# De mutatione nominum (homiliae 1-4) 4.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De mutatione nominum (homiliae 1-4), Ἀναγνωσθείσης περικοπῆς, «Σαῦλος δὲ ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου,» πάντων προσδοκώντων εἰς τὴν ἀρχὴν τοῦ θʹ τῶν Πράξεων τὴν ὁμιλίαν λεχθήσεσθαι, ὅτι ἀναστάσεως ἀπόδειξις ἡ Παύλου κλῆσις.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/de-mutatione-nominum-homiliae-1-4/4.1

Εἰ γὰρ ἐπιγραφὴν μόνην ὑμῖν ἀναγινώσκοντες καὶ ἐξηγούμενοι, τὸ ἥμισυ τῆς ἑορτῆς ἀνηλώσαμεν, εἰ καὶ πρὸς τὸ πέλαγος αὐτὸ τοῦ βιβλίου ἀπὸ τοῦ προοιμίου ἀρξάμενοι, τὸν λόγον ἀφεῖναι ἐπεχειρήσαμεν, πόσον ἂν ἀνηλώσαμεν χρόνον, ὥστε φθάσαι εἰς τὰ κατὰ τὸν Παῦλον διηγήματα; Μᾶλλον δὲ ἐξ αὐτοῦ τοῦ προοιμίου δῆλον ὑμῖν τοῦτο ποιῆσαι πειράσομαι. Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε. Πόσα νομίζετε ἐνταῦθα εἶναι ζητήματα; Πρῶτον, τίνος ἕνεκεν ἀναμιμνήσκει αὐτὸν τοῦ προτέρου βιβλίου. Δεύτερον, τίνος ἕνεκεν λόγον καλεῖ, καὶ οὐχὶ Εὐαγγέλιον· καίτοι γε Παῦλος Εὐαγγέλιον αὐτὸ καλεῖ, οὑτωσὶ λέγων, Οὗ ὁ ἔπαινος ἐν τῷ Εὐαγγελίῳ διὰ πασῶν τῶν Ἐκκλησιῶν, περὶ τοῦ Λουκᾶ λέγων. Τρίτον, τίνος ἕνεκέν φησι, Περὶ πάντων ὧν ἐποίησεν ὁ Ἰησοῦς. Εἰ γὰρ Ἰωάννης, ὁ ἀγαπητὸς τοῦ Χριστοῦ, ὁ τοσαύτης ἀπολαύσας παῤῥησίας, ὁ ἐπὶ τὸ στῆθος ἐκεῖνο τὸ ἅγιον κατακλιθῆναι καταξιωθεὶς, ὁ τὰς πηγὰς ἐκεῖθεν ἀρυσάμενος τοῦ Πνεύματος, οὗτος οὐκ ἐτόλμησε τοῦτο εἰπεῖν, ἀλλὰ τοσαύτῃ κέχρηται ἀσφαλείᾳ, ὡς εἰπεῖν, ὅτι Εἰ ἐγράφετο καθ' ἓν πάντα ὅσα ἐποίησεν ὁ Χριστὸς, οὐδ' ἂν αὐτὸν οἶμαι χωρῆσαι τὸν κόσμον τὰ γραφόμενα βιβλία· πῶς οὗτος ἐτόλμησεν εἰπεῖν, ὅτι Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἐποίησεν ὁ Ἰησοῦς; ἆρα μικρὸν ἡμῖν τὸ ζήτημα τοῦτο εἶναι δοκεῖ; Κἀκεῖ μὲν, Κράτιστε Θεόφιλε, μετ' ἐγκωμίου τὸ ὄνομα· οὐδὲ γὰρ ἁπλῶς τοῦτο τοῖς ἁγίοις εἴρηται. Καὶ τάχα καὶ τοῦτο ἀπὸ μέρους ἐδείξαμεν, ὅτι οὐδὲ ἰῶτα ἓν, οὐδὲ μίαν κεραίαν ἁπλῶς ἔστιν ἰδεῖν ἐν ταῖς Γραφαῖς κειμένην. Εἰ τοίνυν ἐν τῷ προοιμίῳ τοσαῦτα ζητήματα, πόσον ἐμέλλομεν ἀναλίσκειν χρόνον τὰ ἑξῆς ἅπαντα ἐπιόντες; Διὰ ταῦτα ἠναγκάσθην τὸ ἐν μέσῳ παραδραμὼν, πρὸς Παῦλον ἐλθεῖν. Τίνος οὖν ἕνεκεν τὰ ζητήματα εἰπόντες, τὴν λύσιν αὐτῶν οὐκ ἐπηγάγομεν; Ἐθίζοντες ὑμᾶς μὴ διὰ παντὸς μεμασημένην δέχεσθαι τὴν τροφὴν, ἀλλὰ πολλαχοῦ καὶ αὐτοὺς ἐπάγειν τὴν λύσιν τοῖς νοήμασιν, ὅπερ ποιοῦσιν αἱ περιστεραί. Καὶ γὰρ ἐκεῖναι τοὺς νεοττοὺς, ἕως μὲν ἂν ἐν τῇ καλιᾷ μένουσι, τῷ οἰκείῳ τρέφουσι στόματι· ἐπειδὰν δὲ αὐτοὺς δυνηθῶσιν ἐξαγαγεῖν τῆς νοσσιᾶς, καὶ ἴδωσιν αὐτοῖς παγέντα τὰ πτερὰ, οὐκέτι τοῦτο λοιπὸν ποιοῦσιν, ἀλλὰ φέρουσι μὲν τὸν κόκκον ἐπὶ τοῦ στόματος καὶ δεικνύουσιν· ἐπειδὰν δὲ οἱ νεοττοὶ προσδοκήσαντες πλησίον ἔλθωσιν, αἱ μητέρες ἀφεῖσαι τὴν τροφὴν ἐπὶ τοῦ ἐδάφους, δι' ἑαυτῶν κελεύουσιν ἀναλέγεσθαι· οὕτω καὶ ἡμεῖς ἐποιήσαμεν, λαβόντες τὴν πνευματικὴν τροφὴν ἐπὶ τοῦ στόματος, ἐκαλέσαμεν ὑμᾶς, ὡς δηλώσοντες ὑμῖν συνήθως τὴν λύσιν· ἐπειδὴ δὲ προσήλθετε καὶ προσεδοκήσατε δέξασθαι, ἀφήκαμεν, ὥστε ὑμᾶς δι' ὑμῶν αὐτῶν ἀναδέξασθαι τὰ νοήματα. Διὰ τοῦτο τὸ προοίμιον ἀφέντες, πρὸς Παῦλον ἐπειγόμεθα. Ἐροῦμεν δὲ οὐχ ὅσα τὴν Ἐκκλησίαν ὠφέλησε μόνον, ἀλλ' ὅσα καὶ ἔβλαψε· καὶ γὰρ ἀναγκαῖος ἡμῖν οὗτος ὁ λόγος. Ἐροῦμεν πῶς ἐμαχήσατο τῷ λόγῳ τοῦ κηρύγματος, πῶς ἐπολέμησε τῷ Χριστῷ, πῶς ἐδίωξε τοὺς ἀποστόλους, πῶς τὰ τῶν πολεμίων ἐφρόνει, πῶς πάντων πλείονα παρεῖχε τῇ Ἐκκλησίᾳ πράγματα. Ἀλλὰ μηδεὶς αἰσχυνέσθω περὶ Παύλου ταῦτα ἀκούων· οὐ γάρ ἐστιν αὐτοῦ κατηγορήματα, ἀλλ' ἐγκωμίων ὑπόθεσις. Οὐ γὰρ κατηγορία αὐτῷ πρότερον ὄντα φαῦλον, ὕστερον γενέσθαι χρηστὸν, ἀλλὰ τὸ πρότερον ὄντα σπουδαῖον, ὕστερον μεταβάλλεσθαι πρὸς πονηρίαν· ἀπὸ γὰρ τοῦ τέλους ἀεὶ τὰ πράγματα κρίνεται. Καὶ γὰρ τοὺς κυβερνήτας, κἂν μυρία ναυάγια ὑπομείνωσιν, ὅταν μέλλωσιν εἰς τὸν λιμένα καταίρειν, ἂν φορτίων πεπληρωμένην ὁλκάδα καταγάγωσιν, οὐ φαμὲν πεπρᾶχθαι κακῶς, τοῦ τέλους τὰ παρελθόντα ἀποκρύψαντος· καὶ τοὺς ἀθλητὰς πάλιν, κἂν μυρία πρότερον ἡττηθῶσι, τὴν δὲ περὶ τοῦ στεφάνου πάλην κρατήσωσιν, οὐκ ἀποστεροῦμεν τῶν ἐγκωμίων τῶν ἐπὶ τῇ νίκῃ διὰ τὰ πρότερα. Οὕτω καὶ ἐπὶ Παύλου ποιήσωμεν. Καὶ γὰρ καὶ οὗτος καὶ μυρία ναυάγια ὑπέμεινεν, ἀλλ' ὅτε εἰς τὸν λιμένα καταίρειν ἔμελλε, πεπληρωμένην ἐπήγαγε τῶν φορτίων τὴν ὁλκάδα. Καὶ ὥσπερ ὁ Ἰούδας οὐδὲν ὠφέλησε πρὸ τούτου μαθητὴς ὢν, εἶτα προδότης γενόμενος· οὕτω καὶ οὗτος οὐδὲν παρεβλάβη πρὸ τούτου διώκτης ὢν, μετὰ δὲ ταῦτα γενόμενος εὐαγγελιστής. Ἐγκώμια Παύλου ταῦτά ἐστιν, οὐκ ἐπειδὴ κατέσκαψε τὴν Ἐκκλησίαν, ἀλλ' αὐτὸς αὐτὴν πάλιν ᾠκοδόμησεν· οὐκ ἐπειδὴ ἐπόρθησε τὸν λόγον, ἀλλ' ἐπειδὴ πορθήσας τὸν λόγον, αὐτὸς αὐτὸν πάλιν ηὔξησεν· οὐκ ἐπειδὴ ἐπολέμησε τοὺς ἀποστόλους, οὐκ ἐπειδὴ διεσπάραξε τὴν ἀγέλην, ἀλλ' ἐπειδὴ διασπαράξας, ὕστερον αὐτὸς αὐτὴν συνεκρότησε.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De mutatione nominum (homiliae 1-4). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg065.local001/.
