Ancient Greek · ~20 min
ΠΕΡΙ ΜΕΤΑΝΟΙΑΣ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De paenitentia (homiliae 1-9) 3.1-7
Not analysed yet
Καὶ πόθεν δῆλον τοῦτο; Ὧν γὰρ ἐγὼ λέγω, καὶ τὰς ἀποδείξεις ὀφείλω παρασχέσθαι, ὥστε μὴ ἀποφαίνεσθαι μόνον, ἀλλ' ἀποδεικνύναι ἀπὸ τῶν Γραφῶν, ἵνα ἀσφαλὴς μείνῃ ἡ πληροφορία. Εἰσάγω οὖν ὑμῖν ἀνθρώπους τετραυματισμένους, δῆμον ὁλόκληρον, ἑλκῶν γέμοντας, σηπεδόνος, σκωλήκων, ὅλον τραῦμα ὄντας, ὅλον ἕλκος, καὶ οὕτω δυναμένους θεραπευθῆναι, ὡς μὴ μεῖναι οὐλὴν, ὡς μὴ μεῖναι ἴχνος, ὡς μὴ μεῖναι δεῖγμα· οὐχ ἓν ἔχοντας τραῦμα, οὐ δύο, οὐ τρία, οὐ τέσσαρα, ἀλλ' ἀπὸ ποδῶν ἕως κεφαλῆς τραῦμα ὄντας. Πρόσεχε μετὰ ἀκριβείας τῷ λόγῳ· κοινὸς γὰρ ὁ λόγος οὗτος ἡμῶν καὶ σωτήριος. Φάρμακα κατασκευάζω τῶν ἰατρῶν βελτίονα, οἷα οὔτε βασιλεῖς κατασκευάσαι δύνανται. Βασιλεὺς τί δύναται; Δεσμωτηρίου ἐκβαλεῖν, γεέννης δὲ ἐλευθερῶσαι οὐ δύναται· χρήματα χαρίσασθαι, ψυχὴν δὲ σῶσαι οὐ δύναται. Ἀλλὰ τῇ χειρὶ τῆς μετανοίας ὑμᾶς ἐγχειρίζω, ἵνα μάθητε αὐτῆς τὴν δύναμιν, ἵνα μάθητε αὐτῆς τὴν ἰσχὺν, ἵνα μάθητε ὅτι οὐ περιγίνεται αὐτῆς ἁμάρτημα, οὐδὲ ἔστι παρανομία ἰσχύουσα περιγενέσθαι αὐτῆς τῆς δυνάμεως. Τέως εἰσάγω οὐχ ἕνα, οὐ δύο, οὐ τρεῖς, ἀλλὰ χιλιάδας πολλὰς ἡλκωμένας, τετραυματισμένας, μυρίων ἁμαρτημάτων γεμούσας, ἀπὸ τῆς μετανοίας δυναμένας σωθῆναι, ὡς μηδὲ ἴχνος, μηδὲ οὐλὴν ἔχειν τῶν ἑλκῶν τῶν προτέρων. Ἀλλὰ προσέχετε μετὰ ἀκριβείας τῷ λόγῳ, καὶ μὴ προσέχετε μόνον, ἀλλὰ καὶ τῇ μνήμῃ παραδίδοτε τὰ λεγόμενα, ἵνα καὶ τοὺς ἀπολειφθέντας συμβιβάσητε, καὶ οὕτω τῇ ὠφελείᾳ τῶν εἰρημένων ἐρήμους ὄντας σπουδαιοτέρους καταστήσητε. Παρέστω τοίνυν Ἡσαΐας ὁ τῶν Σεραφὶμ θεωρὸς, ὁ τὸ μυστικὸν μέλος ἀκούσας ἐκεῖνο, ὁ μυρία περὶ τοῦ Χριστοῦ προειπών· ἐρωτήσωμεν τί φησιν· Ὅρασις ἣν εἶδεν Ἡσαΐας κατὰ τῆς Ἰουδαίας, καὶ κατὰ τῆς Ἱερουσαλήμ. Εἰπὲ τὴν ὅρασιν ἣν εἶδες, Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, γῆ, ὅτι Κύριος ἐλάλησεν. Ἄλλα ἐπηγγείλω, καὶ ἄλλα λέγεις. Ποῖα ἄλλα ἐπηγγειλάμην; Ἀρχόμενος λέγεις· Ὅρασις κατὰ τῆς Ἰουδαίας καὶ κατὰ Ἱερουσαλὴμ, καὶ ἀφεὶς τὴν Ἰουδαίαν, καὶ τὴν Ἱερουσαλὴμ, οὐρανῷ προσδιαλέγῃ, καὶ ἐπὶ τὴν γῆν ἐκκλίνας τὸν λόγον, ἀφῆκας τοὺς λογικοὺς ἀνθρώπους, καὶ τοῖς ἀλόγοις στοιχείοις διαλέγῃ; Ἐπειδὴ τῶν ἀλόγων ἀλογώτεροι οἱ λογικοὶ ἐγένοντο· οὐ διὰ τοῦτο δὲ μόνον, ἀλλ' ἐπειδὴ μέλλων ὁ Μωϋσῆς εἰσάγειν αὐτοὺς εἰς τὴν γῆν τῆς ἐπαγγελίας, καὶ ἀφορῶν τὰ μέλλοντα ἔσεσθαι, ὅτι τὰ παραδεδομένα ἔμελλον παριδεῖν. Ἄκουε, οὐρανὲ, φησὶ, καὶ προσεχέτω γῆ ῥήματα ἐκ στόματός μου. Διαμαρτύρομαι ὑμῖν τὸν οὐρανὸν καὶ τὴν γῆν, ὁ Μωϋσῆς φησιν, ὅτι ἐὰν εἰσέλθητε εἰς τὴν γῆν ἐπαγγελίας, καὶ ἐγκαταλείπητε Κύριον τὸν Θεὸν, ἔχετε διασκεδασθῆναι εἰς πάντα τὰ ἔθνη. Ἦλθεν Ἡσαΐας, ἔμελλεν ἡ ἀπειλὴ εἰς ἔργον ἐκφέρεσθαι· οὐκ ἠδύνατο Μωϋσέα καλέσαι τὸν ἀποθανόντα, καὶ τοὺς τότε ἀκούσαντας καὶ τελευτήσαντας, καὶ καλεῖ τὰ στοιχεῖα, ἅπερ διεμαρτύρετο Μωϋσῆς. Ἰδοὺ ἐξεβλήθητε τῆς ἐπαγγελίας, ὦ Ἰουδαῖοι· ἰδοὺ ἐγκαταλελοίπατε τὸν Θεόν· πῶς σε καλέσω, Μωϋσῆ; ἀπέθανες γὰρ καὶ ἐτελεύτησας. Πῶς καλέσω τὸν Ἀαρών; κἀκεῖνος τελευτῇ παρεδόθη. Οὐκ ἔχεις πῶς καλέσαι ἄνθρωπον; Κάλεσον τὰ στοιχεῖα. Διὰ γὰρ τοῦτο κἀγὼ ζῶν οὐχὶ τὸν Ἀαρὼν μόνον, καὶ τόνδε καὶ τόνδε διεμαρτυράμην, ἐπειδήπερ ἔμελλον τελευτᾷν, ἀλλὰ καὶ τὰ στοιχεῖα τὰ μένοντα διαμαρτύρομαι ὑμῖν, τὸν οὐρανὸν καὶ τὴν γῆν. Λέγει οὖν ὁ Ἡσαΐας· Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, γῆ. Ὑμᾶς γὰρ ἐνετείλατο Μωϋσῆς καλέσαι σήμερον. Οὐ διὰ τοῦτο δὲ μόνον αὐτὰ καλεῖ τὰ στοιχεῖα, ἀλλ' ἐπειδὴ διελέχθη τοῖς Ἰουδαίοις. Ἄκουε, οὐρανὲ, σὺ γὰρ τὸ μάννα κατήνεγκας· Ἐνωτίζου, ἡ γῆ, σὺ γὰρ τὴν ὀρτυγομήτραν ἔδωκας. Ἄκουε, οὐρανὲ, ἄκουε· σὺ γὰρ τὸ μάννα κατήνεγκας, σὺ γὰρ ὑπὲρ τὴν φύσιν ἐπεδείξω· ἄνω ἦς, καὶ ἅλωνα ἐμιμήσω. Ἐνωτίζου, γῆ· σὺ γὰρ κάτω ἦς, καὶ τράπεζαν ἐσχεδιασμένην κατεσκεύασας. Ἤργει ἡ φύσις, καὶ εἰργάζετο ἡ χάρις· οὐδὲ βοῶν ἐργασία, καὶ ὁ στάχυς παρεσκευασμένος· οὐ μαγείρων χεῖρες, οὐκ ἐπίταγμα, ἀλλ' ἦν τὸ μάννα πάντα γινόμενον, πηγὴ ἡγιασμένη· ἡ φύσις τῆς οἰκείας ἀσθενείας ἐπελάθετο. Πῶς τὰ ἱμάτια αὐτῶν οὐ κατετρίβη; πῶς τὰ ὑποδήματα αὐτῶν οὐκ ἐπαλαιώθησαν; Πάντα ἐγένοντο πρὸς τὴν τούτων διακονίαν. Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, γῆ. Μετὰ τῶν ὑπομνημάτων καὶ τῶν εὐεργεσιῶν ἐκείνων, ὑβρίζεται ὁ Δεσπότης. Τίνι ἐντύχω; ἢ ὑμῖν; Ἄνθρωπον οὐκ ἔχω τὸν ἀκούοντα. Ἰδοὺ ἦλθον, καὶ οὐκ ἦν ἄνθρωπος· ἐλάλησα, καὶ οὐκ ἦν ὁ ἀκουσόμενος. Τοῖς ἀλόγοις διαλέγομαι, ἐπειδὴ οἱ λογικοὶ εἰς ἀλόγων εὐτέλειαν κατηνέχθησαν. Διὰ τοῦτο καὶ ἄλλος προφήτης βλέπει τὸν βασιλέα μαινόμενον, τὸ εἴδωλον θεραπευόμενον, τὸν Θεὸν ὑβριζόμενον, τοὺς ἄλλους ἅπαντας κατεπτηχότας, καὶ λέγει· Ἄκουσον, θυσιαστήριον, ἄκουσόν μου. Λίθῳ διαλέγῃ; Ναί· ἐπειδὴ λίθου ἀναισθητότερος ὁ βασιλεύς. Ἄκουσόν μου, θυσιαστήριον, ἄκουσον· τάδε λέγει Κύριος. Καὶ εὐθέως διεσχίσθη τὸ θυσιαστήριον· καὶ ὁ λίθος ἤκουσεν, ὁ λίθος ἐῤῥάγη, καὶ ἐξέχεε τὴν θυσίαν. Πῶς οὐκ ἤκουσεν ὁ ἄνθρωπος; Ἐξέτεινε τὴν χεῖρα αὐτοῦ ἁρπάσαι τὸν προφήτην· καὶ τί ποιεῖ ὁ Θεός; Ἐξήρανεν αὐτοῦ τὴν χεῖρα. Βλέπε τί ἐποίησε, βλέπε φιλανθρωπίαν Δεσπότου, καὶ ἁμαρτίαν δούλου. Διὰ τί ἐξ ἀρχῆς οὐκ ἐξήρανεν αὐτοῦ τὴν χεῖρα; Ἵνα τῷ πάθει τοῦ λίθου σωφρονέστερος γένηται. Εἰ γὰρ μὴ ἐσχίσθη ὁ λίθος, ἐφειδόμην σου· ἐπειδὴ δὲ διεσχίσθη ὁ λίθος, καὶ σὺ οὐ διωρθώθης, ἐπὶ σὲ φέρω τὴν ὀργήν. Ἐξέτεινε τὴν χεῖρα ἁρπάσαι τὸν προφήτην, καὶ ἐξηράνθη ἡ χείρ. Εἱστήκει τὸ τρόπαιον· δορυφόροι τοσοῦτοι καὶ στρατηγοὶ καὶ βοήθεια πολλὴ, καὶ τὴν χεῖρα αὐτοῦ συστεῖλαι οὐκ ἠδύναντο· ἀλλ' εἱστήκει ἡ χεὶρ φωνὴν ἀφιεῖσα, στηλιτεύουσα τῆς ἀσεβείας τὴν ἧτταν, καὶ ἀσεβείας τὸ τρόπαιον, τοῦ Θεοῦ φιλανθρωπίαν, κἀκείνου τὴν ἀπόνοιαν. Καὶ συστεῖλαι αὐτὴν οὐκ ἠδύναντο.