Ancient Greek · ~24 min
ΕΠΙΤΙΜΗΣΙΣ Κατὰ τῶν ἀπολειφθέντων, παραίνεσις πρὸς τοὺς παρόντας, εἰς τὸ κήδεσθαι τῶν ἀδελφῶν, καὶ εἰς τὸ προοίμιον τῆς πρὸς Κορινθίους ἐπιστολῆς, «Παῦλος κλητὸς,» καὶ περὶ ταπεινοφροσύνης.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De mutatione nominum (homiliae 1-4) 6.1-3
Not analysed yet
Ἀλλ' ὅτι μὲν σοφίας μετεῖχον οἱ Κορίνθιοι, δῆλον ἐκ τούτων· ὅτι δὲ μέγα ἐφρόνουν καὶ ἐφυσῶντο, πάλιν ἐξ αὐτῆς τῆς Ἐπιστολῆς ἐστι φανερόν. Κατηγορήσας γάρ που τοῦ πεπορνευκότος, ἐπήγαγε λέγων· Καὶ ὑμεῖς δὲ πεφυσιωμένοι ἐστέ. Ὅτι δὲ ἐκ τῆς ἀπονοίας πρὸς ἀλλήλους ἤριζον, καὶ αὐτὸ τοῦτο ἐδήλωσε πάλιν εἰπών· Ὅπου γὰρ ἐν ὑμῖν ἔρις καὶ ζῆλος καὶ διχοστασίαι, οὐχὶ σαρκικοί ἐστε, καὶ κατὰ ἄνθρωπον περιπατεῖτε; Καὶ τίς ὁ τῆς ἔριδος τρόπος; Εἰς πολλοὺς ἄρχοντας κατέτεμον ἑαυτοὺς, καὶ διὰ τοῦτό φησι· Λέγω δὲ τοῦτο, ὅτι ἕκαστος ὑμῶν φησιν· Ἐγὼ μέν εἰμι Παύλου, ἐγὼ δὲ Ἀπολλῶ, ἐγὼ δὲ Κηφᾶ. Ταῦτα ἔλεγεν, οὐκ ἐπειδὴ Παύλῳ καὶ Κηφᾷ καὶ Ἀπολλῷ προσένεμον ἑαυτοὺς, ἀλλὰ τοῖς ὀνόμασι τούτοις ἀποκρύψαι βούλεται τοὺς τῆς στάσεως αἰτίους γεγενημένους, ὥστε μὴ φανεροὺς καταστήσας, φιλονεικοτέρους ποιῆσαι, καὶ εἰς μείζονα ἀναισχυντίαν ἀγαγεῖν. Ὅτι γὰρ οὐ Παύλῳ καὶ Πέτρῳ καὶ Ἀπολλῷ προσένεμον ἑαυτοὺς, ἀλλ' ἑτέροις τισὶ, καὶ τοῦτο ἐκ τῶν ἑξῆς δῆλον. Ἐγκαλέσας γὰρ αὐτοῖς ἐπὶ τῇ διαστάσει ταύτῃ, πάλιν ἐπήγαγε λέγων· Ταῦτα δὲ, ἀδελφοὶ, μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλὼ δι' ὑμᾶς, ἵνα ἐν ὑμῖν μάθητε τὸ μὴ ὑπὲρ ὃ γέγραπται φρονεῖν, ἵνα μὴ εἷς ὑπὲρ τοῦ ἑνὸς μὴ φυσιοῦσθε κατὰ τοῦ ἑτέρου. Πολλοὶ γὰρ τῶν ἰδιωτῶν οὐκ ἔχοντες οἴκοθεν ἐπαίρεσιν, οὐδὲ τοὺς πλησίον δάκνειν, προστησάμενοί τινας ἑαυτῶν ἄρχοντας, τοῖς ἐκείνων πλεονεκτήμασιν εἰς τὴν καθ' ἑτέρων ὑπερηφανίαν ἐκέχρηντο· καὶ ἡ τῶν διδασκόντων αὐτοὺς σοφία τῆς ἑτέρων αὐτοῖς ἀπονοίας ἐγένετο πρόφασις· ὅπερ ἐσχάτης δοξομανίας ἦν, οἴκοθεν οὐκ ἔχοντας ἐναβρύνεσθαι, ταῖς ἑτέρων ὑπεροχαῖς ἀποχρῆσθαι εἰς τὴν κατὰ τῶν ἀδελφῶν ὑπεροψίαν, Ἐπεὶ οὖν καὶ εἰς ἀπόνοιαν ἤρθησαν καὶ διεστασίαζον, καὶ εἰς πολλὰ κατέτεμνον μέρη ἑαυτοὺς, καὶ μέγα ἐφρόνουν ἐπὶ τῇ διδασκαλίᾳ, ὡς οἴκοθέν τε καὶ παρ' ἑαυτῶν εὑρόντες, ἀλλ' οὐχ ὡς ἄνωθεν δεξάμενοι καὶ ἐκ τῆς τοῦ Θεοῦ χάριτος τὰ τῆς ἀληθείας δόγματα, βουλόμενος αὐτῶν καταστεῖλαι τὸ φύσημα, εὐθέως ἀπὸ τῶν προοιμίων κλητὸν αὑτὸν ἐκάλεσε, μονονουχὶ λέγων· Εἰ ἐγὼ ὁ διδάσκαλος οὐδὲν οἴκοθεν εὗρον, οὔτε πρότερον αὐτὸς τῷ Θεῷ προσῆλθον, ἀλλὰ κληθεὶς τότε ὑπήκουσα, πῶς ὑμεῖς οἱ μαθηταὶ, καὶ παρ' ἐμοῦ τὰ δόγματα δεξάμενοι, δύνασθε μέγα φρονεῖν, ὡς αὐτοὶ τούτων εὑρέται γενόμενοι; Διὰ τοῦτο καὶ προϊὼν ἔλεγεν αὐτοῖς· Τίς γάρ σε διακρίνει, τί δὲ ἔχεις ὃ οὐκ ἔλαβες; εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών; Οὐδὲν οὖν ἄλλο ἐστὶ τὸ Κλητὸς τοῦτο, ἀλλ' ἢ ταπεινοφροσύνης διδασκαλία, καὶ τύφου καθαίρεσις, καὶ πάσης ἀλαζονείας καταστολή· οὐδὲν γάρ ἐστιν, οὐδὲν οὕτως ὃ συγκρατεῖν καὶ συνέχειν ἡμᾶς δύναιτ' ἂν, ὡς ταπεινοφροσύνη, καὶ μετριάζειν, καὶ τὸ κατεστάλθαι καὶ μηδὲν μηδὲν μηδέποτε περὶ ἑαυτῶν μέγα φαντάζεσθαι. Ὅπερ καὶ ὁ Χριστὸς συνειδὼς, καὶ τῆς πνευματικῆς ἐκείνης διδασκαλίας ἀρχόμενος, ἀπὸ ταπεινοφροσύνης πρῶτον τῆς παραινέσεως ἤρξατο, καὶ τὸ στόμα ἀνοίξας, τοῦτον πρῶτον εἰσήνεγκε τὸν νόμον, οὕτως εἰπών· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι. Καθάπερ γάρ τις οἰκίαν μεγάλην καὶ λαμπρὰν οἰκοδομεῖσθαι μέλλων, ἀνάλογον καταβάλλεται τὸν θεμέλιον, ὥστε δυνηθῆναι τὸ μετὰ ταῦτα ἐπιτιθέμενον ἐνεγκεῖν βάρος· οὕτω δὴ καὶ ὁ Χριστὸς, τὴν μεγάλην ἐκείνην οἰκοδομὴν τῆς φιλοσοφίας ἐν ταῖς ψυχαῖς αὐτῶν ἐγείρων, ὥσπερ τινὰ θεμέλιον καὶ τρόπιν ἀσφαλῆ καὶ κρηπῖδα βεβαίαν καὶ ἀκίνητον, τὴν τῆς ταπεινοφροσύνης προκαταβάλλεται παραίνεσιν, εἰδὼς ὅτι ταύτης ἐῤῥιζωμένης ἐν ταῖς διανοίαις τῶν ἀκουόντων, ἅπαντα ἄλλα τῆς ἀρετῆς μέρη μετὰ ἀσφαλείας οἰκοδομεῖσθαι δύναται. Ὥσπερ οὖν ταύτης ἀπούσης, κἂν ἅπασάν τις τὴν λοιπὴν ἀρετὴν κατορθώσῃ, εἰκῆ καὶ μάτην καὶ εἰς οὐδὲν δέον ἐστὶ πεπονηκὼς, κατ' ἐκεῖνον τὸν ἐπὶ τῆς ψάμμου τὴν οἰκίαν οἰκοδομήσαντα, ὃς τὸν μὲν πόνον ὑπέμεινε, τοῦ δὲ κέρδους οὐκ ἀπώνατο, ἐπειδὴ θεμέλιον οὐ κατέβαλεν ἀσφαλῆ· οὕτως ὁ χωρὶς ταπεινοφροσύνης ὁτιοῦν μετιὼν ἀγαθὸν, ἀπώλεσεν ἅπαντα καὶ διέφθειρε. Ταπεινοφροσύνην δὲ, οὐ τὴν ἐν ῥήμασι λέγω, οὐδὲ τὴν ἐπὶ τῆς γλώττης, ἀλλὰ τὴν ἐν τῇ διανοίᾳ, τὴν ἀπὸ τῆς ψυχῆς, τὴν ἐν συνειδότι, ἣν ὁ Θεὸς δύναται μόνος ὁρᾷν. Ἀρκεῖ τοῦτο τὸ πλεονέκτημα, καὶ καθ' ἑαυτὸ πολλάκις φαινόμενον, ἵλεω ποιῆσαι τὸν Θεόν. Καὶ τοῦτο ὁ τελώνης ἐδήλωσεν· οὐδὲν γὰρ ἔχων ἀγαθὸν, οὐδὲ ἀπὸ κατορθωμάτων φανῆναι δυνάμενος, εἰπὼν μόνον, Ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, κατῆλθεν ὑπὲρ τὸν Φαρισαῖον δικαιωθείς· καίτοι γε οὐδὲ ταπεινοφροσύνης ἦσαν ἐκεῖνα τὰ ῥήματα, ἀλλ' εὐγνωμοσύνης μόνον. Ταπεινοφροσύνης μὲν γάρ ἐστιν ὅταν μεγάλα τις ἑαυτῷ συνειδὼς, μηδὲν μέγα περὶ αὑτοῦ φαντάζηται· εὐγνωμοσύνη δὲ, ὅταν, ἁμαρτωλὸς ὢν, αὐτὸ τοῦτο ὁμολογῇ. Εἰ δὲ ὁ μηδὲν ἑαυτῷ συνειδὼς ἀγαθὸν, ἐπειδὴ τοῦτο, ὅπερ ἦν, ὡμολόγησεν, οὕτω τὸν Θεὸν εἰς εὔνοιαν ἐπεσπάσατο, πόσης ἀπολαύσονται παῤῥησίας οἱ πολλὰ μὲν ἔχοντες ἑαυτῶν κατορθώματα εἰπεῖν, πάντων δὲ ἐκείνων ἐπιλανθανόμενοι, καὶ εἰς τοὺς ἐσχάτους ἑαυτοὺς ἀριθμοῦντες; Καθάπερ οὖν καὶ ὁ Παῦλος ἐποίησε· πρῶτος γὰρ ἁπάντων ὢν τῶν δικαίων, πρῶτον ἑαυτὸν τῶν ἁμαρτωλῶν ἔλεγεν εἶναι· οὐκ ἔλεγε δὲ μόνον, ἀλλὰ καὶ ἐπέπειστο παρὰ τοῦ Διδασκάλου μαθὼν, ὅτι μετὰ τὸ πάντα ποιῆσαι ἀχρείους δούλους ἑαυτοὺς χρὴ καλεῖν. Τοῦτό ἐστι ταπεινοφροσύνη, τοῦτον ζηλώσατε οἱ κατορθώματα ἔχοντες, τὸν δὲ τελώνην ὑμεῖς οἱ ἁμαρτημάτων γέμοντες, καὶ ὁμολογῶμεν ὥσπερ ἐσμὲν, καὶ τὸ στῆθος πλήττωμεν, καὶ τὴν διάνοιαν πείθωμεν μηδὲν μέγα περὶ ἑαυτῶν φαντάζεσθαι. Ἂν γὰρ οὕτως ὦμεν διακείμενοι, ἀρκεῖ τοῦτο ἡμῖν εἰς προσφορὰν καὶ θυσίαν· καθάπερ καὶ ὁ Δαυῒδ ἔλεγε· Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Οὐχ ἁπλῶς εἶπε τεταπεινωμένην, ἀλλὰ καὶ συντετριμμένην· τὸ γὰρ συντετριμμένον, καὶ διακεκλασμένον· οὐδὲ γὰρ, ἐὰν βούληται, ἐπαρθῆναι δύναται. Οὕτω δὴ καὶ ἡμεῖς μὴ ταπεινώσωμεν μόνον τὴν ψυχὴν τὴν ἡμετέραν, ἀλλὰ καὶ συντρίψωμεν καὶ κατανύξωμεν· συντρίβεται δὲ οἰκείων ἁμαρτημάτων μεμνημένη συνεχῶς. Ἂν οὕτως αὐτὴν ταπεινώσωμεν, οὐδὲ βουλομένη πρὸς τῦφον ἀναστῆναι δυνήσεται, ὥσπερ τινὸς χαλινοῦ τοῦ συνειδότος ἐπιλαμβανομένου διεγειρομένης αὐτῆς, καὶ καταστέλλοντος καὶ πείθοντος μετριάζειν ἐν ἅπασιν. Οὕτω δυνησόμεθα παρὰ τῷ Θεῷ καὶ χάριν εὑρεῖν· Ὅσῳ γὰρ μέγας εἶ, φησὶ, τοσούτῳ ταπείνου σεαυτὸν, καὶ ἐναντίον Κυρίου εὑρήσεις χάριν. Ὁ δὲ παρὰ τῷ Θεῷ χάριν εὑρὼν οὐδενὸς αἰσθήσεται χαλεποῦ, ἀλλὰ καὶ ἐνταῦθα δυνήσεται μετὰ τῆς τοῦ Θεοῦ χάριτος ἐκεῖνα ἅπαντα μετ' εὐκολίας διαδραμεῖν τὰ δεινὰ, καὶ τὰς ἐκεῖ κειμένας τοῖς ἁμαρτάνουσι διαφυγεῖν τιμωρίας, τῆς χάριτος τοῦ Θεοῦ πανταχοῦ προηγουμένης, καὶ πάντα ἐξευμενιζούσης αὐτῷ· ἧς γένοιτο πάντας ἡμᾶς ἀπολαύειν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.