Ancient Greek · ~26 min
ΛΟΓΟΣ ΠΕΡΙ ΜΕΤΑΝΟΙΑΣ Ἐξ ἀγροῦ αὐτοῦ ἐπανελθόντος.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De paenitentia (homiliae 1-9) 1.1
Not analysed yet
Ἆρα ἐμέμνησθε ἡμῶν, ἡνίκα τὸν μεταξὺ τοῦτον ἐχωρίσθημεν χρόνον ὑμῶν; Ἐγὼ μὲν γὰρ ὑμῶν οὐδέποτε ἠδυνήθην ἐπιλαθέσθαι, ἀλλὰ καὶ τὴν πόλιν ἀφεὶς, τὴν ὑμετέραν οὐκ ἀφῆκα μνήμην· ἀλλ' ὥσπερ οἱ τῶν λαμπρῶν ἐρῶντες σωμάτων, ὅπουπερ ἂν ἀπίωσι, μεθ' ἑαυτῶν τὴν ποθουμένην περιφέρουσιν ὄψιν, οὕτω δὴ καὶ ἡμεῖς τοῦ κάλλους τῆς ὑμετέρας ψυχῆς ἐρασθέντες, ἀεὶ μεθ' ἑαυτῶν τὴν εὐμορφίαν τῆς ὑμετέρας περιφέρομεν διανοίας. Καὶ καθάπερ οἱ ζωγράφοι, ποικίλα χρώματα κεραννύντες, τὰς τῶν σωμάτων εἰκόνας ἐργάζονται, οὕτω καὶ ἡμεῖς τὴν σπουδὴν ὑμῶν τὴν ἐν ταῖς συνάξεσι, τὴν προθυμίαν τὴν περὶ τὴν ἀκρόασιν, τὴν εὔνοιαν τὴν περὶ τὸν λέγοντα, τὰ ἄλλα πάντα κατορθώματα καθάπερ ποικίλα χρώματα ἀρετῆς κεράσαντες, καὶ τὸν χαρακτῆρα τῆς ψυχῆς ὑμῶν ὑπογράψαντες, καὶ πρὸ τῶν ὀφθαλμῶν τῆς διανοίας θέντες, ἱκανὴν διὰ τῆς φαντασίας ταύτης ἐλαμβάνομεν τῆς ἀποδημίας παραμυθίαν. Καὶ ταῦτα, καὶ οἴκοι καθήμενοι καὶ διανιστάμενοι, καὶ ὁδοιποροῦντες καὶ ἀναπαυόμενοι, καὶ εἰσιόντες καὶ ἐξιόντες, ἐστρέφομεν συνεχῶς, τὴν ὑμετέραν ὀνειροπολοῦντες ἀγάπην· καὶ οὐκ ἐν ἡμέρᾳ μόνον, ἀλλὰ καὶ ἐν νυκτὶ ταύταις ἐνετρυφῶμεν ταῖς φαντασίαις. Καὶ ὅπερ ὁ Σολομὼν ἔφη, Ἐγὼ καθεύδω καὶ ἡ καρδία μου ἀγρυπνεῖ· τοῦτο καὶ ἡμεῖς τότε ἐπάσχομεν. Ἡ μὲν γὰρ ἀνάγκη τοῦ ὕπνου κατέστελλεν ἡμῶν τὰ βλέφαρα· ἡ δὲ τῆς ἀγάπης τῆς ὑμετέρας τυραννὶς ἀφύπνιζε τοὺς τῆς διανοίας ἡμῶν ὀφθαλμούς· καὶ πολλάκις ὑμῖν ὄναρ διαλέγεσθαι ἐδόκουν. Καὶ γὰρ πέφυκεν ἡ ψυχὴ ταῦτα φαντάζεσθαι νύκτωρ, ἅπερ ἂν μεθ' ἡμέραν λογίζηται· ὅπερ οὖν καὶ ἐφ' ἡμῶν τότε συνέβαινε· καὶ οὐχ ὁρῶν ὑμᾶς τοῖς ὀφθαλμοῖς τῆς σαρκὸς, ἑώρων ὑμᾶς τῆς ἀγάπης τοῖς ὀφθαλμοῖς, καὶ μὴ παρὼν ὑμῖν τῷ σώματι, παρήμην ὑμῖν τῇ διαθέσει, καί μοι τὰ ὦτα ἀεὶ ὑπὸ τῆς ὑμετέρας περιηχεῖτο κραυγῆς. Διὰ τοῦτο καὶ τῆς τοῦ σώματος ἀῤῥωστίας ἐπὶ πλέον ἐκεῖ διατρίβειν ἀναγκαζούσης, καὶ τῆς τοῦ ἀέρος ὠφελείας εἰς τὴν τῆς σαρκὸς ἀπολαύειν ὑγίειαν, ἡ τῆς ἀγάπης βία τῆς ὑμετέρας οὐκ ἠνέσχετο τοῦτο, ἀλλὰ κατεβόησε, καὶ οὐ πρότερον ἀπέστη διενοχλοῦσα, ἕως ἡμᾶς καὶ πρὸ τῆς προσηκούσης ὥρας ἀναστῆναι ἔπεισε, καὶ ὑγίειαν καὶ τέρψιν καὶ πᾶν ὁτιοῦν ἀγαθὸν τὴν ὑμετέραν ἡγήσασθαι συνεβούλευσε συνουσίαν. Ταύτῃ δὲ πεισθέντες ἡμεῖς, εἱλόμεθα μᾶλλον ἔχοντες ἔτι τὰ λείψανα τῆς ἀῤῥωστίας ἐπανελθεῖν, ἢ καθαρῶς ἀποθέμενοι τὴν τοῦ σώματος ἀσθένειαν, ἐπὶ πλέον λυπῆσαι τὴν ὑμετέραν ἀγάπην. Καὶ γὰρ ἐκεῖ διατρίβων ἤκουον ὑμῶν τὰ ἐγκλήματα, καὶ συνεχεῖς ἐπιστολαὶ ταῦτα ἡμῖν διεκόμιζον· καὶ γὰρ προσεῖχον τοῖς ἐγκαλοῦσιν οὐχ ἧττον, ἢ τοῖς ἐγκωμιάζουσι· ψυχῆς γὰρ εἰδυίας φιλεῖν ἦσαν αἱ μέμψεις ἐκεῖναι. Καὶ διὰ ταῦτα ἀναστὰς ἔδραμον· διὰ ταῦτα οὐδέποτε ὑμᾶς τῆς διανοίας ἠδυνήθην ἐκβαλεῖν τῆς ἐμῆς. Καὶ τί θαυμαστὸν εἰ ἐν ἀγρῷ διατρίβων ἐγὼ, καὶ ἀδείας ἀπολαύων, τῆς ὑμετέρας ἐμεμνήμην ἀγάπης, ὅπου γε Παῦλος δεσμὰ περικείμενος, καὶ δεσμωτήριον οἰκῶν, καὶ μυρίους ὁρῶν ἐπηρτημένους αὐτῷ κινδύνους, καθάπερ ἐν λειμῶνι τῷ δεσμωτηρίῳ διάγων, οὕτω τῶν ἀδελφῶν ἐμέμνητο, καὶ γράφων ἔλεγε· Καθώς ἐστι δίκαιον ἐμοὶ τοῦτο φρονεῖν περὶ ὑμῶν, διὰ τὸ ἔχειν με ἐν τῇ καρδίᾳ ὑμᾶς, ἔν τε τοῖς δεσμοῖς μου, καὶ ἐν τῇ ἀπολογίᾳ καὶ βεβαιώσει τοῦ Εὐαγγελίου; Ἔξωθεν ἅλυσις ἡ παρὰ τῶν ἐχθρῶν, καὶ ἔσωθεν ἅλυσις ἡ τοῦ φίλτρου τῶν μαθητῶν· ἀλλ' ἡ μὲν ἔξωθεν ἀπὸ σιδήρου ἐκεχάλκευτο, ἡ δὲ ἔνδοθεν ἐξ ἀγάπης ἐγεγένητο· κἀκείνην μὲν πολλάκις καὶ ἀπέθετο, ταύτην δὲ οὐδέποτε ἀπέῤῥηξεν· ἀλλ' ὥσπερ αἱ γυναῖκες ὅσαι πεῖραν ὠδίνων ἔλαβον καὶ μητέρες ἐγένοντο, τοῖς τεχθεῖσι παιδίοις, ὅπουπερ ἂν ὦσιν, εἰσὶ διηνεκῶς συνδεδεμέναι· οὕτω καὶ Παῦλος, μᾶλλον δὲ καὶ πολλῷ τούτων σφοδρότερον ἀεὶ τοῖς μαθηταῖς προσήλωτο τοῖς αὑτοῦ, καὶ τοσούτῳ μᾶλλον, ὅσῳ τῶν φυσικῶν τόκων οἱ τοῦ πνεύματός εἰσι θερμότεροι. Καὶ γὰρ καὶ οὗτος ὤδινεν οὐχ ἅπαξ, ἀλλὰ καὶ δὶς τοὺς αὐτοὺς, καὶ ἐβόα λέγων· Τεκνία μου, οὓς πάλιν ὠδίνω. Καίτοι γε τοῦτο οὐδέποτε ἂν πάθοι ἡ γυνὴ, οὐδ' ἂν ὑποσταίη τὰς αὐτὰς πάλιν ὠδῖνας, ἀλλὰ Παῦλος ὑπέμεινε τοῦτο, ὅπερ ἐπὶ τῆς φύσεως ἰδεῖν οὐκ ἔστι, καὶ τοὺς ἅπαξ τεχθέντας πάλιν ἀναλαβεῖν, καὶ τὰς δριμείας ἐπ' αὐτοῖς ὑπομεῖναι ὠδῖνας. Διὰ τοῦτο καὶ ἐντρέψαι βουλόμενος αὐτοὺς, ἔλεγεν, Οὓς πάλιν ὠδίνω· μονονουχὶ λέγων· Φείσασθέ μου· οὐδεὶς υἱὸς δεύτερον τὴν μητρικὴν γαστέρα ταῖς ὠδῖσι διέτεινεν. ὅπερ ἀναγκάζετέ με πάσχειν ὑμεῖς· καίτοι ἐκεῖναι μὲν αἱ ὠδῖνες ἐν μιᾷ καιροῦ ῥοπῇ κατατείνουσι, καὶ τοῦ παιδίου τῆς νηδύος ἐξολισθήσαντος, συνεξέρχονται· αὗται δὲ οὐχ οὕτως, ἀλλὰ καὶ μῆνας ὁλοκλήρους μένουσι· καὶ γὰρ ἐνιαυτὸν ὅλον ὤδινε πολλάκις, καὶ οὐκ ἔτεκε τοὺς κυομένους ὁ Παῦλος· κἀκεῖ μὲν τῆς σαρκὸς ὁ πόνος, ἐνταῦθα δὲ οὐ γαστέρα διατείνουσιν αἱ ἀλγηδόνες, ἀλλ' αὐτὴν τῆς ψυχῆς τὴν ἰσχὺν καταξαίνουσι. Καὶ ἵνα μάθῃς, ὅτι θερμότεραι αὗται αἱ ὠδῖνες, τίς ποτε ὑπὲρ τῶν τεχθέντων παιδίων ηὔξατο ὑπομεῖναι γέενναν; Οὗτος δὲ οὐ μόνον αἱρεῖται ὑπομεῖναι γέενναν, ἀλλὰ καὶ εὔχεται ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ, ὥστε δυνηθῆναι τοὺς Ἰουδαίους ἀποτεκεῖν, οὓς ὤδινεν ἀεὶ καὶ διηνεκῶς, καὶ ἐπειδὴ μὴ συνέβαινε τοῦτο, ὠδυνᾶτο λέγων· Λύπη μοί ἐστι μεγάλη, καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου. Καὶ ἐνταῦθα πάλιν· Τεκνία μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν. Τί τῆς νηδύος ἐκείνης μακαριώτερον γένοιτο ἂν, ἣ τοιαῦτα παιδία τίκτειν ἐδύνατο, ὡς τὸν Χριστὸν ἔχειν ἐν ἑαυτοῖς; τί δὲ εὐφορώτερον, ἣ τὴν οἰκουμένην ἅπασαν ἀπεγέννησε; τί δὲ δυνατώτερον, ἥτις τεχθέντας καὶ αὐξηθέντας εἰς ἄμβλωσιν ἐκπεσόντας, ἀναλαβεῖν ἴσχυσε πάλιν καὶ ἄνωθεν διαπλάσαι; τοῦτο γὰρ ἐπὶ τῶν φυσικῶν τόκων ἀδύνατον. Διὰ τί δὲ οὐκ εἶπε· Τεκνία μου, οὓς πάλιν ἀναγεννῶ, ἀλλ' ὠδίνω; καίτοι γε ἀλλαχοῦ γεννᾷν φησιν· Ἐν γὰρ Χριστῷ Ἰησοῦ ὑμᾶς ἐγέννησα. Ἐκεῖ μὲν οὖν τὴν συγγένειαν δηλῶσαι μόνον ἐβούλετο· ἐνταῦθα δὲ καὶ τὸν πόνον παραστῆσαι ἐσπούδαζε. Πῶς δὲ τέκνα καλεῖ τὰ μηδέπω τεχθέντα; εἰ γὰρ ὠδίνει, οὐδέπω ἔτεκε· πῶς οὖν τέκνα καλεῖ; Ἵνα μάθῃς, ὅτι (οὐ) ταύτας ὠδίνει τὰς πρώτας ὠδῖνας, ὅπερ ἱκανὸν ἦν ἐκείνους ἐντρέψαι. Καὶ γὰρ ἐγενόμην, φησὶν, ἅπαξ πατὴρ, καὶ τὸν ὀφειλόμενον ἐφ' ὑμῖν ὑπέμεινα τόκον, ἐγένεσθε δὲ τέκνα καὶ ὑμεῖς ἅπαξ· πῶς οὖν πάλιν με εἰς δευτέρας ὠδῖνας ἐμβάλλετε; ἱκανοὶ οἱ πόνοι τῶν τόκων τῶν ἐξ ἀρχῆς, τί με διατείνετε πάλιν ταῖς ὀδύναις; Τῶν γὰρ μηδέπω πεπιστευκότων οὐκ ἐλάττονα πόνον παρεῖχεν αὐτῷ τῶν πιστῶν τὰ πτώματα. Καὶ γὰρ ἦν ἀφόρητον, μετὰ τὴν τῶν τοιούτων μυστηρίων κοινωνίαν πρὸς τὴν ἀσέβειαν αὐτομολοῦντας ὁρᾷν· διὸ καὶ σφόδρα δριμὺ καὶ πάσης γυναικὸς περιπαθέστερον ἀνωλόλυζε, λέγων· Τεκνία μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν. Τοῦτο δὲ ἔλεγεν, ὁμοῦ καὶ θαῤῥῦναι καὶ φοβῆσαι βουλόμενος· τὸ μὲν γὰρ δεῖξαι μὴ μεμορφωμένον ἐν αὐτοῖς τὸν Χριστὸν, ἀγωνίαν καὶ φόβον ἐνέβαλλε· τὸ δὲ ἐμφῆναι ὅτι δυνατὸν αὐτὸν μορφωθῆναι, πάλιν θαῤῥεῖν παρεσκεύαζε. Τὸ γὰρ εἰπεῖν, Ἄχρις οὗ μορφωθῇ, ἀμφότερα ταῦτά ἐστιν ἐνδεικνυμένου, καὶ ὅτι οὐδέπω μεμόρφωται, καὶ ὅτι δυνατὸν μορφωθῆναι πάλιν. Εἰ γὰρ μὴ δυνατὸν ἦν, εἰκῆ πρὸς αὐτοὺς ἔλεγεν, Ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν, καὶ ματαίαις αὐτοὺς ἔτρεφεν ἐλπίσι.