# De negatione Petri [Sp.] 2.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De negatione Petri [Sp.], Section 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/de-negatione-petri-sp/2.1

Τί οὖν λοιπὸν τὸ ζητούμενον; Ὁ δὲ Κύριος προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ, εἶπε πρὸς αὐτοὺς κατὰ πρόσωπον· Ἐν τῇ νυκτὶ ταύτῃ σκανδαλισθήσεσθε ἐν ἐμοί. Γέγραπται γάρ· Πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσονται τὰ πρόβατα τῆς ποίμνης. Ὁρᾷς, πῶς πάντα μεμαρτυρημένα εἰσὶ, πῶς πάντα βέβαια, πῶς οὐδὲν ἀργὸν, πῶς οὐδὲν ἄπρακτον; Πάντες σκανδαλισθήσεσθε ἐν ἐμοί. Γέγραπται γάρ· Πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσονται τὰ πρόβατα τῆς ποίμνης. Ὢ τῆς ἀκριβείας τοῦ ἁγίου Πνεύματος. Εἰ γὰρ καὶ ὁ προφήτης ἐβόησεν, ἀλλ' ὅμως τὸ Πνεῦμα ὑπηγόρευσε τὸ πρᾶγμα. Οὐκ εἶπε· Πατάξω τὸν ποιμένα, καὶ ἀπολοῦνται τὰ πρόβατα· ἀλλ' εἶπε, Καὶ διασκορπισθήσονται· τουτέστι, Πρὸς ὀλίγον σκανδαλισθήσονται· μετ' οὐ πολὺ δὲ τῆς πίστεως κρατήσουσι, ποιμένα τὸν Κύριον καλοῦντες· ἐπειδὴ αὐτὸς ὁ ποιμὴν ὁ καλὸς, ὁ καταλιπὼν τὰ ἐνενήκοντα ἐννέα πρόβατα, καὶ ἐλθὼν ἐπὶ τὸ πεπλανημένον· τουτέστιν, ὁ καταλιπὼν τὰς ἐπουρανίους δυνάμεις, καὶ ἐλθὼν ἐπὶ τὸν πεπλανημένον Ἀδάμ. Πρόβατα δὲ καὶ οἱ ἀπόστολοι προσηγορεύθησαν, ὡς πειθόμενα τῇ σωτηρικῇ βακτηρίᾳ, καὶ χλοαζόμενα τὸ Κυριακὸν σῶμα, καὶ μανδρευόμενα εἰς τὰ πεδία τῆς τῶν οὐρανῶν βασιλείας. Ὥσπερ γὰρ ἐν τῷ παρόντι χωρήσαντος λύκου εἰς ἀγέλην, καὶ πρόβατον ἁρπάσαντος, τὰ λοιπὰ πρόβατα διασκορπίζονται, ἀποπηδῶσι, καὶ φεύγουσιν· ἐὰν δὲ μόνον ἀκούσωσι τοῦ ποιμένος συρίζοντος, πάλιν τρέχουσι, καὶ ἀλλήλοις συνάπτονται· οὕτω καὶ οἱ μαθηταὶ τοῦ Κυρίου, ὡς λύκον τὸν σταυρὸν θεωρήσαντες, ἀπέφυγον, ἀπεπήδησαν· μόνον δὲ ἤκουσαν τοῦ Δεσπότου τὴν ἀνάστασιν, καὶ εὐθέως προσέδραμον, καὶ ἐγνώρισαν, καὶ τῆς μάνδρας τῶν οὐρανῶν οὐκ ἠλλοτριώθησαν. Ταῦτα οὖν τοῦ Κυρίου λέγοντος πρὸς τοὺς ἑαυτοῦ μαθητὰς, ὅτι Πάντες σκανδαλισθήσεσθε τῇ νυκτὶ ταύτῃ ἐν ἐμοί· ὁ Πέτρος ἀλληγορήσας, ὡς θέλει αὐτὸν παραθέσθαι, καὶ τῶν λοιπῶν μαθητῶν φιλοδεσποτικώτερος εὑρεθῆναι, μᾶλλον δὲ τἀληθέστερον εἰπεῖν, δημοσιεῦσαι τὴν ἑαυτοῦ ἄρνησιν, πρὸς τὸν Δεσπότην ἔφη, Τί λέγεις, Δέσποτα; πάντες σκανδαλισθῶμεν ἐπὶ σοί; καὶ μετὰ πάντων κἀμὲ συνηρίθμησας; οὕτω μου θαῤῥεῖς τῇ στεῤῥότητι; κἀγὼ ἀπαρνήσομαί σε, ὁ ἐν τῇ θαλάσσῃ περιπατήσας; ὁ τῆς ἐν τῷ ὄρει μεταμορφώσεως ἀξιωθείς; ὁ ἀγέλην δαιμόνων φυγαδεύων; ὁ πᾶν πάθος θεραπεύων; οὐχὶ ἐγώ σε πρὸ πάντων ἐγνώρισα, καὶ ἀνεβόησα, Σὺ εἶ Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος; Διὸ καὶ ἀποδεξάμενός μου τὴν μαρτυρίαν, ἐμακάρισας, καὶ πέτραν τῆς Ἐκκλησίας προσηγόρευσας λέγων· Σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Ἐγὼ οὖν σε ἀπαρνήσομαι, ὁ κορυφαῖος τῶν ἀποστόλων, ὁ στῦλος τῆς Ἐκκλησίας; Διὸ καὶ θαῤῥῶν ἐμαυτῷ, βοῶ· Κἂν πάντες σκανδαλι σθήσωνται, ἐγὼ οὐ σκανδαλισθήσομαι. Ὁ δὲ Κύριος πρὸς αὐτόν· Τί λέγεις καὶ ἀντιλέγεις, Πέτρε; τοῖς ῥήμασιν ἀντιτάσσῃ Θεῷ; ψευδολογοῦντά με εὗρες; οὐ παρακαλεῖς στηριχθῆναι, ἀλλ' ἐπαγγέλλῃ μὴ σαλευθῆναι; οὐχὶ ἡ αὐτή σου θερμότης πολλῷ παρεσκεύασέ σε χείρω; ταύτην σου τὴν προπέτειαν καὶ ἐπὶ τῆς θαλάσσης βαδίζων ἐνεδείξω, εἰ μὴ θᾶττον ἐγὼ τὴν χεῖρα ἐξέτεινα. Οὐχὶ καὶ ἐν τῷ ὄρει τῆς μεταμορφώσεως ἥμαρτες ἐν ἐμοὶ, τρεῖς σκηνὰς χαλκεύειν βουλόμενος, καὶ τοῖς φίλοις συντάττων ἐμὲ τὸν Δεσπότην; οὐ παρεκάλεις μὴ ἀνελθεῖν με εἰς Ἱεροσόλυμα, μὴ φέρων τὴν ἀπειλὴν τῶν Ἰουδαίων; Ἐγὼ μὲν, Πέτρε, οὐκ ἤθελόν σε δημοσιεύειν, σὺ δὲ παρεγράψω τὸν προγνωστικὸν τῆς θεότητός μου ὀφθαλμόν. Ἴδε σοι λέγω ἃ μέλλεις διαπράττεσθαι, ὅπως ἐκ τῶν καθ' ἑαυτὸν γνῷς ὅστις εἶ. Ἀμὴν, ἀμὴν λέγω σοι, πρὶν ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με. Ὁ δὲ Πέτρος πάλιν κλαπεὶς τὴν διάνοιαν, μὴ συνειδὼς τὸ τρεπτὸν τῆς ἀνθρωπίνης ἕξεως, ἀπεκρίνατο πρὸς τὸν Κύριον λέγων· Τί με φοβεῖς; οἶδα θανάτου καταφρονεῖν, καὶ οὐ μή σε ἀπαρνήσωμαι. Ὁ δὲ Κύριος πρὸς τὸν Πέτρον· Καλῶς μὲν οὖν συνετάξω, ἀλλ' οὐ μετὰ πολὺ γνώσῃ· ὁ γὰρ καιρὸς ἐπὶ θύραις, ὅπως φανερωθῇ καὶ ἡ σὴ σύνταξις, καὶ ἡ ἐμὴ πρόληψις. Τί οὖν τὸ πέρας τοῦ λόγου; ἡ ἑσπέρα γὰρ ἐπίκειται. Τοῦ γὰρ Κυρίου κρατηθέντος, καὶ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως ἀχθέντος, καὶ πάντων τῶν μαθητῶν σκορπισθέντων, ὁ Πέτρος μόνος ἠκολούθει εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως, ὡς δεῖν μέλλειν ποιεῖν τὰ συναχθέντα. Τοῦ δὲ Κυρίου ἐνδότερον ἀσφαλισθέντος, ὁ Πέτρος ἐν τῇ αὐλῇ τῇ ἐξωτέρᾳ ἐκαθέζετο θαρσαλέος, ἀκαμπὴς, ὡς δὴ τὸ νῖκος ἀπενεγκάμενος. Τί οὖν; Ἐπὶ πολὺ καθεζομένου αὐτοῦ, μήτε ξίφος θεασαμένου ὀξυνόμενον, μήτε στομωτῆρας προκειμένους, μὴ δήμευσιν ἐπαγγελλομένην, μήτε ἐξορίαν ἐπιγραφομένην· μικρὰ δὲ παιδίσκη, ἀργυρώνητος, εὐτελὴς, προσελθοῦσα τῷ Πέτρῳ λέγει· Τί ποιεῖς ἐνταῦθα, ἄνθρωπε; ποῦ ἡ δύναμις τοῦ Διδασκάλου σου; ἴδε συγκέκλεισται ἔνδον· ἴδε μέλλει σταυρῷ παραδίδοσθαι. Ὁ Πέτρος ἀποπτύσας τῆς μνήμης τὴν παῤῥησίαν, ἀπεκρίνατο λέγων, Τί με περιβομβίζεις, κοράσιον; Οὐκ οἶδα τὸν ἄνθρωπον. Ὢ τῶν πραγμάτων. ὁ λέγων, Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, ἄρτι ἀπαρνεῖται. Ταύτης οὖν τῆς ἀρνήσεως πρώτης γενομένης, θορυβηθεὶς ὁ Πέτρος, ὡς ἀπὸ πυρὸς τῆς αὐλῆς ἐξεπήδησεν, ἔξω τοῦ πυλῶνος τρέχων. Καὶ τί; Πάλιν ἑτέρα παιδίσκη συνήντησεν αὐτῷ. Ὢ τῶν πραγμάτων. οὐδαμοῦ στρατιώτης, οὐδαμοῦ ξίφος, ἀλλ' εὐτελὲς κοράσιον συνήντησε τῷ Πέτρῳ· ἀντέβαλε πρὸς αὐτὸν λέγουσα· Τί θορυβῇ, ἄνθρωπε; ποῦ σπεύδεις; τί ἀγωνιᾷς; οὐχὶ πάντοτέ σε ἐθεώρουν μετὰ τοῦ Γαλιλαίου περιπατοῦντα; πῶς οὖν ἐξελθὼν τοῦ πυλῶνος τρέχεις; Ὁ δὲ Πέτρος λιτῶς οὐκ ἔτι ἀπεκρίνατο, ἀλλὰ μεθ' ὅρκου λέγει· Οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον. Εἶδες Θεοῦ πρόῤῥησιν, καὶ ἀνθρώπου ὄλισθον; Εἶτα τῆς δευτέρας ἀρνήσεως πληρωθείσης ἡ τρίτη ἄρνησις, περιέχει οὕτως· Μετὰ μικρὸν προσελθόντες οἱ παρεστῶτες εἶπον τῷ Πέτρῳ· Ἀληθῶς καὶ σὺ ἐξ αὐτῶν εἶ· καὶ γὰρ καὶ ἡ λαλιά σου δῆλόν σε ποιεῖ. Ὁ δὲ Πέτρος ἤρξατο καταναθεματίζειν καὶ ὀμνύειν, ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον. Ποῦ ἡ παράσκεπτος τοῦ Πέτρου ἐπαγγελία; ὁ πρότερον εἰρηκὼς, Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, ὧδε λέγεις· Οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον; Τάχα ὁ Πέτρος ἄκων περὶ τὴν λέξιν ταύτην ἐγρηγόρησεν· οὐκ εἶπεν, Οὐκ οἶδα τὸν Θεὸν Λόγον· ἀλλ' εἶπεν, Οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον. Περὶ τὸ ὁρώμενον προσέκοψεν, οὐχὶ περὶ τὸ νοούμενον. Διὸ καὶ ὁ Κύριος προειδὼς ἔλεγε· Πᾶς ὅστις εἴπῃ βλασφημίαν εἰς τὸν Υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ. Τί οὖν ὁ Πέτρος; Οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον· καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν· ὁ ἀπερίγραφος τοῦ Πέτρου κατήγορος, ὁ προαναφωνητὴς τῆς Δεσποτικῆς ἀποφάσεως συνήγορος, ὁ τῆς ἀρνήσεως δημοσιευτὴς, καὶ τῆς προγνώσεως ἐμφανιστὴς, καὶ τῶν μετανοητικῶν δακρύων ὑπομνηματιστής.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De negatione Petri [Sp.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg248.local001/.
