# De paenitentia (homiliae 1-9) 1.1-8

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De paenitentia (homiliae 1-9), ΠΕΡΙ ΜΕΤΑΝΟΙΑΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/de-paenitentia-homiliae-1-9/1.1-8

Εἰ καὶ χθὲς ὑμῶν ἀπελείφθην, ἀλλ' οὐχ ἑκὼν, ἀλλ' ἀναγκασθείς· ἀπελείφθην δὲ σώματι, οὐ γνώμῃ· ἀπελείφθην ἀπουσίᾳ σαρκὸς, οὐ διαθέσει διανοίας. Καὶ γὰρ περιεπλεκόμην, πρὸς ὃ ἐδυνάμην, ἅπαντας ὑμᾶς, καὶ ἐπὶ τῆς διανοίας ἔφερον. Πάλιν, ἀδελφοὶ, τὴν πρόσκαιρον ταύτην νόσον παρέντες, περισσοτέρως ἐσπουδάσαμεν τὸ πρόσωπον ὑμῶν ἰδεῖν· ἔτι γὰρ τὰ λείψανα τῆς ἀῤῥωστίας ἔχων ἔδραμον πρὸς τὴν ὑμετέραν ἀγάπην. Οἱ μὲν γὰρ ἀῤῥωστοῦντες λουτρὰ καὶ βαλανεῖα [μετὰ τὴν ἀῤῥωστίαν] ζητοῦσιν· ἐγὼ δὲ τὰ ποθούμενα ὑμῶν πρόσωπα ἄξιον ἡγησάμην θεάσασθαι, καὶ τὴν ὀφειλομένην ἐπιθυμίαν τῆς ἀκροάσεως ἀποπληρῶσαι, τὸ πέλαγος τοῦτο τὸ μέγα, καὶ ἅλμην οὐκ ἔχον, τὴν θάλατταν ταύτην τὴν κυμάτων ἀπηλλαγμένην. Ἦλθον ὑμῶν τὴν ἄρουραν τὴν κεκαθαρμένην ἰδεῖν. Τίς γὰρ τοιοῦτος λιμὴν, οἷος ἡ Ἐκκλησία; τίς τοιοῦτος παράδεισος, ὡς ἡ σύνοδος ἡ ὑμετέρα; Οὐκ ἔστιν ἐνταῦθα ὄφις ἐπιβουλεύων, ἀλλ' ὁ Χριστὸς μυσταγωγῶν· οὐκ ἔστιν Εὖα ὑποσκελίζουσα, ἀλλ' ἡ Ἐκκλησία ὀρθοῦσα· οὐκ ἔστιν ἐνταῦθα φύλλα δένδρων, ἀλλ' ὁ καρπὸς τοῦ πνεύματος· οὐκ ἔστιν ἐνταῦθα φραγμὸς ἀκανθῶν, ἀλλ' ἄμπελος εὐθηνοῦσα. Ἐὰν δὲ ἄκανθαν εὕρω, εἰς ἐλαίαν μεταφέρω· οὐ γὰρ ἀπορίᾳ φύσεως τὰ ἐνταῦθα, ἀλλ' ἐλευθερίᾳ προαιρέσεως τετίμηται· ἐὰν δὲ λύκον εὕρω, πρόβατον ποιῶ, οὐ τὴν φύσιν μεταβάλλων, ἀλλὰ τὴν προαίρεσιν μεταφέρων. Διὰ τοῦτο οὐκ ἂν ἁμάρτοι τις τῆς κιβωτοῦ τὴν Ἐκκλησίαν μείζονα προσειπών. Ἡ μὲν γὰρ κιβωτὸς παρελάμβανε τὰ ζῶα, καὶ ἐφύλαττε ζῶα, ἡ δὲ Ἐκκλησία παραλαμβάνει τὰ ζῶα καὶ μεταβάλλει. Οἷόν τι λέγω· Εἰσῆλθεν ἐκεῖ ἱέραξ, καὶ ἐξῆλθεν ἱέραξ· εἰσῆλθε λύκος, καὶ ἐξῆλθε λύκος· εἰσῆλθέ τις ἱέραξ ἐνταῦθα, καὶ ἐξέρχεται περιστερά· εἰσέρχεται λύκος, καὶ ἐξέρχεται πρόβατον· εἰσέρχεται ὄφις, καὶ ἐξέρχεται ἀρνίον, οὐ τῆς φύσεως μεταβαλλομένης, ἀλλὰ τῆς κακίας ἐλαυνομένης. Διὰ τοῦτο συνεχῶς τὸν περὶ μετανοίας κινῶ λόγον. Ἡ γὰρ μετάνοια, δεινὴ καὶ φοβερὰ τῷ ἁμαρτωλῷ, φάρμακον τῶν πλημμελημάτων, δαπάνημα τῶν παρανομιῶν, ἀνάλωμα τῶν δακρύων, παῤῥησία πρὸς τὸν Θεὸν, ὅπλον κατὰ τοῦ διαβόλου, μάχαιρα ἀποτέμνουσα αὐτοῦ τὴν κεφαλὴν, σωτηρίας ἐλπὶς, ἀπογνώσεως ἀναίρεσις· αὕτη τὸν οὐρανὸν ἀνοίγει, αὕτη εἰς τὸν παράδεισον εἰσάγει, αὕτη τοῦ διαβόλου περιγίνεται (διὰ δὴ τοῦτο συνεχῶς τὸν περὶ τούτου κινῶ λόγον), ὥσπερ καὶ τὸ θαῤῥεῖν ποιεῖ ὑποσκελίζεσθαι. Ἁμαρτωλὸς εἶ; μὴ ἀπογνῷς· οὐ παύομαι συνεχῶς ταῦτα ἐπαλείφων τὰ φάρμακα· καὶ γὰρ οἶδα ἡλίκον ὅπλον ἐστὶ κατὰ τοῦ διαβόλου τὸ μὴ ἀπογινώσκειν ὑμᾶς. Ἂν ἔχῃς ἁμαρτήματα, μὴ ἀπογνῷς· οὐ παύομαι ταῦτα συνεχῶς λέγων· κἂν καθ' ἡμέραν ἁμαρτάνῃς, καθ' ἡμέραν μετανόει· καὶ ὅπερ ἐν ταῖς παλαιαῖς ποιοῦμεν οἰκίαις, ὅταν σαθρωθῶσιν, ὑπεξαιρούμεθα τὰ σεσαθρωμένα, καὶ καινὰ ἐπισκευάζομεν, καὶ οὐδέποτε συνεχοῦς ἐπιμελείας ἐπιλανθανόμεθα· τοῦτο καὶ ἐν ἡμῖν ποιῶμεν. Εἰ ἐπαλαιώθης σήμερον ἀπὸ τῆς ἁμαρτίας, ἀνακαίνισον σεαυτὸν ἀπὸ τῆς μετανοίας. Καὶ ἔνι, φησὶ, μετανοήσαντα σωθῆναι; Καὶ πάνυ ἔνι. Πάντα τὸν βίον ἐν ἁμαρτίαις διέτριψα, καὶ ἐὰν μετανοήσω, σώζομαι; Πάνυ. Πόθεν δῆλον; Ἀπὸ τῆς τοῦ Δεσπότου σου φιλανθρωπίας. Μὴ γὰρ τῇ μετανοίᾳ σου θαῤῥῶ; μὴ γὰρ ἡ μετάνοιά σου ἰσχύει τοσαῦτα κακὰ ἀποσμήξασθαι; Εἰ ἡ μετάνοια μόνη ἦν, εἰκότως ἐφοβοῦ· ἐπειδὴ δὲ τῇ μετανοίᾳ κεράννυται Θεοῦ φιλανθρωπία, θάῤῥει· Θεοῦ γὰρ φιλανθρωπίας μέτρον οὐκ ἔστιν, οὐδὲ λόγῳ ἑρμηνευθῆναι δύναται αὐτοῦ ἡ ἀγαθότης. Ἡ μὲν γὰρ σὴ κακία μέτρον ἔχει, τὸ δὲ φάρμακον μέτρον οὐκ ἔχει· ἡ σὴ κακία οἵα ἐὰν ᾖ, ἀνθρωπίνη ἐστὶ κακία, ἡ δὲ τοῦ Θεοῦ φιλανθρωπία ἄφατος· καὶ θάῤῥει, ὅτι περιγίνεταί σου τῆς κακίας. Ἐννόησον σπινθῆρα εἰς πέλαγος ἐμπεσόντα· μὴ δύναται στῆναι ἢ φανῆναι; Ὅσον σπινθὴρ πρὸς πέλαγος, τοσοῦτον κακία πρὸς τὴν τοῦ Θεοῦ φιλανθρωπίαν· μᾶλλον δὲ οὐδὲ τοσοῦτον, ἀλλὰ πολλῷ πλέον. Τὸ μὲν γὰρ πέλαγος, κἂν μέγα ᾖ, μέτρον ἔχει· ἡ δὲ τοῦ Θεοῦ φιλανθρωπία ἀπεριόριστος. Ταῦτα λέγω, οὐχ ἵνα ὑμᾶς ῥᾳθυμοτέρους ἐργάσωμαι, ἀλλ' ἵνα σπουδαιοτέρους καταστήσω. Παρῄνεσα πολλάκις εἰς θέατρον μὴ ἀναβαίνειν· ἤκουσας, οὐκ ἐπείσθης· ἀνέβης εἰς τὸ θέατρον, παρήκουσάς μου τοῦ λόγου· μὴ αἰσχυνθῇς πάλιν εἰσελθεῖν, καὶ ἀκοῦσαι. Ἤκουσα, καὶ οὐκ ἐτήρησα, πῶς δύναμαι πάλιν εἰσελθεῖν; Τέως αὐτὸ τοῦτο οἶδας, ὅτι οὐκ ἐτήρησας· τέως αἰσχύνῃ, τέως ἐρυθριᾷς, τέως μηδενός σε ἐλέγχοντος τὸν χαλινὸν περιφέρεις, τέως τὸν λόγον μου ἔχεις ἐῤῥιζωμένον, τέως μὴ φαινομένου ἡ διδασκαλία μου καθαίρει σε. Οὐκ ἐτήρησας, κατέγνως σεαυτοῦ; εἰς τὸ ἥμισυ ἐτήρησας, κἂν μὴ τηρήσῃς, εἴπῃς δὲ, Οὐκ ἐτήρησα· ὁ γὰρ καταγνοὺς ἑαυτοῦ ἐπὶ τῷ μὴ τηρῆσαι, ἐπὶ τὸ τηρῆσαι σπουδάζει. Ἐθεώρησας; εἰργάσω παρανομίαν; αἰχμάλωτος ἐγένου τῆς πόρνης; κατέβης ἀπὸ τοῦ θεάτρου; πάλιν ἐμνήσθης; ᾐσχύνθης; πρόσελθε. Ἐλυπήθης; παρακάλεσον τὸν Θεόν· ἀνέστης μέχρι τούτου. Οὐαί μοι, ἤκουσα, καὶ οὐκ ἐτήρησα· πῶς εἰσέλθω εἰς τὴν ἐκκλησίαν; πῶς πάλιν ἀκούσω; Μᾶλλον εἴσελθε, ἐπειδὴ οὐκ ἐτήρησας, ἵνα πάλιν ἀκούσας τηρήσῃς. Φάρμακον ἐὰν ἐπιθῇ σοι ὁ ἰατρὸς, καὶ μὴ καθαρίσῃ σε, ἄλλην ἡμέραν οὐκ ἐπιτίθησιν αὐτὸ πάλιν; Ἔστι τις δρυοτόμος· θελέτω τέμνειν δρῦν, λαμβάνει ἀξίνην, κόπτει τὴν ῥίζαν· ἐὰν δῷ μίαν πληγὴν, καὶ μὴ πέσῃ τὸ ἄκαρπον δένδρον, οὐ δίδωσιν ἄλλην πληγὴν, οὐ τὴν τετάρτην, οὐ τὴν πέμπτην, οὐ τὴν δεκάτην; Οὕτω καὶ σὺ ποίει· δρῦς ἐστιν ἡ πόρνη, ἄκαρπον δένδρον, βαλάνους ἐκφέρουσα χοίρων ἀλόγων τροφήν· ἐν πολλῷ χρόνῳ ἐῤῥιζώθη ἐν τῇ διανοίᾳ σου, ἐν τῇ περιβολῇ τῶν δένδρων κατέβαλέ σου τὸ συνειδός· ὁ λόγος μου ἀξίνη ἐστίν. Ἤκουσας μίαν ἡμέραν· πῶς εἰς μίαν ἡμέραν πίπτει ἡ τοσούτῳ χρόνῳ ἐῤῥιζωμένη; Ἐὰν γὰρ δὶς, ἐὰν γὰρ τρὶς, ἐὰν γὰρ ἑκατοντάκις, ἐὰν γὰρ μυριάκις, οὐκ ἔστι θαυμαστόν· μόνον ἔκκοψον πρᾶγμα πονηρὸν καὶ ἰσχυρὸν, συνήθειαν πονηράν. Μάννα ἤσθιον οἱ Ἰουδαῖοι, καὶ κρόμμυα ἐζήτουν τὰ ἐν Αἰγύπτῳ· Καλῶς ἦν ἡμῖν ἐν Αἰγύπτῳ· οὕτως αἰσχρὸν πρᾶγμα συνήθεια καὶ κάκιστον. Κἂν γὰρ εἰς δέκα ἡμέρας κατορθώσῃς, ἐὰν γὰρ εἰς εἴκοσιν, ἐὰν γὰρ εἰς τριάκοντα, οὐκ ἀγαπῶ, οὐ χάριν ἔχω, οὐ περιπτύσσομαί σε· μόνον μὴ ἀποκάμῃς, ἀλλὰ αἰσχύνου καὶ καταγίνωσκε.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De paenitentia (homiliae 1-9). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg027.local001/.
