# De paenitentia (homiliae 1-9) 1.1-5

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De paenitentia (homiliae 1-9), Τοῦ αὐτοῦ ὁμιλία περὶ νηστείας καὶ εἰς τὸν προφήτην Ἰωνᾶν, καὶ Δανιὴλ, καὶ τοὺς τρεῖς παῖδας. Ἐλέχθη δὲ εἰς τὴν εἴσοδον τῶν ἁγίων νηστειῶν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/de-paenitentia-homiliae-1-9/1.1-5

Φαιδρὰ σήμερον ἡμῖν ἡ πανήγυρις, καὶ λαμπρότερος τοῦ συνήθους ὁ σύλλογος. Τί ποτε ἄρα τὸ αἴτιον; Νηστείας τὸ κατόρθωμα τοῦτο· οἶδα κἀγώ· νηστείας οὐχὶ παρούσης, ἀλλὰ προσδοκωμένης. Ἐκείνη γὰρ ἡμᾶς πρὸς τὸν πατρῷον συνήγαγεν οἶκον· ἐκείνη καὶ τοὺς πρὸ τούτου ῥᾳθυμοτέρους, σήμερον πρὸς τὰς μητρικὰς ἐπανήγαγε χεῖρας. Εἰ δὲ καὶ προσδοκωμένη μόνον τοσαύτην ἡμῖν ἐνεποίησε σπουδὴν, φανεῖσα καὶ παραγενομένη πόσην ἐν ἡμῖν ἐργάσεται τὴν εὐλάβειαν; Οὕτω καὶ πόλις ἄρχοντος εἰσελαύνειν μέλλοντος φοβεροῦ, πᾶσαν ἀποτίθεται ῥᾳθυμίαν, καὶ ἐν πλείονι καθίσταται τῇ σπουδῇ. Ἀλλὰ μὴ πτήξητε φοβερὸν ἄρχοντα τὴν νηστείαν ἀκούσαντες· οὐ γὰρ ἡμῖν ἐστι φοβερὰ, ἀλλὰ τῇ τῶν δαιμόνων φύσει. Ἐὰν σεληνιαζόμενος ᾖ τις, δεῖξον αὐτῷ νηστείας πρόσωπον, καὶ τῶν λίθων αὐτῶν ἀκινητότερος μένει τῷ φόβῳ πηγνύμενος, καὶ καθάπερ δεσμῷ τινι κατεχόμενος, καὶ μάλιστα ὅταν ἴδῃ τῇ νηστείᾳ συμβεβλημένην τὴν ἀδελφὴν τῆς νηστείας καὶ ὁμόζυγον, τὴν εὐχήν. Διὰ τοῦτο καὶ ὁ Χριστός φησι· Τὸ γένος τοῦτο οὐκ ἐξέρχεται, εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Ὅταν οὖν τοὺς πολεμίους τῆς σωτηρίας τῆς ἡμετέρας οὕτως ἐλαύνῃ, καὶ τοῖς ἐχθροῖς τῆς ζωῆς ἡμῶν οὕτως ᾖ φοβερὰ, φιλεῖν αὐτὴν καὶ ἀσπάζεσθαι, οὐχὶ δεδοικέναι χρή· εἰ γὰρ φοβεῖσθαι δεῖ μέθην καὶ ἀδηφαγίαν, οὐχὶ νηστείαν φοβεῖσθαι χρή. Ἐκείνη μὲν γὰρ ὀπίσω τὰς χεῖρας ἡμῶν δήσασα, τῇ τυραννίδι τῶν παθῶν, καθάπερ τινὶ δεσποίνῃ χαλεπῇ, δούλους καὶ αἰχμαλώτους ἐκδίδωσιν· ἡ δὲ νηστεία δουλεύοντας ἡμᾶς καὶ δεδεμένους εὑροῦσα, ἀνίησι τῶν δεσμῶν, ἀπαλλάττει τῆς τυραννίδος, καὶ πρὸς τὴν ἐλευθερίαν ἐπανάγει τὴν προτέραν. Ὅταν οὖν καὶ τοῖς ἐχθροῖς ἡμῶν πολεμῇ, καὶ δουλείας ἀπαλλάττῃ, καὶ πρὸς ἐλευθερίαν ἐπανάγῃ, ποίαν ἑτέραν μείζονα ζητεῖς ἀπόδειξιν τῆς φίλιας αὐτοῦ, τῆς πρὸς τὸ γένος τὸ ἡμέτερον; Μεγίστη γὰρ φιλίας ἀπόδειξις εἶναι δοκεῖ τὸ τοὺς αὐτοὺς ἡμῖν φιλεῖν καὶ μισεῖν. Βούλει μαθεῖν, ὅσος κόσμος ἀνθρώποις ἡ νηστεία, ὅση φυλακὴ καὶ ἀσφάλεια; ἐννόησόν μοι τὸ μακάριον καὶ θαυμαστὸν τῶν μοναζόντων γένος. Οὗτοι γὰρ τοὺς ἐν μέσῳ θορύβους φυγόντες, καὶ πρὸς τὰς κορυφὰς τῶν ὀρέων ἀναδραμόντες, καὶ τὰς καλύβας ἐν τῇ τῆς ἐρημίας ἡσυχίᾳ, καθάπερ ἐν εὐδιεινῷ τινι λιμένι πηξάμενοι, ταύτην συνέμπορον καὶ συγκοινωνὸν τοῦ βίου παντὸς ἔλαβον. Τοιγαροῦν καὶ ἀγγέλους αὐτοὺς ἐξ ἀνθρώπων ἐποίησεν, οὐκ ἐκείνους δὲ μόνους, ἀλλὰ καὶ ἐν ταῖς πόλεσιν ὅσους ἂν εὕρῃ προσιεμένους αὐτὴν, πρὸς αὐτὸ τῆς φιλοσοφίας ἀνάγει τὸ ὕψος. Καὶ γὰρ Μωϋσῆς καὶ Ἠλίας, οἱ πύργοι τῶν ἐν τῇ Παλαιᾷ προφητῶν, καίτοι καὶ ἀπὸ τῶν ἄλλων ὄντες λαμπροὶ καὶ μεγάλοι, καὶ πολλὴν ἔχοντες παῤῥησίαν, ὅτε ἐβούλοντο προσελθεῖν τῷ Θεῷ καὶ διαλεχθῆναι, ὡς ἀνθρώπῳ δυνατὸν ἦν, πρὸς ταύτην κατέφυγον, καὶ διὰ τῶν ταύτης αὐτῷ προσεφέροντο χειρῶν. Διὰ τοῦτο καὶ ὁ Θεὸς τὸν ἄνθρωπον ποιῶν ἐξ ἀρχῆς, εὐθέως αὐτὸν ταῖς τῆς νηστείας φέρων παρακατέθετο χερσὶν, ὥσπερ φιλοστόργῳ μητρὶ καὶ ἀρίστῃ διδασκάλῳ τὴν ἐκείνου σωτηρίαν ἐγχειρίζων αὐτῇ. Τὸ γὰρ, Ἀπὸ παντὸς ξύλου τοῦ παραδείσου βρώσει φαγῇ, ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν οὐ φάγεσθε· νηστείας εἶδός ἐστιν. Εἰ δὲ ἐν παραδείσῳ ἀναγκαία ἡ νηστεία, πολλῷ μᾶλλον ἐκτὸς τοῦ παραδείσου· εἰ πρὸ τῆς πληγῆς χρήσιμον τὸ φάρμακον, πολλῷ μᾶλλον μετὰ τὴν πληγήν· εἰ μηδέπω τοῦ πολέμου τῶν ἐπιθυμιῶν ἀναστάντος ἐπιτήδειον ἡμῖν τὸ ὅπλον ἦν, πολλῷ μᾶλλον μετὰ τὴν τοσαύτην μάχην τὴν ἀπὸ τῶν ἐπιθυμιῶν, τὴν ἀπὸ τῶν δαιμόνων, ἀναγκαία ἡ παρὰ τῆς νηστείας συμμαχία. Εἰ ταύτης ἤκουσε τῆς φωνῆς ὁ Ἀδὰμ, οὐκ ἂν ἤκουσε τῆς δευτέρας τῆς λεγούσης· Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ· ἀλλ' ἐπειδὴ ταύτης παρήκουσε, διὰ τοῦτο θάνατος καὶ φροντίδες καὶ πόνοι καὶ ἀθυμίαι καὶ ζωὴ θανάτου παντὸς βαρυτέρα· διὰ τοῦτο ἄκανθαι καὶ τρίβολοι, διὰ τοῦτο πόνοι καὶ ὠδῖνες καὶ βίος ἐπίμοχθος. Εἶδες πῶς ὁ Θεὸς ἀγανακτεῖ νηστείας ὑβριζομένης; μάθε καὶ πῶς εὐφραίνεται νηστείας τιμωμένης. Ὥσπερ γὰρ ὑβρισθείσης αὐτῆς θάνατον ἐπέθηκε τῷ ὑβρίσαντι τὸ ἐπιτίμιον, οὕτω πάλιν τιμηθείσης αὐτῆς θάνατον ἀνεκαλέσατο. Καὶ γὰρ βουλόμενός σοι δεῖξαι τοῦ πράγματος τὴν δύναμιν, ἔδωκεν ἐξουσίαν αὐτῇ μετὰ ἀπόφασιν, μετὰ ἀπαγωγὴν, τοὺς ἀπαγομένους τὴν ἐπὶ θάνατον ἐκ μέσης ἀναρπάσαι τῆς ὁδοῦ, καὶ πρὸς ζωὴν μεταγαγεῖν· καὶ τοῦτο οὐκ ἐπὶ δύο, ἢ καὶ τριῶν καὶ εἴκοσιν ἀνθρώπων ἐποίησεν, ἀλλὰ καὶ δῆμον ὁλόκληρον, τὴν τῶν Νινευϊτῶν πόλιν μεγάλην καὶ θαυμαστὴν ἐπὶ γόνυ κειμένην, παρ' αὐτὸ τὸ βάραθρον τὴν κεφαλὴν κλίνασαν, καὶ μέλλουσαν τὴν ἄνωθεν φερομένην δέχεσθαι πληγὴν, καθάπερ τις ἄνωθεν ἐπιπτᾶσα δύναμις, καὶ ἐξ αὐτῶν ἥρπασε τῶν τοῦ θανάτου πυλῶν. καὶ πρὸς τὴν ζωὴν ἐπανήγαγεν. Ἀλλ' εἰ δοκεῖ, καὶ τῆς ἱστορίας αὐτῆς ἐπακούσωμεν. Καὶ ἐγένετο, φησὶ, λόγος Κυρίου, πρὸς Ἰωνᾶν λέγων· Ἀνάστηθι καὶ πορεύθητι εἰς Νινευῒ τὴν πόλιν τὴν μεγάλην. Εὐθέως αὐτὸν ἀπὸ τοῦ μεγέθους τῆς πόλεως δυσωπῆσαι βούλεται, τὴν μέλλουσαν προειδὼς τοῦ προφήτου φυγήν. Ἀλλ' ἀκούσωμεν καὶ τοῦ κηρύγματος· Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευῒ καταστραφήσεται. Καὶ τίνος ἕνεκεν ἃ μέλλεις δεινὰ ποιεῖν προλέγεις; Ἵνα μὴ ποιήσω ἃ προλέγω. Διὰ τοῦτο καὶ γέενναν ἠπείλησεν, ἵνα μὴ ἀπαγάγῃ εἰς γέενναν· Φοβείτω, φησὶν, ὑμᾶς τὰ ῥήματα, καὶ μὴ λυπείτω τὰ πράγματα. Τίνος δὲ ἕνεκεν καὶ τὴν προθεσμίαν εἰς οὕτω στενὸν συνάγει χρόνον; Ἵνα καὶ τὴν τῶν βαρβάρων μάθῃς ἀρετὴν, βαρβάρων λέγω τῶν Νινευϊτῶν ἐν τρισὶν ἡμέραις δυνηθέντων τοσαύτην ἁμαρτημάτων ὀργὴν καταλῦσαι, καὶ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν θαυμάσῃς μετανοίᾳ τριῶν ἡμερῶν ἀρκεσθέντος ὑπὲρ τοσούτων πλημμελημάτων, καὶ αὐτὸς μὴ καταπέσῃς εἰς ἀπόγνωσιν, κἂν μυρία ἡμαρτηκὼς ᾖς. Ὥσπερ γὰρ ὁ νωθρὸς τὴν ψυχὴν καὶ ὀλίγωρος, κἂν πολὺν λάβῃ πρὸς μετάνοιαν χρόνον, οὐδὲν μέγα ἐργάζεται, οὐδὲ καταλλάξει τὸν Θεὸν ἑαυτῷ διὰ ῥᾳθυμίαν· οὕτως ὁ διεγηγερμένος καὶ τῇ προθυμίᾳ ζέων, καὶ μετὰ πολλῆς τῆς σπουδῆς τὴν μετάνοιαν ἐπιδεικνύμενος, καὶ ἐν βραχείᾳ καιροῦ ῥοπῇ πολλοῦ χρόνου παραπτώματα ἀφανίσαι δυνήσεται. Οὐχὶ τρίτον ὁ Πέτρος ἠρνήσατο; οὐχὶ μεθ' ὅρκου τὸ τρίτον; οὐχὶ θεραπαινιδίου τινὸς εὐτελοῦς ῥήματα δείσας; Τί οὖν; ἐνιαυτῶν πολλῶν ἐδέησεν αὐτῷ πρὸς μετάνοιαν; Οὐδαμῶς· ἀλλ' αὐτῇ τῇ νυκτὶ καὶ ὠλίσθησε καὶ ἀνέστη, καὶ τὴν πληγὴν καὶ τὸ φάρμακον ἐδέξατο, καὶ ἠῤῥώστησε, καὶ πρὸς τὴν ὑγίειαν ἐπανῆλθε. Πῶς καὶ τίνα τρόπον; Κλαύσας καὶ ἀποδυράμενος· μᾶλλον δὲ οὐ κλαύσας ἁπλῶς, ἀλλὰ μετὰ πολλῆς σπουδῆς καὶ διαθέσεως· καὶ διὰ τοῦτο ὁ εὐαγγελιστὴς οὐκ εἶπεν, ὅτι ἔκλαυσεν ἁπλῶς, ἀλλ', Ἔκλαυσε πικρῶς. Καὶ ποταπὴ τῶν δακρύων ἐκείνων ἡ δύναμις, φησὶ, λόγος μὲν οὐδεὶς παραστῆσαι δυνήσεται· ἡ δὲ τῶν πραγμάτων ἔκβασις δείκνυσι σαφῶς. Μετὰ γὰρ τὸ χαλεπὸν ἐκεῖνο πτῶμα· ἀρνήσεως γὰρ οὐδὲν ἴσον κακόν· ἀλλ' ὅμως μετὰ τοσοῦτον κακὸν πάλιν αὐτὸν πρὸς τὴν προτέραν ἐπανήγαγε τιμὴν, καὶ τὴν ἐπιστασίαν τῆς οἰκουμενικῆς Ἐκκλησίας ἐνεχείρισε· καὶ ὃ πάντων μεῖζόν ἐστιν, ἀπέδειξεν ἡμῖν αὐτὸν πλείω τῶν ἀποστόλων ἁπάντων ἔχοντα τὴν εἰς τὸν Δεσπότην ἀγάπην. Πέτρε γὰρ, φησὶ, φιλεῖς με πλεῖον τούτων; Τούτου δ' οὐδὲν γένοιτο ἂν ἴσον εἰς ἀρετῆς λόγον. Ἵνα γὰρ μὴ λέγῃς ὅτι τοῖς Νινευΐταις εἰκότως συνέγνω, ἀνθρώποις βαρβάροις καὶ ἀνοήτοις, Ὁ γὰρ δοῦλος, φησὶν, ὁ μὴ εἰδὼς τὸ θέλημα τοῦ κυρίου αὐτοῦ καὶ μὴ ποιήσας, δαρήσεται ὀλίγας· ἵνα οὖν μὴ τοῦτο λέγῃς, διὰ τοῦτό σοι καὶ τὸν Πέτρον εἰς μέσον παρήγαγε, δοῦλον μάλιστα τὸ θέλημα τοῦ κυρίου εἰδότα. Ἀλλ' ὅμως καὶ οὗτος ἁμαρτὼν καὶ τὴν ἐσχάτην ἁμαρτίαν, ὅρα πρὸς ὅσον παῤῥησίας ὕψος ἀνῆλθε. Μὴ τοίνυν μηδ' αὐτὸς ἐπὶ τοῖς ἁμαρτήμασι καταπέσῃς· τὸ γὰρ χαλεπώτερον τῆς ἁμαρτίας, τὸ μένειν ἐν τῇ ἁμαρτίᾳ, καὶ τὸ δεινότερον τοῦ πτώματος, τὸ κεῖσθαι ἐν τῷ πτώματι. Τοῦτο καὶ ὁ Παῦλος θρηνεῖ καὶ ἀποδύρεται, τοῦτο πένθους ἄξιον εἶναί φησι. Μή πως γὰρ, φησὶν, ἐλθόντος μου πρὸς ὑμᾶς, ταπεινώσῃ με ὁ Θεὸς, καὶ πενθήσω πολλοὺς, οὐχὶ τῶν ἡμαρτηκότων ἁπλῶς, ἀλλὰ τῶν μὴ μετανοησάντων ἐπὶ τῇ ἀσελγείᾳ, καὶ ἀκαθαρσίᾳ, καὶ πορνείᾳ ᾗ ἔπραξαν. Πρὸς δὲ μετάνοιαν ποῖος ἐπιτηδειότερος γένοιτ' ἂν καιρὸς τοῦ τῆς νηστείας καιροῦ;

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De paenitentia (homiliae 1-9). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg027.local001/.
