# De mutatione nominum (homiliae 1-4) 4.1-2

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De mutatione nominum (homiliae 1-4), Πρὸς τοὺς ἐγκαλοῦντας ὑπὲρ τοῦ μήκους τῶν εἰρημένων, καὶ πρὸς τοὺς δυσχεραίνοντας ὑπὲρ τῆς βραχυλογίας, καὶ περὶ τῆς τοῦ Σαύλου προσηγορίας καὶ Παύλου, καὶ τίνος ἕνεκεν Ἀδὰμ ὁ πρῶτος ἄνθρωπος ἐκλήθη, ὅτι χρησίμως καὶ συμφερόντως, καὶ εἰς τοὺς νεοφωτίστους.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/de-mutatione-nominum-homiliae-1-4/4.1-2

Ἀλλὰ τί τὸ χρήσιμον; Ἄνθρωποι μὲν γὰρ καλοῦσιν εἰς ὄνομα τῶν μητέρων διὰ τὴν τιμὴν τῶν τετοκυιῶν γυναικῶν· ὁ Θεὸς τίνος ἕνεκεν εἰς ὄνομα τῆς μητρὸς ἐκάλεσεν; τί μέγα ἢ μικρὸν οἰκονομῶν ἐντεῦθεν; Οὐδὲν γὰρ ἁπλῶς οὐδὲ εἰκῆ ποιεῖ, ἀλλὰ μετὰ λόγου καὶ σοφίας πολλῆς· τῆς γὰρ συνέσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμός. Ἐδὲμ ἡ γῆ, Ἀδὰμ ὁ γήϊνος, ὁ χοϊκὸς, ὁ γηγενής. Διὰ τί οὖν οὕτως αὐτὸν ἐκάλεσεν; Ἀναμιμνήσκων αὐτὸν διὰ τοῦ ὀνόματος τῆς εὐτελείας τῆς κατὰ φύσιν, καὶ καθάπερ ἐν στήλῃ χαλκῇ τῇ προσηγορίᾳ κατατιθέμενος τὴν ταπεινότητα τῆς οὐσίας, ἵνα τὸ ὄνομα διδασκαλίαν ἔχῃ μετριοφροσύνης, ἵνα μὴ μείζονα τῆς οἰκείας ἀξίας ἔννοιαν λάβῃ. Ἡμεῖς μὲν γὰρ ὅτι γῆ ἐσμεν, ἴσμεν σαφῶς, καὶ ἀπ' αὐτῆς τῆς πείρας τῶν πραγμάτων· ἐκεῖνος δὲ οὐδένα εἶδε πρὸ αὐτοῦ τετελευτηκότα, οὐδὲ διαλυθέντα εἰς κόνιν, ἀλλὰ πολὺ τὸ κάλλος ἦν αὐτῷ τοῦ σώματος, καὶ καθάπερ χρυσοῦ ἀνδριὰς ἀπὸ χωνευτηρίου ἄρτι προελθὼν, οὕτως ἀπέλαμπεν. Ἵνα μὴ οὖν τὸ ὑπερέχον τῆς ὄψεως εἰς ἀπόνοιαν αὐτὸν ἐπάρῃ, ἀντέστησεν αὐτῷ ὄνομα ἱκανὴν ταπεινοφροσύνης διδασκαλίαν ἔχον· ἔμελλε γὰρ αὐτῷ καὶ ὁ διάβολος προσελθὼν διαλέγεσθαι περὶ ἀπονοίας· ἔμελλεν ἐρεῖν αὐτῷ, ὅτι Ἔσεσθε ὡς θεοί. Ἵνα οὖν μεμνημένος τοῦ ὀνόματος τοῦ διδάσκοντος αὐτὸν, ὅτι γῆ ἐστι, μηδέποτε ἰσοθεΐαν φαντάζηται, διὰ τοῦτο προκαταλαμβάνει αὐτοῦ τὸ συνειδὸς τῷ ὀνόματι, ἱκανὴν αὐτῷ διὰ τῆς προσηγορίας προαποτιθέμενος ἀσφάλειαν τῆς μελλούσης ἐπάγεσθαι παρὰ τοῦ πονηροῦ δαίμονος ἐπιβουλῆς, καὶ τῆς πρὸς τὴν γῆν αὐτὸν ἀναμιμνήσκων συγγενείας, καὶ ἐμφαίνων τῆς φύσεως τὴν εὐγένειαν ἅπασαν, καὶ μονονουχὶ λέγων, ὅτι Ἐὰν εἴποι σοι, ὅτι Ἔσῃ ὡς Θεὸς, ἀναμνήσθητι τοῦ ὀνόματος, καὶ ἱκανὴν ἔλαβες παραίνεσιν, ὥστε μὴ δέξασθαι τὴν συμβουλήν. Ἀναμνήσθητι τῆς μητρὸς, ἀπὸ τῆς συγγενείας ἐπίγνωθι τὴν εὐτέλειαν, οὐχ ἵνα τὴν ταπεινότητα μάθῃς, ἀλλ' ἵνα μηδέποτε εἰς ἀπόνοιαν ἐπαρθῇς. Διὰ τοῦτο καὶ Παῦλος ἔλεγεν, Ὁ πρῶτος ἄνθρωπος Ἀδὰμ ἐκ γῆς χοϊκός. Τὸ γὰρ Ἀδὰμ ἑρμηνεύων ἡμῖν τί ποτέ ἐστιν, ἔλεγε τὸ, Ἐκ γῆς χοϊκός· ὁ δεύτερος ἄνθρωπος ὁ Κύριος ἐξ οὐρανοῦ. Ἀλλ' ἐπιπηδῶσιν ἡμῖν οἱ αἱρετικοὶ λέγοντες· Ἰδοὺ οὐκ ἀνέλαβε σάρκα ὁ Χριστός· Ὁ δεύτερος γὰρ, φησὶν, ἄνθρωπος ὁ Κύριος ἐξ οὐρανοῦ. Ἀκούεις ὅτι δεύτερος ἄνθρωπος, καὶ λέγεις, ὅτι Οὐκ ἀνέλαβε σάρκα; Καὶ τί ταύτης ἀναισχυντίας γένοιτ' ἂν ἴσον; τίς γάρ ἐστιν ἄνθρωπος σάρκα οὐκ ἔχων; Διὰ γὰρ τοῦτο καὶ ἄνθρωπον καὶ δεύτερον αὐτὸν ἐκάλεσεν ἄνθρωπον, ἵνα ἴδῃς αὐτοῦ τὴν συγγένειαν, καὶ ἀπὸ τοῦ ἀριθμοῦ καὶ ἀπὸ τῆς φύσεως. Τίς οὖν ἐστι, φησὶν, ὁ δεύτερος ἄνθρωπος; Ὁ Κύριος ἐξ οὐρανοῦ. Ἀλλ' ὁ τόπος με σκανδαλίζει, φησὶ, καὶ τὸ λέγεσθαι Ἐξ οὐρανοῦ. Ὅταν ἀκούσῃς, ὅτι πρῶτος ἄνθρωπος Ἀδὰμ ἐκ γῆς χοϊκὸς, ἆρα γήϊνον αὐτὸν νομίζεις εἶναι; ἆρα χοϊκὸν ὑποπτεύεις μόνον εἶναι, μὴ ἔχειν δὲ δύναμιν ἀσώματον, τὴν ψυχὴν λέγω καὶ τὴν ἐκείνης φύσιν; Καὶ τίς ἂν τοῦτο εἴποι; Ὥσπερ οὖν περὶ τοῦ Ἀδὰμ ἀκούων, ὅτι χοϊκὸς ἦν, οὐκ ἔρημον τῆς ψυχῆς τὸ σῶμα ὑποπτεύεις, οὕτως ἀκούων, Ὁ Κύριος ἐξ οὐρανοῦ, μὴ ἀθέτει τὴν οἰκονομίαν διὰ τὸ προσκεῖσθαι, Ἐξ οὐρανοῦ. Τέως μὲν οὖν τὸ πρῶτον ὄνομα ἱκανὴν ἔλαβεν ἀπολογίαν· Ἀδὰμ γὰρ ἐκλήθη ἀπὸ τοῦ ὀνόματος τῆς μητρὸς, ἵνα μὴ μεῖζον φρονῇ τῆς οἰκείας δυνάμεως· ἵνα ἀχείρωτος γένηται πρὸς τὴν ἀπάτην τοῦ διαβόλου· καὶ γὰρ ἔλεγεν· Ἔσεσθε ὡς θεοί. Δεῦρο δὴ λοιπὸν, καὶ ἐφ' ἕτερον τὸν πρὸ αὐτῶν τῶν τόκων ὀνομασθέντα παρὰ τοῦ Θεοῦ μεταβάντες καταπαύσωμεν τὸν λόγον. Τίς οὖν μετὰ τὸν Ἀδὰμ ὑπὸ τοῦ Θεοῦ προσηγορίαν ἔλαβε πρὶν ἢ γενέσθαι; Ὁ Ἰσαάκ· Ἰδοὺ γὰρ, φησὶν, ἡ γυνή σου Σάῤῥα λήψεται ἐν γαστρὶ, καὶ τέξεται υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰσαάκ. Ἐπειδὴ δὲ ἔτεκεν αὐτὸν, ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰσαὰκ λέγουσα· Γέλωτά μοι ἐποίησεν ὁ Θεός. Διὰ τί; Τίς γὰρ, φησὶν, ἀναγγελεῖ τῷ Ἀβραὰμ, ὅτι Σάῤῥα θηλάζει υἱόν; Προσέχετέ μοι ἀκριβῶς ἐνταῦθα, ἵνα ἴδητε τὸ θαῦμα. Οὐκ εἶπεν, ὅτι ἔτεκε παιδίον, ἀλλ' ὅτι θηλάζει παιδίον. Ἵνα γὰρ μή τις ὑποβολιμαῖον εἶναι νομίσῃ τὸ παιδίον, αἱ τοῦ γάλακτος πηγαὶ τὸν τοκετὸν ἐνεγυήσαντο, ὥστε ἀναμιμνησκόμενος τοῦ ὀνόματος καὶ αὐτὸς ἱκανὴν εἶχε διδασκαλίαν τῆς παραδόξου γεννήσεως. Διὰ τοῦτό φησι, Γέλωτά μοι ἐποίησεν ὁ Θεὸς, ὅτι ἦν ἰδεῖν γυναῖκα γεγηρακυῖαν ἐν βαθυτάτῃ πολιᾷ τιθηνουμένην, ὑπομάζιον ἔχουσαν παιδίον. Ἀλλ' ὁ γέλως τῆς τοῦ Θεοῦ χάριτος ὑπόμνησις ἦν, καὶ ἡ γαλακτοτροφία τὴν θαυματοποιίαν ἐπιστοῦτο· οὐδὲ γὰρ φύσεως ἔργον ἦν, ἀλλὰ τὸ πᾶν τῆς χάριτος κατόρθωμα ἐγίνετο. Διὰ τοῦτό φησι καὶ ὁ Παῦλος, Κατὰ Ἰσαὰκ ἐπαγγελίας τέκνα ἐσμέν. Ὥσπερ γὰρ ἐκεῖ ἡ χάρις εἰργάσατο· οὕτω καὶ ἐνταῦθα προῆλθεν ἐκεῖνος ἀπὸ μήτρας κατεψυγμένης. Ἀνέβης σὺ ἀπὸ ὑδάτων ψυχρῶν· ὅπερ οὖν ἐκείνῳ ἡ μήτρα, τοῦτό σοι ἡ κολυμβήθρα ἐγένετο τῶν ὑδάτων. Εἶδες τόκου συγγένειαν; εἶδες χάριτος συμφωνίαν; εἶδες πανταχοῦ τὴν φύσιν σχολάζουσαν, καὶ τὴν δύναμιν τοῦ Θεοῦ τὸ πᾶν ἐργαζομένην; Διὰ τοῦτο Κατὰ Ἰσαὰκ ἐπαγγελίας τέκνα ἐσμέν. Ἀλλ' ἕν ἐστιν ἔτι τὸ ζητούμενον· περὶ ἡμῶν εἶπεν, ὅτι Οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκός. Πῶς; Οὐδὲ Ἰσαὰκ ἐξ αἱμάτων· Ἐξέλιπε γὰρ Σάῤῥᾳ τοῦ γίνεσθαι τὰ γυναικεῖα αὐτῆς. Ἀπεσβέσθησαν αἱ τοῦ αἵματος πηγαὶ, ἀνῃρέθη τῆς γεννήσεως ἡ ὕλη, ἄχρηστον ἦν τῆς φύσεως τὸ ἐργαστήριον, καὶ ὁ Θεὸς τὴν δύναμιν ἐπεδείξατο τὴν ἑαυτοῦ. Ἰδοὺ καὶ τῆς τοῦ Ἰσαὰκ προσηγορίας ἀπηρτισμένην τὴν διδασκαλίαν ἔχομεν. Λείπεται μὲν γὰρ ἐπὶ τὸν Ἀβραὰμ, καὶ τοὺς υἱοὺς Ζεβεδαίου καὶ τὸν Πέτρον ἐλθεῖν· ἀλλ' ὥστε μὴ ἐνοχλῆσαι τῷ μήκει, εἰς ἑτέραν ταῦτα διάλεξιν ὑπερθέμενοι καταπαύσομεν τὸν λόγον, παρακαλέσαντες ὑμᾶς, τοὺς γεννηθέντας κατὰ τὸν Ἰσαὰκ, μιμεῖσθαι τοῦ Ἰσαὰκ τὴν πραότητα καὶ τὴν ἐπιείκειαν καὶ τὴν ἄλλην ἅπασαν φιλοσοφίαν, ἵνα εὐχαῖς ἐκείνου τοῦ δικαίου καὶ τῶν προέδρων τούτων ἁπάντων εἰς κόλπους Ἀβραὰμ ἅπαντες καταντῆσαι δυνηθῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ δόξα, τιμὴ, κράτος, ἅμα τῷ ἁγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De mutatione nominum (homiliae 1-4). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg065.local001/.
