Ancient Greek · ~14 min
ΠΕΡΙ ΜΕΤΑΝΟΙΑΣ ΚΑΙ ΕΥΧΗΣ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De paenitentia (homiliae 1-9) 3.1-4
Not analysed yet
Ταῦτα καὶ τότε ἔλεγον, καὶ νῦν λέγω ὑμῖν, καὶ δι' ὑμῶν ἐκείνοις· μιμησώμεθα τοὺς ἁγίους, οἵτινες οὔτε ὑπὸ τῶν θλίψεων κατεπόθησαν, οὔτε ὑπὸ τῆς ἀνέσεως χαυνότεροι γεγόνασιν, ὅπερ πολλοὶ τῶν ἀνθρώπων νῦν πάσχομεν, καθάπερ τὰ κοῦφα τῶν πλοίων ὑπὸ πάσης περιστάσεως κυμάτων περιαντλούμενα βαπτίζεται. Καὶ γὰρ πενία πολλάκις ἡμῖν ἐπελθοῦσα ἐβάπτισε καὶ ὑποβρυχίους ἡμᾶς ἐποίησε, καὶ πλοῦτος προσγενόμενος, πάλιν ἐφύσησεν ἡμᾶς, καὶ εἰς ἐσχάτην ὀλιγωρίαν ἐνέβαλε. Διὸ παρακαλῶ, παραλιπόντες ἅπαντα, τὰς ἑαυτῶν ψυχὰς ῥυθμίσωμεν πρὸς σωτηρίαν ἕκαστος ἡμῶν· ταύτης γὰρ καλῶς διακειμένης, ὅπερ ἂν ἐμπέσῃ τῶν δεινῶν, κἂν λιμὸς, κἂν νόσος, κἂν συκοφαντία, κἂν χρημάτων διαρπαγὴ, κἂν ὅ τι ἄλλο οὖν, φορητὸν ἔσται καὶ κοῦφον, διὰ τὴν τοῦ Δεσπότου ἐντολὴν καὶ τὴν εἰς αὐτὸν ἐλπίδα· ὥσπερ πάλιν τῆς ψυχῆς πρὸς τὸν Θεὸν οὐκ ἐχούσης καλῶς, κἂν πλοῦτος ἐπιῤῥέῃ, κἂν παῖδες παρῶσι, κἂν μυρίων ἀπόλαυσις ᾖ χρημάτων, ἀθυμίας πολλὰς ἐπισπάσεται ὁ τοιοῦτος καὶ φροντίδας. Μὴ τοίνυν πλοῦτον ζητῶμεν, μὴ πενίαν φεύγωμεν, ἀλλὰ πρὸ πάντων τῆς ἑαυτῶν ἐπιμελώμεθα ψυχῆς ἕκαστος, καὶ ποιῶμεν ἐπιτηδείαν αὐτὴν πρός τε τὴν τοῦ παρόντος βίου οἰκονομίαν, καὶ πρὸς τὴν ἐντεῦθεν ἐκεῖσε ἀποδημίαν. Ἔτι γὰρ μικρὸν, καὶ ἡ δοκιμασία ἑκάστου ἡμῶν γενήσεται, ἡνίκα πάντες παραστῶμεν τῷ φοβερῷ βήματι τοῦ Χριστοῦ, περιβεβλημένοι τὰς ἑαυτῶν πράξεις, καὶ τοῖς ὀφθαλμοῖς ἡμῶν ὁρῶντες, τοῦτο μὲν τὰ δάκρυα τῶν ὀρφανῶν, τοῦτο δὲ τὰς αἰσχρὰς ἀσελγείας, ἐν αἷς ἐμιάναμεν τὰς ἑαυτῶν ψυχὰς, τοῦτο δὲ τοὺς στεναγμοὺς τῶν χηρῶν, τοῦτο δὲ τοὺς κονδυλισμοὺς τῶν πενήτων, τὰς ἁρπαγὰς τῶν πτωχῶν· οὐ μόνον δὲ ταῦτα, καὶ τὰ τούτοις ὅμοια, ἀλλ' εἴ τι καὶ ἐν διανοίᾳ ἄτοπον διεπράξαμεν· ὅτι αὐτός ἐστιν Ἐνθυμήσεων δικαστὴς, καὶ ἐννοιῶν κριτής· καὶ πάλιν· Ἐτάζων καρδίας καὶ νεφροὺς, καὶ, Ἀποδιδοὺς ἑκάστῳ κατὰ τὸ ἔργον αὐτοῦ. Οὗτος δέ μοι ὁ λόγος οὐ πρὸς τοὺς ἐν τῷ βίῳ ἐξεταζομένους μόνον ἐστὶν, ἀλλὰ καὶ πρὸς τοὺς ἐν τοῖς ὄρεσι τὰς ἑαυτῶν καλύβας πηξαμένους τοῦ μοναδικοῦ ἕνεκεν βίου, ὅτι οὐ μόνον τὰ σώματα αὐτῶν οἱ τοιοῦτοι φυλάττειν ὀφείλουσιν ἀπὸ μολυσμοῦ πορνείας, ἀλλὰ καὶ τὴν ψυχὴν ἀπὸ πάσης σατανικῆς πλεονεξίας. Οὐ γὰρ γυναιξὶ μόνον διαλέγεται ὁ ἀπόστολος Παῦλος, ἀλλὰ καὶ ἀνδράσι καὶ ὁλοκλήρῳ τῇ Ἐκκλησίᾳ, ὅτι, φησὶ, τὴν παρθενευομένην ψυχὴν εἶναι δεῖ ἁγίαν καὶ σώματι καὶ πνεύματι· καὶ πάλιν, Παραστήσατε τὰ σώματα ὑμῶν παρθένον ἁγνήν· ἁγνὴν δὲ πῶς; Μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα. Ἐπεὶ κἀκεῖναι αἱ παρθένοι αἱ τὰς λαμπάδας ἔχουσαι ἐσβεσμένας, παρθένοι ἦσαν τῷ σώματι, ἀλλ' οὐχ ἁγναὶ τῇ καρδίᾳ, ἀλλ' εἰ καὶ μὴ ἀνὴρ αὐτὰς διέφθειρε, ἀλλ' ὁ τῶν χρημάτων διέφθειρεν ἔρως· τὸ σῶμα αὐτῶν ἦν καθαρὸν, ἀλλ' ἡ ψυχὴ αὐτῶν πολλῆς ἦν ἐμπεπλησμένη τῆς μοιχείας, πονηρῶν λογισμῶν εἰς αὐτὰς χωρησάντων, τῆς τε φιλοχρηματίας, καὶ ἀσπλαγχνίας, καὶ ὀργῆς, καὶ φθόνου, καὶ ἀργίας, καὶ λήθης, καὶ ὑπερηφανίας, λυμαινομένων πάντων τὴν σεμνότητα τῆς παρθενίας αὐτῶν. Διὸ καὶ ὁ Παῦλος ἔλεγεν· Ἵνα ἡ παρθένος ᾖ ἁγία καὶ σώματι καὶ πνεύματι· καὶ πάλιν, Παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ. Ὥσπερ γὰρ τὸ σῶμα ὑπὸ μοιχειῶν διαφθείρεται, οὕτω καὶ ἡ ψυχὴ ὑπὸ λογισμῶν σατανικῶν μιαίνεται, ὑπὸ δογμάτων διεφθαρμένων, ὑπὸ νοημάτων ἀτόπων. Ὁ γὰρ λέγων, Παρθένος εἰμὶ τῷ σώματι, τῇ δὲ ψυχῇ φθονεῖ τῷ ἀδελφῷ, οὗτος οὐκ ἔστι παρθένος· τὴν γὰρ παρθενίαν αὐτοῦ διέφθειρεν ἡ τοῦ φθόνου μίξις. Πάλιν ὁ κενόδοξος οὐκ ἔστι παρθένος· τὴν γὰρ παρθενίαν αὐτοῦ διέφθειρεν ὁ τῆς βασκανίας ἔρως· τὸ γὰρ πάθος εἰσελθὸν, τῆς ψυχῆς ἔλυσεν αὐτοῦ τὴν παρθενίαν. Ὁ δὲ μισῶν τὸν ἀδελφὸν αὐτοῦ, οὗτος ἀνθρωποκτόνος ἐστὶ μᾶλλον ἢ παρθένος· καὶ ἁπαξαπλῶς, ἕκαστος εἰς ὃ κρατεῖται πάθος πονηρὸν, ἐν τούτῳ τὴν παρθενίαν αὐτοῦ διαφθείρει. Διὰ τοῦτο ὁ Παῦλος πάσας τὰς πονηρὰς ταύτας ἐξώρισε μίξεις, καὶ κελεύει παρθένους ἡμᾶς εἶναι οὕτως, ὡς μηδένα λογισμὸν ἐναντίον παραδέχεσθαι ἑκουσίως τῇ ψυχῇ.