡς φίλῳ διαλέγηται; Ἦν τοίνυν σοφὸς καὶ τὴν ἔξω καὶ τὴν ἔσω παιδείαν· ἦν δυνατὸς ἐν λόγῳ καὶ ἔργῳ· ἐπέτασσεν αὐτῇ τῇ κτίσει, ἐπειδὴ φίλος ἦν τοῦ Δεσπότου τῆς κτίσεως· ἐξήγαγε λαὸν τοσοῦτον ἐξ Αἰγύπτου· τὴν θάλασσαν ἔσχισε, καὶ πάλιν συνήγαγε· καὶ ἦν ἰδεῖν θαῦμα παράδοξον. Τότε γὰρ πρῶτον ἐπεῖδεν ἥλιος θάλασσαν οὐ πλεομένην, ἀλλὰ πεζευομένην, πέλαγος οὐχὶ κώπαις καὶ πλοίοις, ἀλλὰ ποσὶν ἵππων περώμενον. Ἀλλ' ὅμως ὁ σοφὸς, ὁ δυνατὸς ἐν λόγῳ καὶ ἔργῳ, ὁ φίλος τοῦ Θεοῦ, ὁ τῇ κτίσει ἐπιτάξας, ὁ τοσαῦτα θαυματουργήσας, οὐ συνεῖδε πρᾶγμα πολλοῖς τῶν ἀνθρώπων εὐσύνοπτον· ἀλλ' ὁ μὲν κηδεστὴς αὐτοῦ, βάρβαρος ἄνθρωπος καὶ εὐτελὴς, συνεῖδεν αὐτὸ, καὶ εἰς μέσον ἤγαγεν· ἐκεῖνος δὲ αὐτὸ οὐχ εὗρε. Τί οὖν ἐστι τοῦτο; Ἀκούσατε, ἵνα μάθητε, ὅτι ἕκαστος συμβούλου δεῖται, κἂν κατὰ Μωϋσέα γένηται, καὶ ὅτι τὰ τοὺς μεγάλους λανθάνοντα καὶ θαυμαστοὺς τοὺς ἀνθρώπους, τοὺς μικροὺς καὶ εὐτελεῖς πολλάκις οὐκ ἔλαθεν. Ἐπειδὴ γὰρ ἐξῆλθεν ὁ Μωϋσῆς ἐξ Αἰγύπτου, καὶ ἦν ἐν τῇ ἐρήμῳ, εἱστήκει πλησίον αὐτοῦ ὁ λαὸς ἅπας, ἑξακόσιαι χιλιάδες, καὶ πᾶσι διέλυσε τὰ ἐγκλήματα τοῖς πρὸς ἀλλήλους ἀμφισβητοῦσιν. Ἰδὼν τοίνυν αὐτὸν ὁ κηδεστὴς τοῦτο ποιοῦντα ὁ Ἰοθὼρ, ἄνθρωπος καὶ ἀνόητος καὶ ἐν ἐρήμῳ βεβιωκὼς, καὶ οὔτε νόμων οὔτε πολιτείας τινὶ κοινωνήσας ποτὲ, ἀλλ' ἐν ἀσεβείᾳ ζῶν, οὗ τί γένοιτ' ἂν μεῖζον ἀνοίας τεκμήριον; Οὐδὲν γὰρ Ἑλλήνων ἀνοητότερον. Ἀλλ' ὅμως ἐκεῖνος ὁ βάρβαρος, ὁ ἀσεβὴς, ὁ ἀνόητος, ἰδὼν οὐ δεόντως αὐτὸν ποιοῦντα, διώρθωσε τὸν Μωϋσέα, τὸν σοφὸν καὶ συνετὸν καὶ τοῦ Θεοῦ φίλον. Καὶ εἰπὼν πρὸς αὐτὸν, Τί οὗτοι ἑστήκασιν ἐνώπιόν σου; καὶ μαθὼν τὴν αἰτίαν λέγει· Οὐκ ὀρθῶς σὺ τοῦτο ἐποίησας, φησί. Μετ' ἐπιτιμήσεως ἡ συμβουλή· καὶ οὔτε οὕτως ἠγρίανεν ἐκεῖνος, ἀλλ' ἠνείχετο ὁ σοφὸς, ὁ συνετὸς καὶ τοῦ Θεοῦ φίλος, τοσαύταις ἐφεστηκὼς μυριάσιν. Οὐδὲ γὰρ τοῦτο μικρὸν, τὸ παρὰ τοῦ βαρβάρου καὶ ἰδιώτου παιδεύεσθαι. Καὶ οὔτε τὰ θαύματα, ἅπερ εἰργάσατο, οὔτε τὸ μέγεθος τῆς ἀρχῆς αὐτὸν ἐπῆρεν, οὔτε τὸ παρόντων τῶν ὑπηκόων διορθοῦσθαι, ἐρυθριάσαι ἐποίησεν· ἀλλ' ἐννοήσας ὅτι εἰ καὶ μεγάλα αὐτῷ εἴργασται σημεῖα, ἀλλ' ὅμως ἀνθρωπίνης φύσεως μετέχει, ἣν πολλὰ λανθάνει πολλάκις, μετ' ἐπιεικείας ἐδέξατο τὴν συμβουλήν. Πολλοὶ δὲ πολλάκις ὑπὲρ τοῦ μὴ φανῆναι δεόμενοι συμβουλῆς τῆς παρ' ἑτέρων, εἵλοντο προδοῦναι τὴν ὠφέλειαν τὴν ἀπὸ τῆς γνώμης, ἢ δεξάμενοι τὴν παραίνεσιν διορθῶσαι τὸ ἁμάρτημα· μᾶλλον ἀγνοεῖν ἢ μαθεῖν κατεδέξαντο, οὐκ εἰδότες ὅτι οὐ τὸ μαθεῖν ἔγκλημα, ἀλλὰ τὸ ἀγνοεῖν κατηγορία· οὐ τὸ διδάσκεσθαι, ἀλλὰ τὸ ἐν ἀμαθείᾳ εἶναι· οὐ τὸ ἐλέγχεσθαι, ἀλλὰ τὸ ἁμαρτάνειν ἀδιόρθωτα. Ἔστι γὰρ, ἔστι καὶ παρὰ ἀνθρώπῳ μικρῷ καὶ εὐτελεῖ εὑρεθῆναί τι τῶν δεόντων, ὃ παρὰ τῷ σοφῷ καὶ μεγάλῳ πολλάκις οὐχ εὕρηται. Ὅπερ οὖν συνιδὼν ὁ Μωϋσῆς ἤκουε μετὰ πάσης ἐπιεικείας ἐκείνου συμβουλεύοντος, καὶ λέγοντος· Ποίησόν σοι χιλιάρχους, ἑκατοντάρχους, πεντηκοντάρχους, δεκάρχους· καὶ τὸ ῥῆμα τὸ βαρὺ ἀνοίσουσιν ἐπὶ σὲ, τὸ δὲ κοῦφον αὐτοὶ διαλύσονται. Καὶ ἀκούσας οὐκ ᾐσχύνθη, οὐκ ἠρυθρίασεν, οὐκ ᾐδέσθη τοὺς ὑπηκόους, οὐκ εἶπε πρὸς ἑαυτὸν, ὅτι Καταγνώσονταί μου οἱ ἀρχόμενοι, εἰ ἄρχων ὢν παρ' ἑτέρου μανθάνω τὰ δέοντα· ἀλλὰ καὶ ἐπείσθη καὶ ἐποίησε τὸ πρόσταγμα, καὶ οὐ μόνον ἐκείνους οὐκ ᾐσχύνθη τοὺς τότε, ἀλλ' οὐδὲ ἡμᾶς τοὺς μετὰ ταῦτα ἐσομένους· ἀλλ' ὥσπερ ἐγκαλλωπιζόμενος τῇ διορθώσει τῇ παρὰ τοῦ κηδεστοῦ γενομένῃ, οὐ τοὺς τότε μόνον ἀνθρώπους, ἀλλὰ καὶ τοὺς ἐξ ἐκείνου μέχρι σήμερον γενομένους, καὶ τοὺς αὖθις ἐσομένους μέχρι τῆς τοῦ Χριστοῦ παρουσίας κατὰ τὴν οἰκουμένην ἅπασαν διὰ τῶν γραμμάτων ἐδίδαξε, καὶ ὅτι αὐτὸς τὸ δέον συνιδεῖν οὐκ ἠδυνήθη, καὶ ὅτι τὴν διόρθωσιν ἐδέξατο παρὰ τοῦ κηδεστοῦ. Ἡμεῖς δὲ, ἐὰν ἄνθρωπον ἴδωμεν παρόντα ἐλεγχομένων ἡμῶν καὶ διορθουμένων, ἰλιγγιῶμεν, ἐξιστάμεθα, νομίζομεν τῆς ζωῆς ἐκπεπτωκέναι πάσης. Ἀλλ' οὐκ ἐκεῖνος· ἀλλ' ὁρῶν τοσαύτας χιλιάδας παρούσας οὐκ ἠρυθρίασε, μᾶλλον δὲ τοσαύτας μυριάδας τότε, τὰς ἐξ ἐκείνου μέχρι νῦν κατὰ τὴν γῆν ἅπασαν, ἀλλὰ κηρύττει πᾶσι καθ' ἑκάστην ἡμέραν διὰ τῶν γραμμάτων, ὅτι ὅπερ αὐτὸς οὐ συνεῖδε, τοῦτο ὁ κηδεστὴς συνεῖδε. Τίνος οὖν ἕνεκεν τοῦτο ἐποίησε, καὶ μνήμῃ παρέδωκε τὸ γεγενημένον; Ἵνα ἡμᾶς πείσῃ μηδέποτε ἐφ' ἑαυτοῖς μέγα φρονεῖν, κἂν ἁπάντων ὦμεν σοφώτεροι, μηδὲ ἀτιμάζειν τὰς παρ' ἑτέρων συμβουλίας, κἂν ἁπάντων ὦσιν εὐτελέστεροι. Ἂν μὲν γάρ τι τῶν δεόντων συμβουλεύσῃ τις, κἂν οἰκέτης ᾖ, δέξαι τὴν παραίνεσιν· ἂν δέ τι τῶν ὀλεθρίων, κἂν ἐν ἀξιώματι τυγχάνῃ μεγίστῳ, παράπεμψαι τὴν γνώμην· οὐ γὰρ τῇ ποιότητι τῶν προσώπων τῶν συμβουλευόντων, ἀλλ' αὐτῇ τῆς συμβουλῆς τῇ φύσει προσέχειν δεῖ πανταχοῦ. Ὅπερ οὖν καὶ Μωϋσῆς ἐποίησε, παιδεύων ἡμᾶς μὴ ἐρυθριᾷν ἐλεγχομένους, κἂν ὁλόκληρος ἡμῖν δῆμος παρῇ. Ἐγκώμιον γὰρ τοῦτο μέγιστον, καὶ ἔπαινος οὐχ ὁ τυχὼν, καὶ φιλοσοφίας ἔπαινος τῆς ἀνωτάτω, τὸ φέρειν ἔλεγχον γενναίως. Οὐχ οὕτω γὰρ τὸν Ἰοθὼρ ἐπαινοῦμεν καὶ θαυμάζομεν νῦν, ὅτι τὸν Μωϋσέα διώρθωσεν, ὡς ἐκπληττόμεθα τὸν ἅγιον ἐκεῖνον, ὅτι οὔτε ᾐσχύνθη διορθούμενος τοσούτων παρόντων, καὶ μνήμῃ τὸ γεγενημένον παρέδωκε, διὰ πάντων τὴν αὐτοῦ φιλοσοφίαν δείξας, καὶ ὅτι μετὰ πολλῆς τῆς ὑπερβολῆς τὴν παρὰ τῶν πολλῶν κατεπάτησε δόξαν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De mutatione nominum (homiliae 1-4). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg065.local001/.
