Ancient Greek · ~21 min
Section 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De negatione Petri [Sp.] 1.1
Not analysed yet
Ἀναγκαῖον ἐν τῷ παρόντι καιρῷ καὶ τὸ χρέος τοῦ Ἰωσὴφ ἀποτῖσαι, καὶ τὸ κλῆτος τοῦ σταυροῦ μηνῦσαι. Σήμερον καὶ Ἰωσὴφ στεφανοῦται, καὶ σταυρὸς φυτουργεῖται· σήμερον καὶ Πέτρος ἀρνεῖται, καὶ ὁ λῃστὴς εὐωχεῖται· σήμερον καὶ ὁ νόμος πληροῦται, καὶ ὁ προφητευθεὶς Χριστὸς δοξολογεῖται· σήμερον κυρίως πληροῦται τὸ φάσκον ῥητὸν περὶ τοῦ Κυριακοῦ θανάτου, Ἐν τῇ παγίδι αὐτοῦ συνελήφθη ὁ ἁμαρτωλός. Καὶ τίς ὁ ἁμαρτωλός; Ὁ τῆς ἁμαρτίας εὑρετὴς διάβολος. Καὶ τίς ἡ ὑπ' αὐτοῦ κατασκευασθεῖσα παγίς; Ὁ σταυρὸς, καὶ οὐδὲν ἕτερον· αὐτὸς γὰρ ἠρέθισε παῖδας Ἰουδαίων πελεκεῖσθαι τὸν σταυρὸν, δόξας σοφίζεσθαι τὸν ἀσόφιστον, καὶ τῷ θανάτῳ περιβάλλειν τὸν ἐν νεκροῖς ἐλεύθερον· μὴ συνιδὼν ὁ ἀλλότριος, ὅτι ὁ σταυρὸς τὸ κέντρον τῆς ἁμαρτίας ἀμβλυνεῖ, καὶ τὴν κεφαλὴν τῆς ἀλαζονείας αὐτοῦ συνθλάσει, καὶ τὸ στόμα τῆς βλασφημίας αὐτοῦ ἐμφράξει, καὶ τὰς πτέρυγας τῆς ἀντιθέσεως αὐτοῦ ἐκτιλεῖ, καὶ ἔρημον καὶ ἄπορον ἐρήμοις ἀποδεικνύει. Σήμερον καὶ τοῦ προφήτου Δαυῒδ πληροῦται τὸ λόγιον, Μαρτύριον ἐν τῷ Ἰωσήφ· τουτέστιν, ὁ Κύριος ἐν τῷ Ἰωσὴφ προανεζωγραφεῖτο, ἃ ἔμελλεν ἐπ' ἐσχάτων τῶν ἡμερῶν ἐφίστασθαι. Πολλὰ γὰρ ἐν τῷ Ἰωσὴφ παραπλήσια τοῦ Δεσπότου εὑρίσκεται· οἷόν τι λέγω· Ὁ Ἰωσὴφ ἐπεβουλεύετο ὑπὸ τῶν ἰδίων συγγενῶν . . . ὁ Ἰωσὴφ ἀπέδυ τὸν ποικίλον χιτῶνα· ὁ Κύριος ὃν εἶχε τὸν ἄνωθεν ὑφανθέντα, λαβόντες οἱ στρατιῶται διενείμαντο. Διεμερίσαντο γὰρ, φησὶν, τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. Ὁ Ἰωσὴφ πρὸς τὸν πατέρα διεβλήθη· ὁμοίως καὶ τὸν Κύριον πρὸς τὸν Πατέρα ἐσυκοφάντησαν, οἱ μὲν Ἰουδαῖοι τὸν υἱὸν τοῦ τέκτονος αὐτὸν λέγοντες, πάλιν δὲ οἱ τῶν Ἰουδαίων παράσιτοι αἱρετικῶν παῖδες, ἑτεροούσιον αὐτὸν δογματίζουσιν. Ὁ Ἰωσὴφ τοῖς Ἰσμαηλίταις ἐπράθη· ὁ Κύριος ὑπὸ Ἰούδα τοῖς Φαρισαίοις· ὁ Ἰωσὴφ εἰς κενὸν λάκκον ἐμβληθεὶς ἀνῆλθεν ἀτραυμάτιστος· ὁ Κύριος εἰς καινὸν μνημεῖον ταφεὶς, ἀνέστη τριήμερος. Τί δὲ μακρολογῶ; Ὁ Ἰωσὴφ τὴν Αἰγυπτίαν ἐστηλίτευσεν· ὁ Κύριος τὴν συναγωγὴν ἐδημοσίευσεν· ὁ Ἰωσὴφ τοῖς ἀδελφοῖς ἀνεγνωρίσθη· ὁ Κύριος μετὰ τὴν ἀνάστασιν τοῖς μαθηταῖς ἐνεφανίσθη· ὁ Ἰωσὴφ φυλακισθεὶς σὺν δυσὶν εὐνούχοις, τὰ ὀνείρατα αὐτοῖς ἐμήνυσεν· ὁ εἷς μὲν αὐτῶν ὀρνεόβρωτος ἐγένετο, ὁ δὲ ἕτερος εἰς τὴν ἰδίαν πατρίδα ἀποκαταστήσεται· ὁ Κύριος μετὰ δύο λῃστῶν σταυρωθεὶς, τὸν μὲν ἄπιστον βρώμασι γεέννης παρέπεμψε, τὸν δὲ πιστὸν ἀρχιπολίτην τοῦ παραδείσου κατέστησεν . . . ὁ δὲ Κύριος τετράπωλον ἅρμα τῶν εὐαγγελιστῶν τῷ Πατρὶ ἐγνώρισεν· ὁ Ἰωσὴφ θηριότροφος ἐμηνύθη, καὶ ὡς βασιλεὺς ἐκηρύχθη· ὁ Κύριος ὡς ἄνθρωπος ἐσταυρώθη, καὶ ὡς Θεὸς ἐδοξάσθη. Ἄκουε δὲ καὶ ἑτέραν προφητείαν συντείνουσαν εἰς τὸν σταυρόν· Ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσας αἰχμαλωσίαν, καὶ δέδωκας δόματα τοῖς ἀνθρώποις. Τί τὸ ὕψος; τίς ὁ ἀναβάς; τίς ἡ αἰχμαλωσία; τί τὰ δόματα τοῖς ἀνθρώποις; Ὕψος, ὁ τίμιος σταυρὸς, διὰ τὸ ἀκατάληπτον μυστήριον· ὁ ἀναβὰς, ὁ Δεσπότης Χριστός· Ὁ γὰρ καταβὰς, αὐτός ἐστι καὶ ὁ ἀναβάς. Τί δέ ἐστιν, ᾘχμαλώτευσας αἰχμαλωσίαν; Τουτέστιν, Τοὺς προκατεχομένους ὑπὸ τῆς ἁμαρτίας ἐλθὼν ὁ Κύριος διὰ τῆς χάριτος ἀνεπλάσατο, δοὺς δόματα τοῖς ἀνθρώποις. Ποῖα δόματα; Τῶν ἁμαρτιῶν τὴν ἄφεσιν, τῆς υἱοθεσίας τὸ χάρισμα, τῆς βασιλείας τὴν κληρονομίαν, τῆς ἀθανασίας τὸ μήνυμα, καὶ τῆς ἐκ δεξιῶν καθέδρας τὸ ἐνέχυρον. Καὶ τίς ὁ τούτου μάρτυς; Αὐτὸς ὁ Κύριος λέγων· Ὅταν ὑψωθῶ, πάντας ἑλκύσω πρὸς ἐμαυτόν· τουτέστιν, ὅταν σταυρωθῶ, τότε πάντες εἰς ἐμὲ πιστεύσουσιν. Ἤκουες ἀρτίως ἄλλην ἐναργεστέραν μαρτυρίαν συντείνουσαν εἰς τὸν σταυρὸν, Ἡσαΐου προφήτου βοῶντος καὶ λέγοντος· Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος. Τί τὸ πρόβατον; τίς ὁ ἀμνός; τίς ἡ σφαγή; τίς ἡ κούρευσις; τίνες οἱ σφαγιασταὶ καὶ κουρευταί; Πρόβατον καὶ ἀμνὸς ὁ Δεσπότης Χριστὸς, τυπικῶς· πρόβατον, διὰ τὸν πόκον τοῦ βαπτίσματος· ἀμνὸς, διὰ τὴν ἔνσαρκον θυσίαν· σφαγὴ ἡ τῆς πλευρᾶς τὴν πλευρὰν ἰωμένη. Τίνες οἱ σφαγιασταὶ καὶ κουρευταί; Σαδδουκαῖοι καὶ Φαρισαῖοι· πρῶτον γὰρ παρεκούρευσαν τῇ βλασφημίᾳ, εἶθ' οὕτως ἐφόνευσαν τῇ βασκανίᾳ. Ὥσπερ γὰρ ἐν τοῖς παροῦσιν ἄνθρωπος ὁ κουρευόμενος καὶ ἀνώδυνος μένει καὶ ὡραιόμορφος εὑρίσκεται· οὕτω καὶ ὁ Χριστὸς τὴν πληγὴν δεχόμενος, ὡς κουρὰν ἐδέξατο, ὀδύνην μὴ ὑπομείνας, καὶ τὴν εὐμορφίαν τῆς ἀναστάσεως μηνύσας. Περὶ αὐτοῦ γέγραπται, Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Συνῳδὰ δὲ καὶ τοῦ Ἡσαΐου Ἱερεμίας ἐφθέγξατο εἰπών· Ἐγὼ ὡς ἀρνίον ἄκακον ἦλθον τοῦ θύεσθαι. Ἀρνὸς ἀναγκαίως προσηγορεύθη, ὡς μὴ στασιάσας περὶ τὸ πάθος, ὡς μὴ λακτίσας περὶ τὴν σφαγήν. Ἀλλ' εἰ καὶ ὡς Ἰουδαῖοι ἔσφαξαν, ἡμεῖς δὲ ὠψωνίσαμεν· κἀκείνων μὲν τὸ ἔγκλημα, ἡμῶν δὲ τὸ κατόρθωμα· ἐκείνων τὸ ῥάπισμα, ἡμῶν δὲ ἡ ἐλευθερία· ἐκείνων ἡ τιμωρία, καὶ ἡμῶν ἡ εὐλογία. Τὸ φῶς παραγίνεται, ὁ Χριστὸς μνημονεύεται. Σήμερον πληροῦται καὶ τὸ τοῦ Δαυῒδ προφητικὸν λόγιον, ἁρμόζον εἰς τὸν παρόντα σταυρόν. Ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος. Φέρε οὖν ἐν μνήμῃ, ἀγαπητὲ, ὡς ὁ Κύριος κρεμασθεὶς ἐν τῷ σταυρῷ ἐβόησε λέγων, Διψῶ· καὶ εὐθέως εἷς δραμὼν, καὶ πληρώσας σπόγγον ὄξους καὶ χολῆς, προσήνεγκε τῷ Κυρίῳ. Καὶ τί δήποτε ὁ Κύριος τὴν δίψαν ἐβάλλετο, ὁ τὴν ἀκρότομον πέτραν λιμνᾶσθαι παρασκευάσας; Ἐπειδὴ ὃ ἦν γεγραμμένον, ἔδει καὶ πληρωθῆναι· Ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος. Τοιαῦτα τῆς Ἰουδαϊκῆς ἀμπέλου τὰ ὑπολήνια· Ἐκ γὰρ ἀμπέλου Σοδόμων ἡ ἄμπελος αὐτῶν, καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόῤῥας. Ἐκείνων γὰρ τὰ ὑπολήνια, ὄξος καὶ πικρία, ὁ δὲ ἡμέτερος τρυγητὸς, γλυκύτης καὶ ἀθανασία. Διὸ καὶ προτρεπόμενος ὁ προφήτης ἔλεγε· Γεύσασθε, καὶ ἴδετε. ὅτι χρηστὸς ὁ Κύριος.