Ancient Greek · ~24 min
Section 3
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De negatione Petri [Sp.] 3.1
Not analysed yet
Καὶ ταῦτα μὲν ἀρκούντως εἰρήσθω· τὸν δὲ τῆς ἐλεημοσύνης λόγον γυμνάσωμεν, παραινοῦντες τὴν ὑμετέραν ἀγάπην, καὶ λέγοντες ὡς ἐν τῷ Εὐαγγελίῳ εἴρηται· Ποιήσατε ὑμῖν φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας· ἵνα, ὅταν ἐκλ[ε]ίπητε, δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς. Καλῶς εἶπεν, Αἰωνίους. Ἐνταῦθα μὲν γὰρ κἂν λαμπρὰν ἔχῃς οἰκίαν, ἀπόλλυται πάντως φθειρομένη τῷ χρόνῳ· μᾶλλον δὲ καὶ πρὸ τῆς κατὰ χρόνον φθορᾶς θάνατος ἐμπεσὼν ἐκβάλλει σε τῆς λαμπρᾶς ταύτης οἰκήσεως· πολλάκις δὲ καὶ πρὸ τοῦ θανάτου πραγμάτων τινῶν δυσκολίαι καὶ συκοφαντῶν ἔφοδοι καὶ ἐπιβουλαὶ ἐκπεσεῖν αὐτῆς παρεσκεύασαν. Ἐκεῖ δὲ οὐδὲν τούτων ἔστιν ὑποπτεῦσαι, οὐ φθορὰν, οὐ θάνατον, οὐ κατάπτωσιν, οὐ συκοφαντῶν ἐπήρειαν, οὐκ ἄλλο οὐδὲν, ἀλλ' ἀκίνητος καὶ ἀθάνατός ἐστιν ἡ οἴκησις. Διὰ τοῦτο αἰωνίους αὐτὰς ἐκάλεσε. Ποιήσατε ὑμῖν φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας. Ὁρᾷς, πόση φιλανθρωπία τοῦ Δεσπότου, πόση χρηστότης καὶ ἐπιείκεια; οὐ γὰρ ἁπλῶς ταύτην ἔθηκε τὴν προσθήκην, ἀλλ' ἐπειδὴ πολλοῖς πλουσίοις πλοῦτος συνείλεκται ἐξ ἁρπαγῆς καὶ πλεονεξίας, κακῶς μὲν, φησὶν, οὐκ ἐχρῆν σε οὕτω συλλέξαι χρήματα· ἀλλ' ἐπειδὴ συνέλεξας, στῆθι τῆς ἁρπαγῆς καὶ τῆς πλεονεξίας, καὶ χρῆσαι εἰς δέον τοῖς χρήμασιν. Οὐ λέγω, ἵνα ἁρπάζων ἐλεῇς, ἀλλ' ἵνα τῆς πλεονεξίας ἀποστὰς, πρὸς ἐλεημοσύνην καὶ φιλανθρωπίαν ἀποχρήσῃ τῷ πλούτῳ. Εἰ γάρ τις μὴ παύσαιτο τῆς ἁρπαγῆς, οὐδὲ ἐλεημοσύνην ἐργάσεται· ἀλλὰ κἂν μυρία καταβάλλῃ χρήματα εἰς τὰς τῶν δεομένων χεῖρας, τὰ ἑτέρων ἁρπάζων καὶ πλεονεκτῶν, τοῖς ἀνδροφόνοις ἐξίσης λελόγισται τῷ Θεῷ. Διὸ χρὴ πλεονεξίας ἀποστάντα πρότερον, οὕτω τοὺς δεομένους ἐλεεῖν. Πολλὴ γὰρ τῆς ἐλεημοσύνης ἡ δύναμις. Ἀλλὰ μηδεὶς τὴν συνέχειαν τῆς ὑπομνήσεως κατηγορίαν ἡγείσθω τῶν ἀκουόντων. Καὶ γὰρ ἐν τοῖς ἀγῶσιν ἐκείνους τῶν δρομέων διεγείρουσιν οἱ θεαταὶ, οὓς ἂν ἴδωσιν ἐγγὺς τοῦ βραβείου γενομένους, καὶ πολλὰς τῆς νίκης ἐλπίδας ἔχοντας. Καὶ ἐγὼ τοίνυν ἐπειδὴ μετὰ πολλῆς ἀεὶ προθυμίας ὁρῶ τοὺς περὶ ἐλεημοσύνης δεχομένους λόγους ὑμᾶς, διὰ τοῦτο καὶ αὐτὸς συνεχέστερον τὴν ὑπὲρ τούτων κινῶ παραίνεσιν. Ἰατροὶ τῶν ψυχῶν ἡμῶν εἰσιν οἱ πένητες, εὐεργέται καὶ προστάται· οὐ γὰρ τοσοῦτον δίδως, ὅσον λαμβάνεις. Δίδως ἀργύριον, καὶ λαμβάνεις βασιλείαν οὐρανῶν· λύεις πενίαν, καὶ καταλλάττεις σεαυτῷ τὸν Δεσπότην. Ὁρᾷς, ὅτι οὐκ ἴση ἡ ἀντίδοσις; Ταῦτα ἐπὶ γῆς, ἐκεῖνα ἐν οὐρανῷ· ταῦτα ἀπόλλυται, ἐκεῖνα μένει· ταῦτα φθείρεται, ἐκεῖνα πάσης ἐστὶν ἀνώτερα ἀπωλείας. Διὰ τοῦτο καὶ πρὸ τῶν θυρῶν τῶν οἴκων τῶν εὐκτηρίων ἔστησαν τοὺς πένητας οἱ ἡμέτεροι πατέρες, ἵνα καὶ τὸν νωθρότατον καὶ ἀπανθρωπότατον αὕτη τῶν πενήτων ἡ ὄψις πρὸς ὑπόμνησιν ἐγείρῃ τῆς ἐλεημοσύνης. Ὅταν γὰρ εἰστήκῃ χορὸς γερόντων συγκεκυφότων, ῥάκια περιβεβλημένων, αὐχμώντων, ῥυπώντων, βακτηρίας ἐχόντων, μόλις στηρίζεσθαι δυναμένων, πολλάκις δὲ καὶ τοὺς ὀφθαλμοὺς ἐκκεκομμένων, καὶ τῷ σώματι ἀναπήρων, τίς οὕτως ἀδάμας, ὡς καὶ τῆς ἡλικίας, καὶ τῆς ἀσθενείας, καὶ τῆς πηρώσεως, καὶ τῆς πενίας, καὶ τῆς εὐτελείας, καὶ πάντων ἁπλῶς πρὸς συμπάθειαν ἐπικλώντων αὐτὸν, ἀντιστῆναι, καὶ μεῖναι πρὸς ἅπαντα ταῦτα ἀνενδότως; Διὰ ταῦτα πρὸ τῶν θυρῶν ἡμῶν εἱστήκασι, παντὸς τοῦ λόγου δυνατώτερον διὰ τῆς ὄψεως ἐπισπώμενοι πρὸς φιλανθρωπίαν τοὺς εἰσιόντας. Καθάπερ γὰρ κρήνας εἶναι ἐν ταῖς αὐλαῖς τῶν εὐκτηρίων οἴκων νενόμισται, ἵνα οἱ μέλλοντες εὔχεσθαι τῷ Θεῷ, πρότερον ἀπονιψάμενοι τὰς χεῖρας, οὕτως αὐτὰς εἰς εὐχὴν ἀνατείνωσιν· οὕτω καὶ τοὺς πένητας ἀντὶ πηγῶν καὶ κρηνῶν ἔστησαν οἱ πατέρες πρὸ τῶν θυρῶν, ἵνα, ὥσπερ ὕδατι τὰς χεῖρας ἀπονίπτομεν, οὕτω φιλανθρωπίᾳ τὴν ψυχὴν ἀποσμήχοντες πρότερον, οὕτως εὐχώμεθα. Οὐδὲ γὰρ ὕδατος φύσις, οὕτως ἀπονίπτει κηλῖδας σώματος, ὡς ἐλεημοσύνης δύναμις ἀποσμήχει ῥύπον ψυχῆς. Ὥσπερ οὖν οὐ τολμᾷς ἀνίπτοις χερσὶν εἰσελθὼν εὔξασθαι, καίτοι ἔλαττον τὸ ἔγκλημα ἐκεῖνο· οὕτω μηδὲ χωρὶς ἐλεημοσύνης ἐπ' εὐχὴν ἔλθῃς ποτέ. Καίτοι καὶ καθαρὰς πολλάκις ἔχοντες τὰς χεῖρας, ἂν μὴ πρότερον αὐτὰς ἀποπλύνωμεν ὕδατι, οὐκ ἀνατείνομεν εἰς εὐχήν· τοσοῦτόν ἐστιν ἡ συνήθεια. Τοῦτο τοίνυν καὶ ἐπὶ τῆς ἐλεημοσύνης ποιῶμεν· κἂν μηδὲν ἑαυτοῖς ὦμεν συνειδότες μέγα ἁμάρτημα, ὅμως ἀποσμήχωμεν τὸ συνειδὸς διὰ τῆς ἐλεημοσύνης. Πολλὰ ἀπὸ τῆς ἀγορᾶς ἐπεσπάσω δεινά· ἐχθρὸς παρώξυνε· δικαστὴς ἠνάγκασέ τι ποιῆσαι τῶν οὐ προσηκόντων πραγμάτων, ῥήματα πολλάκις ἐξέβαλες ἄτοπα, φίλος ἐδυσώπησεν ἐργάσασθαί τι τῶν ἁμαρτίαν ἐχόντων, ἕτερα προσετρίψω πολλὰ, οἷα εἰκὸς ἄνθρωπον ὄντα προστρίβεσθαι ἐν ἀγορᾷ στρεφόμενον, δικαστηρίοις προσεδρεύοντα, τὰ τῆς πόλεως πράττοντα πράγματα· ὑπὲρ τούτων ἁπάντων εἰσέρχῃ τὸν Θεὸν αἰτήσων συγγνώμην, καὶ ἀπολογησόμενος. Κατάβαλε τοίνυν ἀργύριον εἰς τὰς τῶν πενήτων χεῖρας, καὶ ἀπόσμηξον τὰς κηλῖδας ἐκείνας, ἵν' οὕτω μετὰ παῤῥησίας καλέσῃς τὸν δυνάμενόν σοι ἀφεῖναι ταῦτα τὰ ἁμαρτήματα. Ἂν ἐν συνηθείᾳ καταστήσῃς αὑτὸν, μηδέποτε χωρὶς ἐλεημοσύνης τῶν ἱερῶν τούτων προθύρων ἐπιβαίνειν, οὐδέποτε οὔτε ἑκὼν οὔτε ἄκων ὑστερήσεις τῆς καλῆς ταύτης ἐργασίας· τοιοῦτον γὰρ ἡ συνήθεια. Καὶ ὥσπερ οὐδ' ἂν ὁτιοῦν γένοιτο, χερσὶν ἀνίπτοις ὑπομένεις εὔξασθαι, ἐπειδὴ κατέστης εἰς συνήθειαν ἅπαξ· οὕτω καὶ ἐπὶ τῆς ἐλεημοσύνης ἂν τοιοῦτον σαυτῷ θήσῃς τὸν νόμον, καὶ ἑκὼν καὶ ἄκων καθ' ἑκάστην αὐτὸν ἐκπληρώσεις ἡμέραν, ὑπὸ τῆς συνηθείας ἑλκόμενος. Πῦρ ἐστιν ἡ εὐχὴ, μάλιστα ὅταν ἀπὸ νηφούσης καὶ διεγηγερμένης ἀναπέμπηται ψυχῆς· ἀλλὰ τὸ πῦρ τοῦτο καὶ ἐλαίου δεῖται, ἵνα αὐτῶν ἅψηται τῶν οὐρανίων ἁψίδων· ἔλαιον δὲ τοῦ πυρὸς τούτου οὐδὲν ἕτερόν ἐστιν, ἀλλ' ἢ ἐλεημοσύνη. Ἐπίχεε τοίνυν τὸ ἔλαιον δαψιλῶς, ἵνα εὐφραινόμενος ἐπὶ τῷ κατορθώματι, μετὰ παῤῥησίας πλείονος καὶ προθυμίας μείζονος τὰς εὐχὰς ἐπιτελῇς. Ὥσπερ γὰρ οἱ μηδὲν ἑαυτοῖς συνειδότες ἀγαθὸν, οὐδὲ εὔξασθαι μετὰ παῤῥησίας δύναιντ' ἄν· οὕτως οἱ κατορθώσαντές τι, καὶ μετὰ τὴν δικαιοσύνην ἐκείνην ἐπὶ τὴν εὐχὴν ἐρχόμενοι, τῇ μνήμῃ τοῦ κατορθώματος εὐφραινόμενοι μετὰ πλείονος τῆς προθυμίας ποιοῦνται τὴν ἱκετηρίαν. Ἵν' οὖν κατὰ τοῦτο δυνατωτέρα ἡμῖν ἡ εὐχὴ γίνηται, γρηγορούσης ἡμῖν τῆς διανοίας ἐν ταῖς δεήσεσιν ἀπὸ τῆς τῶν κατορθωμάτων μνήμης, μετὰ τῆς ἐλεημοσύνης ἐπὶ τὰς εὐχὰς ἐρχώμεθα, καὶ μνημονεύσωμεν μετὰ ἀκριβείας ἅπαντα τὰ εἰρημένα· καὶ πρό γε τῶν ἄλλων πάντων ἐκείνην τὴν εἰκόνα τηρεῖτε διηνεκῶς, καθ' ἣν εἶπον τοὺς πένητας πρὸ τῶν θυρῶν ἑστάναι τῶν εὐκτηρίων οἴκων, ταύτην ἐπὶ τῆς ψυχῆς ἀναπληροῦντας τὴν χρείαν, ἣν ἐπὶ τοῦ σώματος ἡ κρήνη. Ἂν γὰρ τοῦτο ὦμεν διηνεκῶς μεμνημένοι, συνεχῶς ἀπονιπτόμενοι τὸν λογισμὸν, καθαρὰς μὲν δυνησόμεθα τὰς εὐχὰς ἐπιτελεῖν, πολλὴν δὲ ἐπισπάσασθαι παρὰ τοῦ Θεοῦ τὴν παῤῥησίαν, καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.